Ησαΐας, κεφάλαιο 26
- 1
Τῌ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς ᾿Ιούδα· ἰδοὺ πόλις ἰσχυρά, καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος.
Κατὰ τὴν ἡμέραν ἐκείνην θὰ ψάλουν τοῦτο τὸ ἐπινίκιον ᾆσμα ἐπὶ τῆς ἐπουρανίου Ἰουδαίας.Ἰδοὺ πόλις ἰσχυρὰ καὶ μὴ κυριευομένη ποτέ· καὶ σωτήριον θὰ θέσῃ τεῖχος περὶ αὐτὴν καὶ δεύτερον πέριξ ταύτης τεῖχος.
- 2
ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν,
Ἀνοίξατε τὰς πύλας τῆς πόλεως ταύτης τῆς ἰσχυρᾶς· ἂς εἰσέλθῃ εἰς αὐτὴν λαός, ἀδιακρίτως ἐθνικότητος, ὁ ὁποῖος φυλάσσει δικαιοσύνην καὶ πᾶσαν ἀρετὴν καὶ ἀγαπᾷ τὴν ἀλήθειαν·
- 3
ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ ἐλπίδι
λαὸς ποὺ κρατεῖ στερεὰ τὴν ἀλήθειαν καὶ φυλάττει εἰρήνην πρὸς ἑαυτὸν καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὸν Θεόν.Ἂς εἰσέλθῃ ὁ λαὸς αὐτός, διότι ἀκλονήτως
- 4
ἤλπισαν, Κύριε, ἕως τοῦ αἰῶνος, ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος,
ἤλπισαν, Κύριε, μέχρι τῆς τελευταίας των πνοῆς εἰς Σέ, ὦ Θεὲ μεγάλε καὶ αἰώνιε.
- 5
ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους,
Ὁ ὁποῖος, ἀφοῦ ἐταπείνωσες, ἔρριψες κάτω ἐκείνους, οἱ ὁποῖοι κατῴκουν εἰς ὑψηλὰς καὶ περιόπτους θέσεις· ὄχι δὲ μόνον εἰς τὸ παρελθόν, ἀλλὰ καὶ πάντοτε θὰ καταρρίπτῃς πόλεις ὀχυρᾶς καὶ θὰ τὰς ἰσοπεδώνῃς μέχρι τοῦ ἐδάφους,
- 6
καὶ πατήσουσιν αὐτοὺς πόδες πρᾳέων καὶ ταπεινῶν.
καὶ θὰ πατοῦν αὐτοὺς πόδες ἀνθρώπων πράων καὶ ταπεινῶν.
- 7
ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.
Ὁ πρὸς τὴν ἰσχυρὰν καὶ ἀχειροποίητον πόλιν ὁδηγῶν δρόμος τῶν δικαίων ἔγινεν εὐθὺς καὶ ἀπηλλαγμένος προσκομμάτων, καὶ ἡτοιμάσθη ὁ δρόμος τῶν εὐσεβῶν ἀπὸ αὐτὸν τὸν Θεόν.
- 8
ἡ γὰρ ὁδὸς Κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ,
Εἶναι δὲ ἕτοιμος καὶ ἀσφαλὴς ἡ ὁδὸς τῶν εὐσεβῶν, διότι ἡ ὁδὸς τοῦ Κυρίου, πρὸς τὴν ὁποίαν αὕτη ταυτίζεται, εἶναι δικαιοσύνη καὶ δικαία κρίσις.Ἠλπίσαμεν εἰς τὸ ὄνομά σου, Κύριε, βαδίζοντες τὴν ὁδὸν αὐτήν, καὶ ἐστηρίχθημεν μὲ πεποίθησιν εἰς τὴν ἐνθύμησίν σου,
- 9
ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν. ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα μου πρός σε, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
τὴν ὁποίαν ἐπιθυμεῖ ἡ ψυχή μας.Τόσον δὲ πολὺ Σὲ ποθοῦμεν, ὥστε ἀπὸ τὴν νύκτα ἀγρυπνεῖ ἐνωρὶς τὸ πνεῦμα μου καταφυγὸν εἰς Σέ, ὦ Θεέ, διότι τὰ προστάγματά σου εἶναι φῶς ἐπὶ τῆς γῆς.Μάθετε καὶ ἐφαρμόσατε τὴν δικαιοσύνην αὐτήν, περὶ τῆς ὁποίας σᾶς φωτίζουν τὰ θεῖα προστάγματα, σεῖς ποὺ κατοικεῖτε ἐπὶ τῆς γῆς.
- 10
πέπαυται γὰρ ὁ ἀσεβής· πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσει· ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.
Μάθετε δικαιοσύνην.Διότι ὁ ἀσεβὴς ἔχει παύσει να ζῇ· πᾶς ὅστις δὲν θὰ μάθῃ ἐπὶ γῆς δικαιοσύνην, εἶναι ἀδύνατον νὰ συμμορφωθῇ πρὸς τὴν ἀλήθειαν καὶ νὰ ἀπαλλαγῇ τοῦ ψεύδους.Ἂς ἐξαφανισθῇ ὁ ἀσεβής, διὰ νὰ μὴ ἴδῃ τὴν δόξαν τοῦ Κυρίου.
- 11
Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήσονται. ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Κύριε, ὑψώθη ὑψηλὰ ἡ τιμωρητικὴ χείρ σου, ἕτοιμος νὰ πέσῃ κατὰ τῶν ἀσεβῶν, καὶ αὐτοὶ δὲν ἐγνώρισαν τοῦτο· ὅταν ὅμως διὰ τῆς πείρας τὸ γνωρίσουν, θὰ κατεντροπιασθοῦν ὁ ὑπὲρ τῶν εὐσεβῶν ζῆλος τοῦ Θεοῦ θὰ καταλάβῃ τὸν ἀνεπίδεκτον παιδαγωγίας λαόν, καὶ ἀμέσως τώρα φωτιὰ θὰ καταφάγῃ τοὺς ἐχθρούς.
- 12
Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Κύριε, ὁ Θεός μας, δός μας εἰρήνην δός μας καὶ αὐτὸ τὸ ἀγαθόν, διότι ὅλα τὰ ἀγαθά, ὅσα ἔχομεν, σὺ μᾶς τὰ ἔδωκες.
- 13
Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
Κύριε, ὁ Θεός μας, κάμε μας κτῆμα σου καὶ τελείως ἰδικούς σου.Κύριε, ἐκτὸς σοῦ ἄλλον δὲν ἠξεύρομεν· Σὲ μόνον ἀναγνωρίζομεν ὡς Θεόν μας καὶ τὸ ὄνομά σου ἐπικαλούμεθα καὶ λατρεύομεν.
- 14
οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσι· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ᾖρας πᾶν ἄρσεν αὐτῶν.
Οἱ νεκροὶ ὅμως πνευματικῶς καὶ ἀσεβεῖς δὲν θὰ ἴδουν τὴν αἰώνιον καὶ εἰρηνικὴν ζωήν, οὔτε οἱ ἰατροὶ θὰ ἀναστήσουν αὐτοὺς ἀπὸ τῆς καταστάσεως τοῦ πνευματικοῦ των θανάτου· διὰ τοῦτο ἐπήγαγες κακὰ κατ’ αὐτῶν καὶ ἐξωλόθρευσας καὶ ἐξηφάνισας πάντα ἄρρενα ἀπόγονόν των, ὥστε νὰ ἐκλίπῃ ἡ γενεά των.
- 15
πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς.
Πρόσθεσε, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου τιμωρίας ἐπάνω εἰς ἄλλας τιμωρίας, πρόσθεσε κακὰ εἰς τοὺς ἐνδόξους ἀσεβεῖς τῆς γῆς.
- 16
Κύριε, ἐν θλίψει ἐμνήσθην σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.
Κύριε, ὅταν εὑρίσκωμαι εἰς θλῖψιν, τότε σὲ ἐνθυμοῦμαι· μὲ θλῖψιν μικράν, συγκερασμένην μὲ ἐπιείκειαν καὶ ἔλεος, συντελεῖται εἰς ἡμᾶς ἡ παιδαγωγία σου.
- 17
καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου διὰ τὸν φόβον σου, Κύριε.
Καὶ ὅπως αὐτὴ ποὺ κοιλοπονεῖ, πλησιάζει νὰ γεννήσῃ καὶ ἕνεκα τῶν πόνων της κραυγάζει, ἔτσι ἐγίναμεν καὶ ἡμεῖς κατώδυνοι διὰ πᾶν τὸ ἀρεστὸν ἐνώπιόν σου, διὰ τὸν φόβον σου, Κύριε.
- 18
ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς, οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται πάντες οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Συνελάβομεν καὶ ἡμεῖς, καταστάντες πνευματικῶς ἔγκυοι, καὶ ἐκοιλοπονέσαμεν καὶ ἐγεννήσαμεν πνεῦμα, ποὺ μᾶς ἔδωκεν ἐκ σοῦ τὴν σωτηρίαν καὶ τὸ κατεστήσαμεν φανερὸν καὶ εἰς τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπους.Δὲν θὰ πέσωμεν διὰ τοῦτο ἡμεῖς καὶ δὲν θὰ καταστραφῶμεν, ἀλλὰ θὰ πέσουν ὅλοι, ὅσοι κατοικοῦν ἐπὶ τῆς γῆς προσκολλημένοι μόνον εἰς αὐτήν.
- 19
ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
Θὰ ἀναστηθοῦν θριαμβεύοντες οἱ ἐν Κυρίῳ νεκροὶ καὶ θὰ ἐγερθοῦν οἱ εὑρισκόμενοι ἐντὸς τῶν μνημείων καὶ θὰ εὐφρανθοῦν οἱ εὐσεβεῖς οἱ εὑρισκόμενοι ἐν τῇ γῇ· διότι ἡ ὡσὰν ζωοποιὸς δρόσος καταπεμπομένη ἀπὸ σοῦ βοήθεια καὶ χάρις θὰ εἶναι εἰς αὐτοὺς θεραπεία· ἀντιθέτως ὅμως ἡ χώρα τῶν ἀσεβῶν θὰ καταστραφῇ.
- 20
βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου·
Προχώρει γεμᾶτος ἐλπίδα, ὦ λαέ μου, λέγει ὁ Κύριος, αὐτοσυγκεντρώθητι, εἰσερχόμενος οἰονεὶ εἰς τὰ ἰδιαίτερά σου δωμάτια καὶ χωριζόμενος ἀπὸ τοὺς ἁμαρτωλοὺς καὶ ἀσεβεῖς· κλεῖσε τὴν θύραν σου καὶ κρύφθητι ἐκεῖ ἐπ’ ὀλίγον, ἕως ὅτου παρέλθῃ ἡ ὡς ἄλλη λαῖλαψ μέλλουσα νὰ ἐκσπάσῃ ὀργὴ τοῦ Κυρίου.
- 21
ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς, καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους ἐπ᾿ αὐτῆς.
Διότι ἰδοὺ ὁ Κύριος ἀπὸ τὸν ἅγιον θρόνον του ἐπιφέρει τὴν ὀργὴν κατὰ τῶν κατοικούντων ἐπὶ τῆς γῆς, καὶ θὰ ξεσκεπάσῃ ἡ γῆ τὸ αἷμα της, ποὺ ἔχει καταπίει, καὶ δὲν θὰ σκεπάσῃ ἐκείνους, οἱ ὁποῖοι ἐφονεύθησαν ἐπ’ αὐτῆς καὶ κατεκρύβησαν εἰς τὰ χώματά της.
