Γ΄ Βασιλειών, κεφάλαιο 4
- 1
ΚΑΙ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ ᾿Ισραήλ.
Ο βασιλιᾶς Σολομὼν ἦταν βασιλιᾶς ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ,
- 2
καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ. ᾿Αζαρίας υἱὸς Σαδὼκ
Αὐτοὶ δὲ ἦσαν οἱ ἀνώτατοι ἀξιωματοῦχοι, οἱ ὁποῖοι τὸν ἐβοηθοῦσαν εἰς τὴν διακυβέρνησιν τοῦ βασιλείου του: Ὁ Ἀζαρίας, υἱὸς τοῦ ἀρχιερέως Σαδώκ·
- 3
καὶ ᾿Ελιαρὲφ καὶ ᾿Αχιὰ υἱὸς Σαβὰ γραμματεῖς. καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλὶδ ἀναμιμνήσκων
ὁ Ἐλιαρὲφ καὶ ὁ Ἀχιά, υἱὸς τοῦ Σαβά, γραμματεῖς τοῦ Σολομῶντος. Ὁ Ἰωσαφάτ, υἱὸς τοῦ Ἀχιλίδ, ὁ ὑπομνηματογράφος καὶ χρονογράφος (ἱστοριογράφος).
- 4
καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς δυνάμεως καὶ Σαδὼκ καὶ ᾿Αβιάθαρ ἱερεῖς
Ὁ Βαναίας, υἱὸς τοῦ Ἰωδαέ, ὁ ἀρχιστράτηγος· ὁ Σαδὼκ καὶ ὁ Ἀβιάθαρ, οἱ ἀρχιερεῖς.
- 5
καὶ ᾿Ορνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβούθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως
Ὁ Ὀρνίας, υἱὸς τοῦ Νάθαν, ὁ ἀρχηγὸς τῶν νομαρχῶν· ὁ Ζαβούθ, υἱὸς τοῦ Νάθαν, ὁ ἰδιαίτερος, ὁ ἔμπιστος σύμβουλος τοῦ βασιλιᾶ.
- 6
καὶ ᾿Αχιὴλ ἦν οἰκονόμος καὶ ᾿Ελιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς καὶ ᾿Αδωνιρὰμ υἱὸς ᾿Εφρὰ ἐπὶ τῶν φόρων.
Ὁ Ἀχιὴλ ἦταν ὁ οἰκονόμος τοῦ ἀνακτόρου· ὁ Ἐλιάβ, υἱὸς τοῦ Σάφ, ὁ ἀρχηγὸς τοῦ βασιλικοῦ οἴκου· καὶ ὁ Ἀδωνιράμ, υἱὸς τοῦ Ἐφρά, ὁ ἐπὶ τῆς καταναγκαστικῆς ἐργασίας (ἢ τῶν μεταφορῶν).
- 7
καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα ᾿Ισραὴλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
Ὁ Σολομὼν διώρισε δώδεκα ἀξιωματούχους (νομάρχας) ἐπὶ ὀλοῦ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, οἱ ὁποῖοι ἐπρομήθευαν μὲ τρόφιμα τὸν βασιλιᾶ καὶ τὸ παλάτι του ἀπὸ τὶς περιοχές των. Κάθε ἕνας ἀπὸ αὐτοὺς εἶχε τὴν ὑποχρέωσιν κατὰ τὸν ἰδικόν του μῆνα (τοῦ ἔτους) νὰ ἐφοδιάζῃ καὶ νὰ προμηθεύῃ τὸν βασιλικὸν οἶκον μὲ τρόφιμα.
- 8
καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενὼρ ἐν ὄρει ᾿Εφραίμ, εἷς·
Τὰ ὀνόματα τῶν δώδεκα νομαρχῶν καὶ τῶν περιοχῶν, εἰς τὶς ὁποῖες ἦσαν διωρισμένοι, εἶναι τὰ ἀκόλουθα: Πρῶτος· ὁ Βενὼρ εἰς τὴν ὀρεινὴν περιοχὴν τῆς φυλῆς Ἐφραίμ.
- 9
υἱὸς Δακὰρ ἐν Μαχεμὰς καὶ ἐν Σαλαβὶν καὶ Βαιθσαμὺς καὶ Αἰλὼν ἕως Βηθανάν, εἷς·
Δεύτερος· ὁ υἱὸς τοῦ Ἀακὰρ εἰς τὴν περιοχὴν Μαχεμὰς καὶ εἰς τὴν Σαλαβὶν καὶ εἰς τὴν Βαιθσαμὺς καὶ εἰς τὴν Αἰλὼν μέχρι τὴν Βηθανάν.
- 10
υἱὸς ᾿Εσδὶ ἐν ᾿Αραβώθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ ᾿Οφέρ·
Τρίτος· ὁ υἱὸς τοῦ Ἐσδὶ εἰς τὴν Ἀραβώθ· εἰς αὐτὸν ἀνῆκεν ἐπίσης καὶ ἡ Σωχὼ καὶ ὅλη ἡ περιοχὴ τῆς Ὀφέρ.
- 11
Χαναδὰβ καὶ ᾿Αναφαθέ, ἀνὴρ Ταβλήθ, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·
Τέταρτος· εἰς τὴν περιοχὴν Χαναδὰβ καὶ Ἀναφαθὲ ὁ σύζυγος τῆς Ταβλήθ· ἡ Ταβλήθ, μία ἀπὸ τὶς θυγατέρες τοῦ Σολομῶντος, ἦταν σύζυγός του.
- 12
Βαανὰ υἱὸς ᾿Αχιλὶδ Θαανὰχ καὶ Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ ᾿Εσραὲ καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς·
Πέμπτος· ὁ Βαανά, υἱὸς τοῦ Ἀχιλίδ· εἰς αὐτὸν ἀνῆκαν οἱ πόλεις Θαανὰχ καὶ Μαγεδδῶ καὶ ὅλος ὁ οἶκος Σάν, ποὺ εὑρίσκετο κοντὰ εἰς τὴν πόλιν Σεσαθάν, εἰς τὰ νότια τῆς πεδιάδος Ἐσραὲ καὶ εἰς τὴν περιοχὴν ἀπὸ τὴν Βηθσὰν μέχρι τὴν Σαβελμαουλά, μέχρι τὴν περιοχὴν Μαεβὲρ Λουκάμ.
- 13
υἱὸς Γαβὲρ ἐν Ρεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα ᾿Ερεγαβά, ἣ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς·
Ἕκτος· ὁ υἱὸς τοῦ Γαβὲρ εἰς τὴν Ρεμὰθ Γαλαάδ· εἰς αὐτὸν ἀνῆκεν ἡ περιοχὴ Ἐρεγαβά, ἡ ὁποία εὑρίσκετο εἰς τὴν Βασάν. Εἰς αὐτὴν εὑρίσκοντο ἑξῆντα μεγάλες πόλεις, ὠχυρωμένες μὲ τείχη, εἰς τὶς πύλες τῶν ὁποίων ὑπῆρχαν ὀρειχάλκινες ἀμπάρες.
- 14
᾿Αχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ, εἷς·
Ἕβδομος· ὁ Ἀχιναδάβ, υἱὸς τοῦ Σαδδῶ, εἶχε τὴν ἐπαρχίαν Μααναΐμ.
- 15
᾿Αχιμαὰς ἐν Νεφθαλίμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς·
Ὄγδοος· ὁ Ἀχιμαὰς εἰς τὴν περιοχὴν Νεφθαλίμ· καὶ αὐτὸς ἐπῆρε ὡς σύζυγον τὴν Βασεμμάθ, τὴν ἄλλην θυγατέρα τοῦ Σολομῶντος.
- 16
Βαανᾶ υἱὸς Χουσὶ ἐν ᾿Ασὴρ καὶ ἐν Βααλώθ, εἷς·
Ἔνατος· ὁ Βαανά, υἱὸς τοῦ Χουσί, εἰς τὴν περιοχὴν Ἀσὴρ καὶ εἰς τὴν πόλιν Βααλώθ.
- 17
Σαμαὰ υἱὸς ᾿Ηλὰ ἐν τῷ Βενιαμίν·
Δέκατος· ὁ Σαμαά, υἱὸς τοῦ Ἠλά, εἰς τὴν περιοχὴν τοῦ Βενιαμίν.
- 18
Γαβὲρ υἱὸς ᾿Αδαΐ ἐν τῇ γῇ Γάδ, καὶ Σηὼν βασιλέως τοῦ ᾿Εσεβὼν καὶ ῍Ωγ βασιλέως τοῦ Βασάν· καὶ νασὶφ εἷς ἐν γῇ ᾿Ιούδα·
Ἑνδέκατος· ὁ Γαβέρ, υἱὸς τοῦ Ἀδαΐ, εἰς τὴν περιοχὴν Γὰδ καὶ εἰς τὴν χώραν τοῦ Σηών, (Ἀμορραίου) βασιλιᾶ τῆς πόλεως Ἐσεβών, καὶ τοῦ Ὤγ, βασιλιᾶ τῆς χώρας Βασάν. Ἐκτὸς ἀπὸ αὐτοὺς (τοὺς νομάρχας τῆς περιοχῆς τοῦ βασιλείου Ἰσραήλ) ὑπῆρχεν ἕνας ἀξιωματοῦχος εἰς ὅλην τὴν περιοχὴν τῆς Ἰουδαίας (ἢ κατ' ἄλλην ἑρμηνείαν· ὑπῆρχεν ὁ Νασὶφ εἰς τὴν περιοχὴν τῆς Ἰουδαίας).
- 19
᾿Ιωσαφὰτ υἱὸς Φουασοὺδ ἐν ᾿Ισσάχαρ.
Δωδέκατος νομάρχης ἦταν ὁ Ἰωσαφάτ, υἱὸς τοῦ Φουασούδ· αὐτὸς ἦταν νομάρχης εἰς τὴν περιοχὴν τοῦ Ἰσσάχαρ.
- 20
[Καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἔσθοντες καὶ πίνοντες καὶ εὐφραινόμενοι.]
Οἱ δὲ Ἰουδαῖοι καὶ οἱ Ἰσραηλῖται τοῦ βασιλείου τοῦ Σολομῶντος ἦσαν πλῆθος πάρα πολὺ μεγάλο· ἦσαν τόσοι πολλοί, ὡσὰν τὴν ἄμμον, ποὺ εἶναι εἰς τὴν ἀκροθαλασσιάν! Ὅλο αὐτὸ τὸ μεγάλο πλῆθος ἔτρωγαν καὶ ἔπιναν καὶ διεσκέδαζαν καὶ ἦσαν εὐτυχισμένοι!
