Ιώβ, κεφάλαιο 42
- 1
ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει τῷ Κυρίῳ·
Λαβὼν δὲ τὸν λόγον ὁ Ἰὼβ εἶπεν εἰς τὸν Κύριον:
- 2
οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.
«Γνωρίζω καὶ πείθομαι ἐξ ὅσων περὶ τῶν θηρίων καὶ τῆς δυνάμεως τούτων ἐλέχθησαν, ὅτι δύνασαι τὰ πάντα, τίποτε δὲ δὲν σοῦ εἶναι ἀδύνατον.
- 3
τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ρημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἐπιστάμην;
Ζητῶ συγχώρησιν δι’ ὅσα εἶπον συζητῶν μὲ τοὺς φίλους μου.Διότι ποῖος ἄλλος παρὰ ἐγὼ εἶμαι ἐκεῖνος, ποὺ παρεξήγησα καὶ συνεσκότισα τὸ σοφὸν σχεδιόν σου καὶ τὴν ἀγαθὴν βουλήν σου; Ὁμιλῶν δὲ μὲ πολλὴν φειδὼ τῶν λόγων μου ἐγὼ ἐνόμισα, ὅτι σὺ συνεσκότισας τὴν βουλήν σου; Ποῖος ὅμως θὰ μοῦ ἀνήγγελλεν ἐκεῖνα, ποὺ δὲν ἐγνώριζα, τὰ μεγάλα καὶ θαυμαστά, ποὺ δὲν ἤξευρα;
- 4
ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον.
Ἀκουσέ με ὅμως, Κύριε, ἵνα ὁμιλήσω καὶ ἐγώ· θὰ σὲ ἐρωτήσω δέ, σὺ δὲ δίδαξόν με.
- 5
ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε·
Ἤκουα μὲν προτήτερα μὲ τὰ αὐτιά μου τὴν περὶ σοῦ ἀλήθειαν παρ’ ἄλλων, τώρα ὅμως σὲ ἔχω ἴδει μὲ τὰ μάτια μου.
- 6
διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
Καὶ κατόπιν τῆς γνώσεως, ποὺ μοῦ μετέδωκες, ἐξουδένωσα καὶ ἐλεεινολόγησα τὸν ἑαυτόν μου καὶ συνετρίβην ἐκ τῆς συναισθήσεως διὰ τὴν πλάνην μου· θεωρῶ δὲ τὸν ἑαυτόν μου χῶμα καὶ στάκτην».
- 7
ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν Κύριον πάντα τὰ ρήματα ταῦτα τῷ ᾿Ιώβ, εἶπεν ὁ Κύριος ᾿Ελιφὰζ τῷ Θαιμανίτῃ· ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου ᾿Ιώβ.
Συνέβη δέ, ἀφοῦ ὁ Κύριος ἐλάλησεν ὅλους τοὺς λόγους τούτους εἰς τὸν Ἰώβ, εἶπεν ὁ Κύριος εἰς τὸν Ἐλιφὰζ τὸν θαιμανίτην: «Ἡμάρτησες σὺ καὶ οἱ δύο φίλοι σου· διότι σύμφωνα μὲ τὴν ἀδιάψευστον καὶ ἀληθῆ κρίσιν μου δὲν εἴπατε τίποτε τὸ ἀληθές, ὅπως ἀντιθέτως πρὸς σᾶς εἶπεν ὁ δοῦλός μου Ἰώβ, ὅστις, ὅταν ἐβεβαίωνεν ὅτι ἡ συνείδησίς του δὲν κατεμαρτύρει κατ’ αὐτοῦ, ἔλεγε τὴν ἀλήθειαν.
- 8
νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου ᾿Ιώβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν. ᾿Ιὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ δι᾿ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου ᾿Ιώβ.
Τώρα λοιπὸν πάρτε ἑπτὰ μοσχάρια καὶ ἑπτὰ κριάρια καὶ πηγαίνετε πρὸς τὸν δοῦλόν μου Ἰὼβ καὶ θὰ προσφέρῃ δι’ αὐτῶν οὗτος θυσίαν ὁλοκαυτώματος διὰ σᾶς· ὁ δοῦλος μου δὲ Ἰὼβ θὰ εὐχηθῇ διὰ σᾶς· διότι σᾶς βεβαιῶ, θὰ δείξω εὔνοιαν εἰς τὸ πρόσωπόν του καὶ θὰ λογαριάσω αὐτό· διότι ἐὰν δὲν ἔκανα ὅ,τι θὰ κάμω πρὸς χάριν του, θὰ σᾶς παρέδιδα εἰς ἀπώλειαν.Διότι δὲν εἴπατε τὴν ἀλήθειαν, ὅταν ἐκατηγορεῖτε τὸν δοῦλον μου Ἰώβ».
- 9
ἐπορεύθη δὲ ᾿Ελιφὰζ ὁ Θαιμανίτης καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σωφὰρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ Κύριος, καὶ ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ ᾿Ιώβ.
Ἐπῆγε δὲ ὁ Ἐλιφὰζ ὁ θαιμανίτης καὶ ὁ Βαλδὰδ ὁ Σαυχίτης καὶ ὁ Σωφὰρ ὁ Μιναῖος καὶ ἔκαμαν, ὅπως τοὺς διέταξεν ὁ Κύριος.Καὶ ἔλυσεν εἰς αὐτοὺς τὴν ἁμαρτίαν των πρὸς χάριν τοῦ Ἰώβ.
- 10
ὁ δὲ Κύριος ηὔξησε τὸν ᾿Ιώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν. ἔδωκε δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν ᾿Ιὼβ εἰς διπλασιασμόν.
Ὁ δὲ Κύριος κατέστησε μέγαν τὸν Ἰώβ, ὅταν δὲ αὐτὸς ηὐχήθη ὑπὲρ τῶν φίλων του, ἀφῆκεν εἰς αὐτοὺς ὀ Κύριος τὴν ἁμαρτίαν των· ἔδωκε δὲ ὁ Κύριος διπλᾶ ἀπὸ ἐκεῖνα, ποὺ ὑπῆρχον πρότερον εἰς τὸν Ἰώβ, ὥστε νὰ καταστῇ οὗτος διπλασίως εὐτυχῇς.
- 11
ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ἤδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρ᾿ αὐτῷ παρεκάλεσαν αὐτόν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν ἐπ᾿ αὐτῷ ὁ Κύριος. ἔδωκε δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσήμου.
Ἤκουσαν δὲ ὅλοι οἱ συγγενεῖς του, οἱ ἐξάδελφοι καὶ αἱ ἐξαδέλφαι του, ὅλα, ὅσα εἶχον συμβῆ εἰς αὐτόν, καὶ ἦλθον πρὸς ἐπίσκεψίν του καὶ μαζή των ἦλθον καὶ ὅλοι, ὅσοι ἐγνώριζαν αὐτὸν ἀπὸ προτήτερα.Ἀφοῦ δὲ ἔφαγον καὶ ἤπιον εἰς τὸ σπίτι του, τὸν ἐπαρηγόρησαν καὶ τὸν ηὐχαρίστησαν, καὶ ἐθαύμασαν δι’ ὅλα, ὅσα ἐπέφερεν εἰς αὐτὸν ὁ Κύριος.Ἔδωκε δὲ εἰς αὐτὸν ὁ καθένας τους μίαν ἀρνάδα καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσημιοῦ.
- 12
ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα ᾿Ιὼβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι.
Ὁ δὲ Κύριος ηὐλόγησε τὰ ἔσχατα ἔτη τοῦ Ἰὼβ περισσότερον παρ' ὅσον τὰ πρῶτα ἔτη του, τὰ προηγηθέντα ἀπὸ τὴν δοκιμασίαν του.Ἦσαν δὲ τώρα τὰ κτήνη του πρόβατα δέκα τέσσαρες χιλιάδες, κάμηλοι ἓξ χιλιάδες, ζεύγη βοδιῶν χίλια, ὄνοι θηλυκαὶ κοπάδια χίλια.
- 13
γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς·
Ἐγεννήθησαν δὲ εἰς αὐτὸν ἑπτὰ υἱοὶ καὶ τρεῖς θυγατέρες.
- 14
καὶ ἐκάλεσε τὴν μὲν πρώτην ῾Ημέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρίτην ᾿Αμαλθαίας κέρας.
Καὶ ἐκάλεσε τὴν μὲν πρώτην Ἡμέραν, ἐπειδὴ τοῦ ἔφερε τὴν χαρὰν ὕστερα ἀπὸ τὴν μακρὰν νύκτα τῆς δυστυχίας του· τὴν δὲ δευτέραν ἐκάλεσε Κασίαν, ὡς προκαλοῦσαν εὐάρεστον αἴσθημα, καθὼς καὶ τὸ ἀρωματῶδες τοῦτο φυτόν· τὴν τρίτην δὲ ἐκάλεσεν Ἀμαλθείας κέρας, ὡς συνοδευθεῖσαν ὑπὸ ἀφθονίας ἀγαθῶν.
- 15
καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας ᾿Ιὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ᾿ οὐρανόν· ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.
Καὶ δὲν εὑρέθησαν σὰν τὰς θυγατέρας τοῦ Ἰὼβ καλύτεραι καὶ ὡραιότεραι εἰς ὅλην τὴν ὑπὸ τὸν οὐρανὸν ἐκτεινομένην γῆν.Ἀπέκτησε δὲ τόσον πολλὰ ὁ Ἰώβ, ὥστε ἔδωκε καὶ εἰς αὐτὰς κληρονομίαν μεταξὺ τῶν ἀδελφῶν των.
- 16
ἔζησε δὲ ᾿Ιὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα· καὶ εἶδεν ᾿Ιὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν.
Ἔζησε δὲ ὁ Ἰὼβ μετὰ τὴν πληγὴν τῆς ἀσθενείας του ἔτη ἑκατὸν ἑβδομήκοντα, ὅλα δὲ τὰ ἔτη, ποὺ ἔζησεν ὁ Ἰώβ, ὑπῆρξαν διακόσια τεσσαράκοντα· καὶ εἶδεν ὁ Ἰὼβ τοὺς υἱούς του καὶ τοὺς υἱοὺς τῶν υἱῶν του μέχρι τῆς τετάρτης γενεᾶς.
- 17
καὶ ἐτελεύτησεν ᾿Ιὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. 17α γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ Κύριος ἀνίστησιν. 17β Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς ᾿Ιδουμαίας καὶ ᾿Αραβίας, προϋπῆρχε δὲ αὐτῷ ὄνομα ᾿Ιωβάβ. 17γ λαβὼν δὲ γυναῖκα ᾿Αράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα ᾿Εννών· ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ ἐκ τῶν ῾Ησαῦ υἱῶν υἱός, μητρός δὲ Βοσόρρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ ῾Αβραάμ. 17δ καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν ᾿Εδώμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ ᾿Ιωβὰβ ὁ καλούμενος ᾿Ιώβ· μετὰ δὲ τοῦτον ᾿Ασὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον ᾿Αδὰδ υἱὸς Βαράδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. 17ε οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, ᾿Ελιφὰζ τῶν ῾Ησαῦ υἱῶν, Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς.
Καὶ ἀπέθανεν ὁ Ἰὼβ γέρων καὶ γεμᾶτος ἀπὸ ἡμέρας. 17α Ἔχει δὲ γραφῆ, ὅτι θὰ ἀναστήσῃ πάλιν αὐτὸν ὁ Κύριος μετ’ ἐκείνων, τοὺς ὁποίους θὰ ἀναστήσῃ. 17β Οὖτος ἐξηγεῖται ἀπὸ τὴν εἰς τὴν Συριακὴν γλῶσσαν μετάφρασιν τῆς Βίβλου, ὅτι κατῴκει εἰς τὴν γῆν τῆς Αὐσίτιδος, ἐπὶ τῶν συνόρων τῆς Ἰδουμαίας καὶ τῆς Ἀραβίας, προϋπῆρχε δὲ εἰς αὐτὸν ὄνομα Ἰωβάβ. 17γ Ἀφοῦ δὲ ἔλαβε σύζυγον Ἀράβισσαν, ἐγέννησεν υἱὸν ἐκεῖνον, ποὺ ὠνομάζετο Ἐννών· ἦτο δὲ αὐτὸς ὁ Ἰωβὰβ ἀπὸ πατέρα μὲν τὸν Ζαρέ, ὅστις ἦτο υἱὸς ἐνὸς ἐκ τῶν υἱῶν Ἡσαῦ, ἀπὸ μητέρα δὲ τὴν Βοσόρραν, ὥστε αὐτός (ὁ Ἰωβάβ) ὡς ἔγγονος τοῦ Ἡσαῦ ἦτο πέμπτος ἀπόγονος ἀπὸ τὸν Ἀβραάμ. 17δ Καὶ αὐτοὶ εἶναι οἱ βασιλεῖς, ποὺ ἐβασίλευσαν εἰς τὴν χώραν τῆς Ἐδώμ, τῆς ὁποίας ὑπῆρξε καὶ αὐτὸς ἄρχων ὡς βασιλεύσας ἐν αὐτῇ· πρῶτος βασιλεὺς ὁ Βαλάκ, ὁ υἱὸς τοῦ Βεώρ· καὶ τὸ ὄνομα τῆς πόλεως, εἰς τὴν ὁποίαν εἶχε τὴν ἕδραν του, ἦτο Δενναβά· μετὰ τὸν Βαλὰκ δὲ ἐβασίλευσεν ὁ Ἰωβάβ, ὁ ὁποῖος καλεῖται Ἰώβ· μετὰ τοῦτον δὲ ἐβασίλευσεν ὁ Ἀσώμ, ποὺ ὑπῆρξεν ἡγεμὼν ἀπὸ τὴν Θαιμανίτιδα χώραν· μετὰ τοῦτον δὲ ἐβασίλευσεν ὁ Ἀδάδ, ὁ υἱὸς τοῦ Βαράδ, ποὺ κατέσφαξε τοὺς Μαδιανίτας εἰς τὴν πεδιάδα Μωάβ, καὶ τὸ ὄνομα τῆς πόλεως, ὅπου εἶχε τὴν ἕδραν του, ἦτο Γεθθαίμ. 17ε Οἱ φίλοι του δέ, ποὺ ἦλθαν εἰς ἐπίσκεψίν του, ἦσαν ὁ Ἐλιφάζ, ἀπὸ τοὺς υἱοὺς Ἡσαῦ, βασιλεὺς Θαιμανῶν, Βαλδὰδ βασιλεὺς Σαυχαίων καὶ Σωφὰρ βασιλεὺς Μιναίων.
