Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Γ΄ ΒΑΣΙΛΕΙΩΝ

Γ΄ Βασιλειών, κεφάλαιο 3

28 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (22)
  1. 1

    [Τῆς δὲ βασιλείας ἑδρασθείσης ἐν χειρὶ Σαλωμὼν ἐπιγαμίαν ἐποιήσατο Σαλωμὼν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυίδ, ἕως οὗ συνετέλεσεν οἰκοδομῶν τὸν οἶκον ἑαυτοῦ καὶ τὸν οἶκον Κυρίου καὶ τὸ τεῖχος ῾Ιερουσαλὴμ κύκλῳ.]

    Όταν πλέον ἡ βασιλεία εἰς τὰ χέρια τοῦ Σολομῶντος ἐστερεώθη καὶ ἰσχυροποιήθη, ὁ Σολομὼν ἔκαμε συμπεθεριὸ μὲ τὸν Φαραώ, τὸν βασιλιᾶ τῆς Αἰγύπτου, ἐνυμφεύθη τὴν θυγατέρα τοῦ Φαραὼ καὶ τὴν ἔφερε καὶ τὴν ἐγκατέστησεν εἰς τὴν πόλιν τοῦ Δαβίδ, μέχρις ὅτου ὠλοκλήρωσε τὸ κτίσιμον τοῦ ἀνακτόρου του καὶ τοῦ ναοῦ τοῦ Θεοῦ καὶ γύρω - γύρω τοῦ τείχους τῆς ὀχυρώσεως τῆς Ἱερουσαλήμ.

  2. 2

    Πλήν ὁ λαὸς ἦσαν θυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήθη οἶκος τῷ Κυρίῳ ἕως τοῦ νῦν.

    Ὁ λαὸς ὅμως προσέφερε θυμίαμα εἰς πολλοὺς καὶ διαφόρους ὑψηλοὺς τόπους, διότι δὲν εἶχεν ἀκόμη κτισθῇ μέχρι τότε ναὸς εἰς τὸ ὄνομα τοῦ Κυρίου.

  3. 3

    καὶ ἠγάπησε Σαλωμὼν τὸν Κύριον πορεύεσθαι ἐν τοῖς προστάγμασι Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔθυε καὶ ἐθυμία.

    Ὁ δὲ Σολομὼν ἀγάπησε τὸν Κύριον καὶ ἐβάδιζε σύμφωνα μέ τις ἐντολὲς καὶ τὶς ὑποθῆκες τοῦ πατέρα του, τοῦ Δαβίδ· ὅμως καὶ αὐτὸς ἐθυσίαζε καὶ προσέφερε θυμίαμα πρὸς τὸν Θεὸν εἰς τοὺς διαφόρους ὑψηλοὺς τόπους, ὅπως ὁ ἄλλος λαός.

  4. 4

    καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαὼν θῦσαι ἐκεῖ, ὅτι αὕτη ὑψηλοτάτη καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαών.

    Καὶ ὁ Σολομὼν ἐξεκίνησε καὶ ἐπῆγε εἰς τὴν Γαβαὼν διὰ νὰ προσφέρῃ ἐκεῖ θυσίαν εἰς τὸν Θεόν· διότι ἡ Γαβαὼν ἦταν κτισμένη εἰς πολὺ ὑψηλὴν τοποθεσίαν καὶ ἦταν (ἐπίσης) πολὺ ἐπίσημος. Ὁ Σολομὼν προσέφερεν εἰς τὸ θυσιαστήριον τῆς Γαβαὼν χίλια ζῶα ὡς θυσίαν ὁλοκαυτώσεως.

  5. 5

    καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπε Κύριος πρὸς Σαλωμών· αἴτησαί τι αἴτημα σεαυτῷ.

    Ἐκεῖ εἰς τὴν Γαβαὼν παρουσιάσθη τὴν νύκτα ἐκείνην εἰς τὸν Σολομῶντα ἐνῷ ἐκοιμᾶτο, ὁ Κύριπς μὲ θεῖον καὶ ἱερὸν καὶ ὑπερφυσικὸν ὄνειρον καὶ τοῦ εἶπε: «Ζήτησέ μου κάποιο αἴτημα διὰ τὸν ἑαυτόν σου».

  6. 6

    καὶ εἶπεν Σαλωμών· σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη·

    Καὶ ὁ Σολομὼν ἀπάντησε: «Σὺ ἔδειξες πάντοτε πολλὴν καλωσύνην καὶ ἐφέρθης μὲ μεγάλην συγκατάβασιν καὶ σταθερὰν ἀγάπην πρὸς τὸν δοῦλον σου Δαβίδ, τὸν πατέρα μου, διότι ἐκεῖνος ἔζησεν ἐνώπιόν σου μὲ ἀλήθειαν, ὑπακοὴν καὶ εἰλικρίνειαν, μὲ δικαιοσύνην, μὲ εὐθύτητα, ἀκεραιότητα καὶ τιμιότητα. Σὺ δὲ τοῦ ἐπεφύλαξες τὴν μεγάλην αὐτὴν συγκατάβασιν καὶ σταθερὰν ἀγάπην σου, να δώσῃς δηλαδὴ ὥστε ὁ υἱός του νὰ τὸν διαδεχθῇ καὶ νὰ καθήσῃ εἰς τὸν θρόνον του, ὅπως τὸ φανερώνει καὶ ἡ σημερινὴ ἡμέρα.

  7. 7

    καὶ νῦν, Κύριε ὁ Θεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυὶδ τοῦ πατρός μου, καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου,

    Τώρα λοιπόν, Κύριε ὁ Θεός μου, σὺ ἀνέδειξες ἐμὲ τὸν δοῦλον σου βασιλιᾶ εἰς τὴν θέσιν τοῦ Δαβίδ, τοῦ πατέρα μου· ἐγὼ δέ, συγκρινόμενος πρὸς ἐκεῖνον, εἶμαι ἀκόμη μικρὸ παιδὶ χωρὶς πεῖραν καὶ δὲν γνωρίζω πῶς νὰ ἀναστρέφωμαι καὶ νὰ συμπεριφέρωμαι εἰς τὴν ζωὴν καὶ πῶς νὰ κυβερνῶ.

  8. 8

    ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω λαὸν πολύν, ὃς οὐκ ἀριθμηθήσεται.

    Ἐκτὸς αὐτῶν ἐγὼ ὁ δοῦλος σου εὑρίσκομαι ὡς βασιλιᾶς μεταξὺ τοῦ λαοῦ σου, τὸν ὁποῖον σὺ ἐξέλεξες καὶ ὁ ὁποῖος εἶναι πλῆθος πολύ, ποὺ δὲν ἠμπορεῖ νὰ ἀριθμηθῇ καὶ νὰ ὑπολογισθῇ.

  9. 9

    καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοῦ συνιεῖν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνηθήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;

    Διὰ τοῦτο χάρισε εἰς ἐμὲ τὸν δοῦλον σου καρδίαν ταπεινὴν καὶ νοῦν ὀξυδερκῆ, ποὺ νὰ ἐννοῇ καὶ νὰ ἀντιλαμβάνεται ὀρθά, ὥστε νὰ ἀκούω, νὰ ἀντιλαμβάνωμαι καὶ νὰ διακρίνω μεταξὺ ἀληθείας καὶ πλάνης; ἀγαθοῦ καὶ κακοῦ καὶ ἔτσι νὰ κρίνω μὲ δικαιοσύνην. Διότι, ἐὰν δὲν χαρίσῃς τὸν ἰδικόν σου φωτισμόν, ποῖος ἠμπορεῖ νὰ κυβερνᾷ τὸν λαόν σου αὐτόν, τὸν τόσον πολύν;»

  10. 10

    καὶ ἤρεσεν ἐνώπιον Κυρίου, ὅτι ᾐτήσατο Σαλωμὼν τὸ ρῆμα τοῦτο,

    Καὶ τὰ ὅσα εἶπεν ὁ Σολομὼν ἐφάνησαν ἀρεστὰ εἰς τὸν Κύριον, διότι ὁ Σολομὼν δὲν ἐζήτησε κάτι ἄλλο, ἀλλ’ ἐζήτησεν αὐτὸ εἰδικῶς τὸ χάρισμα.

  11. 11

    καὶ εἶπε Κύριος πρὸς αὐτόν· ἀνθ᾿ ὧν ᾐτήσω παρ᾿ ἐμοῦ τὸ ρῆμα τοῦτο καὶ οὐκ ᾐτήσω σεαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον, οὐδὲ ᾐτήσω ψυχὰς ἐχθρῶν σου, ἀλλ᾿ ᾐτήσω σεαυτῷ τοῦ συνιεῖν τοῦ εἰσακούειν κρίμα,

    Διὰ τοῦτο ὁ Κύριος τοῦ εἶπεν: «Ἐπειδὴ ἐζήτησες ἀπὸ ἐμὲ τὸ χάρισμα (αἴτημα) αὐτὸ καὶ δὲν ἐζήτησες διὰ τὸν ἑαυτόν σου πολλὰ χρόνια ζωῆς, οὔτε ἐζήτησες πλοῦτον, οὔτε τὸν θάνατον τῶν ἐχθρῶν σου, ἀλλ’ ἐζήτησες διὰ τὸν ἑαυτόν σου τὴν ἱκανότητα νὰ ἀκούῃς, νὰ ἀντιλαμβάνεσαι, νὰ διακρίνῃς τὰ πράγματα καὶ ἔτσι νὰ κρίνῃς μὲ δικαιοσύνην,

  12. 12

    ἰδοὺ πεποίηκα κατὰ τὸ ρῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι.

    νά! ἔκαμα ἀμέσως σύμφωνα μὲ τὸ αἴτημα καὶ τὴν ἐπιθυμίαν σου: Δηλαδή, νά· σοῦ δίδω νοῦν συνετόν, γνωστικόν, ὀξυδερκῆ καὶ σοφόν, τόσον πολύ, ὥστε δὲν ὑπῆρξε καὶ δὲν ἐφάνη ποτὲ πρὶν ἀπὸ σὲ οὔτε καὶ θὰ παρουσιασθῇ μετὰ ἀπὸ σὲ ἄλλος ὅμοιός σου ἄνθρωπος κατὰ τὴν σοφίαν καὶ τὴν σύνεσιν.

  13. 13

    καὶ ἃ οὐκ ᾐτήσω, δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσι·

    Ἀλλὰ σοῦ δίδω ἐπίσης καὶ ἐκεῖνα, τὰ ὁποῖα δὲν μοῦ ἐζήτησες· σοῦ δίδω καὶ πλούτη καὶ δόξαν, τόσα πολλά, ὥστε δὲν ἐφάνη ποτὲ ἄλλος ὅμοιός σου μεταξὺ τῶν βασιλέων.

  14. 14

    καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, καὶ πληθυνῶ τὰς ἡμέρας σου.

    Ἐὰν δὲ εἰς τὴν διαγωγήν σου καὶ εἰς τὸν δρόμον τῆς ζωῆς σου βαδίζῃς καὶ συμπεριφέρεσαι σύμφωνα μὲ τοὺς νόμους, τὶς ἐντολὲς καὶ τὰ προστάγματά μου, ὅπως ἐβάδισε καὶ συμπεριφέρθη ὁ Δαβίδ, ὁ πατέρας σου, τότε καὶ ἐγὼ θὰ ἐπεκτείνω τὶς ἡμέρες τῆς ζωῆς σου· θὰ σὲ μακροημερεύσω».

  15. 15

    καὶ ἐξυπνίσθη Σαλωμών, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς ῾Ιερουσαλὴμ καὶ ἔστη κατὰ πρόσωπον τοῦ θυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαθήκης Κυρίου ἐν Σιὼν καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησε πότον μέγα ἑαυτῷ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ.

    Ὁ Σολομὼν ἐξύπνησε καὶ νά· ἐνόησεν ὅτι ἦταν θεῖον, ἱερὸν καὶ ὑπερφυσικὸν ὄνειρον, εἰς τὸ ὁποῖον τοῦ ἐμίλησε ὁ Θεός. Κατόπιν ἐσηκώθη καὶ ἦλθεν εἰς τὴν Ἱερουσαλὴμ καὶ ἐστάθη ὄρθιος ἐμπρὸς εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, ποὺ εὑρίσκετο ἐμπρὸς εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης εἰς τὴν Σιών. Ἐκεῖ δὲ προσέφερεν εἰς τὸν Θεὸν θυσίες ὁλοκαυτωμάτων καὶ θυσίες εἰρηνικές (εὐχαριστήριες)· καὶ μὲ τὰ κομμάτια τῶν εὐχαριστηρίων θυσιῶν (τὰ ὁποῖα ἀνῆκαν εἰς ἐκείνους ποὺ προσέφεραν τὴν θυσίαν) ἔκαμε μεγάλο ἐορταστικὸν συμπόσιον διὰ τὸν ἑαυτόν του καὶ δι' ὅλους τοὺς δούλους του.

  16. 16

    Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ.

    Τότε παρουσιάσθησαν εἰς τὸν βασιλιᾶ δύο γυναῖκες πόρνες καὶ ἐστάθησαν ὄρθιες ἐμπρός του.

  17. 17

    καὶ εἶπεν ἡ γυνὴ μία· ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αὕτη ᾠκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ.

    Καὶ ἡ μία γυναῖκα εἶπε: «Κύριέ μου, ἄκουσέ με, σὲ παρακαλῶ· ἐγὼ καὶ ἡ γυναῖκα αὐτὴ ἐμέναμε εἰς τὸ ἴδιον σπίτι καὶ ἐγεννήσαμεν καὶ οἱ δύο εἰς τὸ σπίτι αὐτό.

  18. 18

    καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, ἔτεκε καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐθεὶς μεθ᾿ ἡμῶν πάρεξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἴκῳ.

    Καὶ τὴν τρίτην ἡμέραν μετὰ τὴν γέννησιν τοῦ παιδιοῦ μου ἐγέννησε καὶ ἡ γυναῖκα αὐτή. Ἤμεθα καὶ οἱ δύο εἰς τὸ ἴδιον κρεββάτι· δὲν ὑπῆρχε μαζί μας κανένας ἄλλος εἰς τὸ σπίτι, ἐκτὸς ἀπὸ ἐμᾶς τὶς δύο.

  19. 19

    καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπ᾿ αὐτόν·

    Ὅμως ὁ υἱὸς τῆς γυναίκας αὐτῆς ἀπέθανε τὴν νύκτα, διότι αὐτὴ ἐκοιμήθη ἐπάνω του καὶ τὸν ἐπλάκωσε·

  20. 20

    καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου.

    ἐσηκώθη λοιπὸν κατὰ τὰ μεσάνυκτα καί, ἐνῷ ἐκοιμώμουν, ἐπῆρε τὸν υἱόν μου ἀπὸ τὴν ἀγκαλιά μου καὶ τὸν ἐκοίμισεν εἰς τὴν ἀγκαλιά της καὶ τὸν υἱόν της τὸν νεκρὸν τὸν ἔβαλεν εἰς τὴν ἀγκαλιά μου.

  21. 21

    καὶ ἀνέστην τὸ πρωΐ θηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεθνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου, ὃν ἔτεκον.

    Ἐσηκώθηκα δὲ τὸ πρωῒ διὰ νὰ θηλάσω τὸν υἱόν μου, ἀλλ’ ἐκεῖνος ἦταν νεκρός· ὅταν δὲ τὸν ἐκύτταξα ἀπὸ κοντὰ καὶ μὲ προσοχὴν τὸ πρωΐ, νά· διεπίστωσα ὅτι αὐτὸς δὲν ἦταν ὁ υἱός μου, τὸν ὁποῖον ἐγὼ ἐγέννησα».

  22. 22

    καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα· οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεθνηκώς. καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως.

    Καὶ ἡ ἄλλη γυναῖκα εἶπεν: «Ὄχι! τὸ παιδὶ τὸ ζωντανὸ εἶναι ὁ υἱός μου· ὁ δὲ υἱός σου εἶναι τὸ νεκρὸ παιδί!» Ἔτσι ἐμίλησαν καὶ αὐτὰ εἶπαν οἱ γυναῖκες ἐμπρὸς εἰς τὸν Σολομῶντα.

  23. 23

    καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς· σὺ λέγεις· οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς. καὶ σὺ λέγεις· οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεθνηκώς.

    Τότε ὁ βασιλιᾶς τοὺς εἶπε: «Σύ, ἡ μία, λέγεις· «τὸ παιδὶ αὐτὸ τὸ ζωντανὸ εἶναι ὁ υἱός μου καὶ ὁ υἱὸς ἐκείνης εἶναι τὸ νεκρὸ παιδί». Καὶ σύ, ἡ ἄλλη, λέγεις· «ὄχι! τὸ παιδὶ τὸ ζωντανὸ εἶναι ὁ υἱός μου, καὶ ὁ υἱός σου εἶναι τὸ νεκρὸ παιδί».

  24. 24

    καὶ εἶπεν ὁ βασιλεύς· λάβετέ μοι μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως.

    Καὶ ἐπρόσθεσε ὁ βασιλιᾶς: «Φέρτε μου ἕνα μαχαίρι «ξίφος». Οἱ ὑπηρέται ἔφεραν τὸ μαχαίρι εἰς τὸν βασιλιᾶ.

  25. 25

    καὶ εἶπεν ὁ βασιλεύς· διέλετε τὸ παιδίον τὸ ζῶν τὸ θηλάζον εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ.

    Τότε ὁ βασιλιᾶς εἶπε: «Μοιράστε τὸ παιδὶ τὸ ζωντανό, ποὺ θηλάζει, εἰς δύο καὶ δῶστε τὸ μισό (ἀπ’ αὐτό) εἰς αὐτὴν καὶ τὸ ἄλλο μισὸ εἰς τὴν ἄλλην γυναῖκα».

  26. 26

    καὶ ἀπεκρίθη ἡ γυνή, ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπε πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδίον καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· καὶ αὕτη εἶπε· μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω, διέλετε.

    Τότε ἡ γυναῖκα, εἰς τὴν ὁποίαν ἀνῆκε τὸ ζωντανὸ παιδί, ἐπειδὴ συνεκινήθη βαθεία καὶ ἐταράχθησαν τὰ μητρικά της σπλάγχνα ἀπὸ ἀγάπην πρὸς τὸ παιδί της, ἀπεκρίθη πρὸς τὸν βασιλιᾶ καὶ τοῦ εἶπε: «Σὲ παρακαλῶ, κύριέ μου, ἄκουσέ με· δῶστε τὸ παιδὶ εἰς αὐτὴν καὶ μὴ τὸ θανατώσετε μὲ κανένα τρόπον!» Ἡ ἄλλη ὅμως εἶπε: «Νὰ μὴ δοθῇ οὔτε εἰς ἐμὲ οὔτε εἰς αὐτήν· μοιράστε το εἰς τὰ δύο!»

  27. 27

    καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε· δότε τὸ παιδίον τῇ εἰπούσῃ· δότε αὐτῇ αὐτὸ καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη ἡ μήτηρ αὐτοῦ.

    Τότε ὁ βασιλιᾶς ἀπεκρίθη καὶ εἶπε: «Δῶστε τὸ παιδὶ εἰς τὴν γυναῖκα ποὺ εἶπε· «δῶστε τὸ παιδὶ εἰς αὐτὴν καὶ μὴ τὸ θανατώσετε μὲ κανένα τρόπον»· δῶστε τὸ εἰς αὐτήν, διότι αὐτὴ εἶναι ἡ πραγματική του μητέρα»,

  28. 28

    καὶ ἤκουσαν πᾶς ᾿Ισραὴλ τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.

    Καὶ ὅλοι οἱ Ἰσραηλῖται ἄκουσαν τὴν κρίσιν καὶ ἀπόφασιν αὐτήν, ποὺ ἐξέδωκεν ὁ βασιλιᾶς, καὶ ἠσθάνθησαν βαθὺν σεβασμὸν καὶ ἱερὸν δέος ἀπέναντί του· διότι ἀντελήφθησαν ὅτι εἰς αὐτὸν ὑπῆρχεν ἡ σοφία τοῦ Θεοῦ, σοφία ποὺ ὑπερβαίνει τὰ ἀνθρώπινα μέτρα· σοφία τέτοια, ὥστε νὰ διακρίνῃ ὀρθὰ καὶ νὰ ἀποδίδη δικαιοσύνην.