Ησαΐας, κεφάλαιο 2
- 1
Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς ῾Ησαΐαν υἱὸν ᾿Αμὼς περὶ τῆς ᾿Ιουδαίας καὶ περὶ ῾Ιερουσαλήμ.
Η ἀποκάλυψις, ἡ ὁποία ἔγινεν ἀπὸ τὸν Κύριον εἰς τὸν Ἠσαΐαν, τὸν υἱὸν τοῦ Ἀμώς, διὰ τὴν Ἰουδαίαν καὶ διὰ τὴν Ἱερουσαλήμ.
- 2
῞Οτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾿ ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη,
Ἐφανέρωσε δὲ ὁ Κύριος ὅτι κατὰ τὰς ἐσχάτας ἡμέρας τῆς μωσαϊκῆς οἰκονομίας, ὅταν πρόκειται ἡ νέα περίοδος τοῦ Μεσσίου νὰ ἀντικαταστήσῃ ταύτην, θὰ γίνῃ περίοπτον καὶ ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου καὶ ὁ ἐπ’ αὐτοῦ Ναὸς τοῦ Θεοῦ θὰ ἐμφανισθῇ ὡσὰν νὰ εἶναι κτισμένος εἰς τὴν κορυφὴν τοῦ ὑψηλοτέρου ὄρους· καὶ θὰ ὑψωθῇ ἐπάνω ἀπὸ ὅλα τὰ βουνὰ καὶ θὰ ἔλθουν εἰς αὐτὸ ὅλα τὰ ἔθνη.
- 3
καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ᾿Ιακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ ῾Ιερουσαλήμ.
Καὶ θὰ πορευθοῦν ἔθνη πολλὰ καὶ προτρέποντα τὸ ἕνα τὸ ἄλλο θὰ λέγουν: Ἐμπρός, ἂς ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν Ναὸν τοῦ Θεοῦ Ἰακώβ, καὶ θὰ μᾶς ἀναγγείλῃ τὸν δρόμον τοῦ θελήματός του, καὶ θὰ συμμορφωθῶμεν πρὸς αὐτὸ βαδίζοντες εἰς τὸν δρόμον αὐτόν· διότι ἀπὸ τὴν Σιὼν θὰ βγῇ νέος Νόμος καὶ ἀπὸ τὴν Ἱερουσαλὴμ θὰ κηρυχθῇ λόγος τοῦ Κυρίου.
- 4
καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. -
Καὶ θὰ κρίνῃ μεταξὺ τῶν ἐθνῶν, ἀναγνωριζόμενος ὑπ’ αὐτῶν ἀνώτατος νομοθέτης καὶ κριτής, καὶ θὰ ἐλέγξῃ ὡς κυρίαρχος πολὺν λαόν.Καὶ ὅλοι αὐτοὶ θὰ μετατρέψουν τὰς μαχαίρας των εἰς ἀλέτρια καὶ τὰ δόρατά των εἰς δρεπάνια, καὶ δὲν θὰ πάρῃ ἔθνος ἐναντίον ἔθνους μάχαιραν διὰ νὰ πολεμήσῃ κατ’ αὐτοῦ, οὔτε θὰ μάθουν πλέον τὴν τέχνην να πολεμοῦν ὁ εἰς κατὰ τοῦ ἄλλου.
- 5
Καὶ νῦν, ὁ οἶκος ᾿Ιακώβ, δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου.
Καὶ τώρα, ὕστερα ἀπὸ αὐτὰ ποὺ εἴπαμεν, ὦ ἀπόγονοι τοῦ Ἰακώβ, ἐμπρός, ἂς ὑπάγωμεν πρῶτοι ἡμεῖς εἰς τὸ φῶς τῆς θείας διδασκαλίας τοῦ Κυρίου, εἰς τὸ ὁποῖον θὰ ἀκολουθήσουν οἱ ἐθνικοί.
- 6
ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ ᾿Ισραήλ, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ᾿ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς.
Σᾶς προτρέπω δὲ εἰς τοῦτο, διότι ὁ Θεὸς ἀσφαλῶς θὰ ἐγκαταλείψῃ τὸν λαόν του, τοὺς ἀπογόνους τοῦ Ἰσραήλ· διότι ἡ χώρα των ἐγέμισεν ὅπως ἐξ ἀρχῆς, προτοῦ κατοικηθῇ ἀπὸ αὐτούς, ἀπὸ μαντείας, ὅπως καὶ ἡ χώρα τῶν Φιλισταίων, καὶ τέκνα πολλὰ ἐκ παρανόμων γάμων μὲ γυναῖκας Φιλισταίας ἐγεννήθησαν εἰς αὐτούς.
- 7
ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν·
Διότι ἐγέμισεν ἡ χώρα των ἀπὸ ἀργυρὰ καὶ χρυσὰ νομίσματα καὶ ἔγιναν ἀναρίθμητοι οἱ θησαυροὶ των· ἐγέμισεν ἐπίσης ἡ γῆ των ἀπὸ ἵππους καὶ δὲν ὑπῆρχεν ἀριθμὸς τῶν ἁρμάτων των.
- 8
καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν, οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν·
Καὶ ἐγέμισεν ἡ χώρα των ἀπὸ εἴδωλα καμωμένα ἀπὸ τὰ χέρια των, καὶ ἐπροσκύνησαν εἰς ἐκεῖνα, ποὺ ἔφτιασαν τὰ δάκτυλά των.
- 9
καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς.
Καὶ ἔσκυψε ταπεινῶς ἐνώπιον τῶν ἀψύχων αὐτῶν εἰδώλων ὁ κατ’ εἰκόνα Θεοῦ πλασθεὶς ἄνθρωπος καὶ ἐξευτελίσθη ὁ ἄνδρας προσκυνήσας ταῦτα.Δι’ αὐτὸ δὲ καὶ ἐγὼ δὲν θὰ συγχωρήσω αὐτούς.
- 10
καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
Καὶ τώρα, ὅταν ἐκσπάσῃ ἡ θεία ὀργή, ἔμβητε μέσα εἰς σπήλαια καὶ κρυφθῆτε εἰς τὰ βάθη τῆς γῆς πρὸ τοῦ φόβου, τὸν ὁποῖον θὰ δοκιμάζετε ἀπὸ τὸν ὠργισμένον Κύριον καὶ ἀπὸ τὴν ἔνδοξον καὶ ἀκαταγώνιστον δύναμίν του, ἡ ὁποία θὰ ἐκδηλωθῇ, ὅταν σηκωθῇ να συντρίψῃ τὴν γῆν.
- 11
οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρα ἐκείνῃ.
Κρυφθῆτε, διότι τὰ μάτια τοῦ Κυρίου βλέπουν ἀπὸ ψηλὰ καὶ τὰ παρακολουθοῦν ὅλα· ὁ δὲ ἄνθρωπος εἶναι ταπεινὸς καὶ δὲν ἡμπορεῖ να διαφύγῃ τὸ ὑψηλὸν ὄμμα τοῦ Κυρίου.Καὶ θὰ ταπεινωθῇ τὸ ὕψος καὶ ἡ ὑπερηφάνεια τῶν ἀνθρώπων, καὶ θὰ ὑψωθῇ μόνος ὁ Κύριος κατὰ τὴν ἡμέραν ἐκείνην τῆς κρίσεώς του.
- 12
ἡμέρα γὰρ Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται,
Θὰ ταπεινωθῇ ἡ ὑπερηφάνεια τῶν ἀνθρώπων, διότι ἡ ἡμέρα τοῦ Κυρίου, τοῦ παντοκράτορος καὶ ἐξουσιαστοῦ τῶν πνευμάτων, θὰ ἔλθῃ κατὰ παντὸς μετ’ αὐθαδείας ἀσεβοῦς καὶ ὑπερηφάνου καὶ κατὰ παντὸς ἀλαζόνος καὶ πεφυσιωμένου, καὶ ὅλοι αὐτοὶ θὰ ταπεινωθοῦν καὶ θὰ ἐξευτελισθοῦν.
- 13
καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασὰν
Θὰ ἔλθῃ ἡ φοβερὰ ἡμέρα τοῦ Κυρίου, διὰ νὰ πλήξῃ καὶ κάθε κέδρον τοῦ Λιβάνου ἀπὸ τὰς ὑψηλὰς καὶ μετεώρους καὶ κάθε δένδρον δρυὸς τῆς γῆς Βασάν·
- 14
καὶ ἐπὶ πᾶν ὑψηλὸν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν
14 θὰ πλήξῃ καὶ πᾶν ὄρος ὑψηλὸν καὶ κάθε βουνὸν ὑψηλόν.
- 15
καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν
15 Θὰ ἐπέλθῃ καὶ κατὰ παντὸς πύργου ὑψηλοῦ καὶ κατὰ παντὸς τείχους ὑψηλοῦ, τὰ ὁποῖα οὕτω θ’ ἀποδειχθοῦν ὅλως ἄχρηστα πρὸς ὑπεράσπισιν καὶ προστασίαν.
- 16
καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους.
Θὰ ἐπέλθῃ καὶ κατὰ παντὸς πλοίου θαλάσσης καὶ κατὰ παντὸς θεάματος ὡραίων καὶ στολισμένων πλοίων.
- 17
καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται ὕψος ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
Καὶ θὰ ταπεινωθῆ ἡ ὑπερηφάνεια καὶ ὑψηλοφροσύνη παντὸς ἀνθρώπου, καὶ θὰ πέσῃ ἡ ἀλαζονεία καὶ ἡ περιφρόνησις τῶν ἀνθρώπων πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, καὶ θὰ ὑψωθῆ μόνος ὁ Κύριος κατὰ τὴν ἡμέραν ἐκείνην.
- 18
καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν,
Καὶ τὰ ὑπὸ χειρῶν ἀνθρωπίνων κατεσκευασμένα εἴδωλα ὅλα θὰ τὰ κρύψουν ἐπιμελῶς,
- 19
εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
ἀφοῦ τὰ φέρουν μέσα εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν βράχων καὶ εἰς τὰ ὑγρὰ ἄντρα τῆς γῆς.Ἐκεῖ θὰ καταφύγουν καὶ αὐτοὶ πρὸ τοῦ φόβου, τὸν ὁποῖον θὰ ἐμπνέῃ ἡ παρουσία τοῦ Κυρίου, καὶ ἀπὸ τὴν ἔνδοξον δύναμίν του, ὅταν θὰ σηκωθῇ διὰ νὰ συντρίψῃ τὴν γῆν.
- 20
τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν προσκυνεῖν, τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι,
Ναί· μόνος ὁ Κύριος· διότι κατὰ τὴν ἡμέραν ἐκείνην θὰ πετάξῃ ἔξω ὁ ἄνθρωπος τὰ εἴδωλά του τὰ ἀσημένια καὶ τὰ χρυσᾶ, τὰ ὁποῖα ἔκαμαν διὰ νὰ προσκυνοῦν, τὰ τιποτένια καὶ τὰς νυκτερίδας,
- 21
τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
διὰ νὰ ἔμβῃ ὁ ἴδιος μέσα εἰς τὰς τρώγλας τοῦ σκληροῦ βράχου καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἐξ αἰτίας τοῦ φόβου τοῦ Κυρίου καὶ τῆς ἐνδόξου δυνάμεώς του, ὅταν θὰ σηκωθῇ διὰ νὰ συντρίψῃ τὴν γῆν
