Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΗΣΑΪΑΣ

Ησαΐας, κεφάλαιο 25

12 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (66)
  1. 1

    ΚΥΡΙΕ ὁ Θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε·

    Κύριε ὁ Θεός μου, θὰ σὲ δοξάσω, θὰ ὑμνήσω τὸ ὄνομά σου, διότι ἐποίησες θαυμαστὰ πράγματα, ἀπόφασιν παλαιάν, ἡ ὁποία ὑπὸ τῆς ἐκβάσεως θ’ ἀποδειχθῇ ἀληθής.Γένοιτο, Κύριε.

  2. 2

    ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ μὴ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.

    Διότι μετέβαλες τὰς πόλεις τῶν ἀσεβῶν εἰς χῶμα, πόλεις ὀχυρὰς τόσον πολύ, ὥστε ἐπίστευαν ὅτι δὲν θὰ πέσουν ποτὲ τὰ θεμέλιά των τῶν ἀσεβῶν ἡ πόλις δὲν θὰ οἰκοδομηθῇ ποτὲ εἰς τὸν αἰῶνα.

  3. 3

    διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε·

    Διότι δὲ θὰ καταστρέψῃς τὰς πόλεις τῶν ἀσεβῶν, διὰ τοῦτο θὰ σὲ δοξολογήσῃ ὁ λαὸς ὁ ταπεινός, ὁ ἐπὶ σὲ καὶ οὐχὶ ἐπὶ τὰς ἰδίας του δυνάμεις ἐλπίζων· καὶ πόλεις ἀνθρώπων, οἱ ὁποῖοι ἀδικοῦνται ἀπὸ τοὺς διαθέτοντας ἰσχὺν ἀσεβεῖς, θὰ σὲ δοξολογήσουν, διότι θὰ τὰς ἐλευθερώσῃς ἀπὸ τὴν ἀδικίαν.

  4. 4

    ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασι δι᾿ ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ρύσῃ αὐτούς, σκέπη διψώντων καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων.

    Σὲ εὐλογοῦν καὶ σὲ δοξολογοῦν, διότι σὺ ἔγινες εἰς πᾶσαν πόλιν ταπεινὴν καὶ εἰς σὲ ἐλπίζουσαν βοηθός, καὶ εἰς τοὺς λόγῳ ἐνδείας ἀθυμήσαντας σκέπη ἀνακουφιστικὴ καὶ ἐνθαρρυντική· ἀπὸ ἀνθρώπους πονηροὺς θὰ τοὺς γλυτώσῃς· εἶσαι σκέπη δροσίζουσα τοὺς διψῶντας καὶ πνοὴ καὶ ἔμπνευσις θάρρους εἰς ἀνθρώπους ἀδικουμένους.

  5. 5

    ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιών, ἀπὸ ἀνθρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας.

    Εἴμεθα ὡσὰν ἄνθρωποι ὀλιγόψυχοι, οἱ ὁποῖοι διψῶμεν πολιορκημένοι μέσα εἰς τὴν πόλιν σου Σιὼν ἀπὸ ἀσεβεῖς ἀνθρώπους, εἰς τοὺς ὁποίους πρὸς παιδαγωγίαν μᾶς παρέδωκες.

  6. 6

    καὶ ποιήσει Κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. πίονται εὐφροσύνην, πίονται οἶνον,

    Καὶ θὰ κάμῃ ὁ Κύριος τῶν Δυνάμεων συμπόσιον εἰς ὅλα τὰ ἔθνη εἰς τὸ ὄρος τοῦτο τῆς Σιών· καὶ θὰ πίουν εὐφροσύνην, ὅσοι θὰ παρακάθηνται εἰς αὐτό, καὶ θὰ πίουν οἶνον.

  7. 7

    χρίσονται μύρον. ἐν τῷ ὄρει τούτῳ παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.

    Θὰ χρισθοῦν δὲ μὲ μύρον.Εἰς τὸ ὄρος αὐτὸ παράδωσε ὅλα αὐτὰ τὰ εὐφρόσυνα εἰς τὰ ἔθνη· διότι ἡ ἀπόφασις αὕτη εἶναι δι’ ὅλα τὰ ἔθνη καὶ ὄχι μόνον διὰ τοὺς Ἰουδαίους.

  8. 8

    κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλε Κύριος ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα Κυρίου ἐλάλησε.

    Κατέπιε τούτους ὁ θάνατος, ὑπερισχύσας πρὸς καιρόν· καὶ πάλιν ὅμως Κύριος ὁ Θεὸς διὰ τῆς ἐλπίδος τῆς καθολικῆς ἀναστάσεως καὶ τῆς καταργήσεως τοῦ θανάτου ἀφήρεσε κάθε δάκρυον ἀπὸ κάθε πρόσωπον τὸ ὄνειδος καὶ τὴν ἐντροπήν, ποὺ ἐδημιούργησεν εἰς τὸν λαὸν ὁ ὑπὸ τῆς ἁμαρτίας προκληθεὶς θάνατος, τὰ ἀφήρεσεν ἀπὸ ὅλην τὴν γῆν τοῦτο εἶναι βέβαιον, διότι οὐχὶ ἄνθρωπός τις, ἀλλὰ τὸ στόμα τοῦ Κυρίου τὸ εἶπε.

  9. 9

    καὶ ἐροῦσι τῇ ἡμέρᾳ ἐκείνῃ· ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ᾿ ᾧ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα, καὶ σώσει ἡμᾶς. οὗτος Κύριος, ὑπεμείναμεν αὐτὸν καὶ ἀγαλλιασόμεθα καὶ ἐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν,

    Καὶ θὰ εἴπουν κατὰ τὴν ἡμέραν ἐκείνην τῆς θείας ἐπισκέψεως καὶ τῆς ἐνδόξου ἐπιφανείας τοῦ Κυρίου: Ἰδοὺ ὁ Θεός μας ἐπὶ τοῦ ὁποίου ἠλπίζαμεν καὶ ὁ ὁποῖος ἦτο ἡ χαρὰ καὶ τὸ ἀγαλλίαμά μας καὶ ὁ ὁποῖος θὰ μᾶς σώσῃ.Αὐτὸς εἶναι ὁ Κύριος.Περιεμείναμεν καρτερικῶς αὐτὸν καὶ τώρα θὰ χαρῶμεν καὶ θὰ εὐφρανθῶμεν διὰ τὴν σωτηρίαν μας.

  10. 10

    ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις·

    Θὰ εἴπουν δὲ ταῦτα οἱ σεσωσμένοι, διότι ὁ Θεὸς θὰ δώσῃ εἰς αὐτοὺς ἀνάπαυσιν ἐπὶ τοῦ ὄρους τούτου τῆς ἐπουρανίου Σιών, καὶ θὰ καταπατηθῇ μετὰ τῆς Μωαβίτιδος χώρας πᾶς ἐχθρὸς τοῦ λαοῦ τοῦ Θεοῦ, καθ’ ὃν τρόπον πατοῦν τὰ δεμάτια τῶν σταχύων εἰς τὸ ἁλώνιον μὲ τὰς ἁμάξας, τὰς ὁποίας σύρουν οἱ εἰς αὐτὰς ἐζευγμένοι ἵπποι.

  11. 11

    καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ, ἐφ᾿ ἃ τὰς χεῖρας ἐπέβαλε·

    Καὶ θὰ ἐκτείνῃ προστατευτικὰς καὶ μετὰ δυνάμεως τὰς χεῖρας του ὁ Θεὸς ὑπὲρ τοῦ λαοῦ του καὶ κατὰ τοῦ Μωάβ, ὅπως καὶ ὁ Μωὰβ ἐταπείνωσε διὰ νὰ καταστρέψῃ ἄλλα ἔθνη· καὶ θὰ ταπεινώσῃ τὴν ὑπερηφάνειαν του ἐξαφανίζων τὰ ἔργα, εἰς τὰ ὁποῖα ἔβαλαν οἱ Μωαβῖται τὰς χεῖρας των καὶ μετὰ δυνάμεως πολλῆς κατώρθωσαν.

  12. 12

    καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάφους.

    Καὶ τὸ ὑψηλὸν καταφύγιον τοῦ τοίχου των θὰ καταρρίψῃ, καὶ θὰ καταπέσῃ τοῦτο μέχρι τοῦ ἐδάφους.