Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Γ΄ ΒΑΣΙΛΕΙΩΝ

Γ΄ Βασιλειών, κεφάλαιο 22

54 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (22)
  1. 1

    ΚΑΙ ἐκάθισε τὰ τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον ᾿Ισραήλ.

    Ο Ἀχαὰβ ἔμεινεν εἰς τὴν Σαμάρειαν τρία χρόνια καὶ κατὰ τὸ διάστημα αὐτὸ δὲν ὑπῆρξε πόλεμος μεταξὺ τῆς Συρίας καὶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ.

  2. 2

    καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα πρὸς βασιλέα ᾿Ισραήλ.

    Κατὰ δὲ τὸ τρίτον ἔτος συνέβη τοῦτο: Ὁ Ἰωσαφάτ, ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα, κατέβη διὰ νὰ ἐπισκεφθῇ τὸν Ἀχαάβ, τὸν βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰσραήλ.

  3. 3

    καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ· εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμὰθ Γαλαάδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας;

    Καὶ ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ εἶπε πρὸς τοὺς ὑπηρέτες (ἀξιωματούχους) του: «Ἀφοῦ γνωρίζετε ὅτι ἡ πόλις Ρεμμὰθ τῆς περιοχῆς Γαλαὰδ εἶναι ἰδική μας, διατὶ ἐμεῖς σιωπῶμεν καὶ δὲν κάμνομεν τίποτε, ὥστε νὰ τὴν πάρωμεν πίσω ἀπὸ τὰ χέρια τοῦ βασιλιᾶ τῆς Συρίας;»

  4. 4

    καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἀναβήσῃ μεθ᾿ ἡμῶν εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον;

    Καὶ ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ἐρώτησε τὸν Ἰωσαφάτ: «Θὰ ἔλθῃς καὶ σὺ μαζί μας εἰς τὸν πόλεμον διὰ τὴν κατάκτησιν τῆς πόλεως Ρεμμάθ, ποὺ εὑρίσκεται εἰς τὴν περιοχὴν Γαλαάδ;»

  5. 5

    καὶ εἶπεν ᾿Ιωσαφάτ· καθὼς ἐγὼ καὶ σὺ οὕτως, καθὼς ὁ λαός μου ὁ λαός σου, καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου. καὶ εἶπεν ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα πρὸς βασιλέα ᾿Ισραήλ· ἐπερωτήσατε δὴ σήμερον τὸν Κύριον.

    Ὁ Ἰωσαφὰτ ἀπάντησε: «Ὅπως εἶμαι ἐγώ, ἔτσι εἶσαι καὶ σύ· ὅπως εἶναι ὁ λαός μου, ἔτσι εἶναι καὶ ὁ λαός σου· ὅπως εἶναι τὸ ἱππικόν μου, ἔτσι εἶναι καὶ τὸ ἱππικόν σου· ἕτοιμος εἶμαι, ὅταν θὰ εἶσαι καὶ σύ· ὅπως ἐπίσης καὶ οἱ στρατιῶταί μου καὶ τὸ ἱππικόν μου». «Ὅμως», ἐπρόσθεσε ὁ βασιλιᾶς Ἰωσαφὰτ πρὸς τὸν βασιλιᾶ τῦυ Ἰσραήλ, «συμβουλευθῆτε, παρακαλῶ, σήμερα διὰ τὸ ζήτημα αὐτὸ τὸν Κύριον».

  6. 6

    καὶ συνήθροισεν ὁ βασιλεὺς ᾿Ισραὴλ πάντας τοὺς προφήτας, ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· εἰ πορευθῶ εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπον· ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.

    Ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ἐμάζευσεν ὅλους τοὺς ψευδοπροφῆτες, περίπου τετρακοσίους ἄνδρες, καὶ τοὺς ἐρώτησε: «Πρέπει νὰ προχωρήσω εἰς πόλεμον ἐναντίον τῆς πόλεως Ρεμμὰθ τῆς περιοχῆς Γαλαάδ, ἢ πρέπει νὰ ἀποφύγω τὸν πόλεμον;» Ἐκεῖνοι τοῦ ἀπάντῆσαν: «Προχώρησε καὶ ὁ Κύριος θὰ παραδώσῃ ὁπωσδήποτε τὴν πόλιν εἰς τὰ χέρια (σου) τοῦ βασιλιᾶ».

  7. 7

    καὶ εἶπεν ᾿Ιωσαφὰτ πρὸς βασιλέα ᾿Ισραήλ· οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου καὶ ἐπερωτήσομεν τὸν Κύριον δι᾿ αὐτοῦ;

    Τότε ὁ Ἰωσαφὰτ εἶπεν εἰς τὸν βασιλιᾶ του Ἰσραήλ: «Δὲν ὑπάρχει ἐδῶ, ἐκτὸς ἀπὸ αὐτούς, προφήτης τοῦ ἀληθινοῦ Θεοῦ, ὥστε νὰ συμβουλευθῶμεν τὸν Κύριον μέσῳ αὐτοῦ;»

  8. 8

    καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· εἷς ἐστιν ἀνὴρ εἰς τὸ ἐπερωτῆσαι δι᾿ αὐτοῦ τὸν Κύριον, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά, ἀλλ᾿ ἢ κακά, Μιχαίας υἱὸς ᾿Ιεμβλαά. καὶ εἶπεν ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα· μὴ λεγέτω ὁ βασιλεὺς οὕτως.

    Ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ἀπάντησε εἰς τὸν Ἰωσαφάτ: «Ὑπάρχει ἀκόμη ἕνας ἄνθρωπος (προφήτης) διὰ νὰ ἐρωτήσωμεν τὸν Κύριον μέσῳ αὐτοῦ, ἐγὼ ὅμως τὸν ἔχω μισήσει, διότι οὐδέποτε προφητεύει δι’ ἐμὲ εὐχάριστα, ἀλλὰ δυσάρεστα· ὁ Προφήτης αὐτὸς εἶναι ὁ Μιχαίας, ὁ υἱὸς τοῦ Ἰεμβλαά». Ὁ Ἰωσαφάτ, ὁ βασιλιᾶς τοῦ Ἰουδαϊκο λαοῦ, εἶπεν εἰς τὸν Ἀχαάβ: «Δὲν πρέπει νὰ ὁμιλῇ ἔτσι ὁ βασιλιᾶς διὰ τὸν Προφήτην αὐτόν».

  9. 9

    καὶ ἐκάλεσεν ὁ βασιλεὺς ᾿Ισραὴλ εὐνοῦχον ἕνα καὶ εἶπε· τὸ τάχος Μιχαίαν υἱὸν ᾿Ιεμβλαά.

    Τότε ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ἐκάλεσεν ἕνα εὐνοῦχον αὐλικὸν καὶ τοῦ εἶπε: «Πήγαινε γρήγορα καὶ κάλεσε ἀμέσως τὸν Μιχαίαν, τὸν υἱὸν τοῦ Ἰεμβλαά»!

  10. 10

    καὶ ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν.

    Καὶ ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ καὶ ὁ Ἰωσαφάτ, ὁ βασιλιᾶς τοῦ Ἰούδα, ἐκάθηντο ὁ καθένας εἰς τὸν φορητὸν θρόνον του, ντυμένοι τὴν πολεμικὴν (κατὰ τὸ Ἑβραϊκόν: Τὴν βασιλικήν) των στολήν, εἰς τὸν ἀνοικτὸν χῶρον ἐμπρὸς ἀπό τις πύλες τῆς Σαμαρειας· καὶ ὅλοι οἱ ψευδοπροφῆται ἐπροφήτευαν ἐμπρός των.

  11. 11

    καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χανανὰ κέρατα σιδηρᾶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως συντελεσθῇ.

    Καὶ ἕνας ἀπὸ αὐτούς, ὁ Σεδεκίας, ὁ υἱὸς τοῦ Χανανά, κατεσκεύασε διὰ τὸν ἑαυτόν του κέρατα σιδερένια καὶ εἶπεν: «Αὐτὰ λέγει ὁ Κύριος· μὲ αὐτὰ θὰ κτυπήσῃς τοὺς Σύρους, μέχρις ὅτου τοὺς συντρίψῃς ἐντελῶς».

  12. 12

    καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες· ἀνάβαινε εἰς Ρεμμὰθ Γαλαάδ, καὶ εὐοδώσει καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας.

    Καὶ ὅλοι οἱ ψευδοπροφῆται τὰ ἴδια ἐπροφήτευαν καὶ ἔλεγαν: «Προχώρει ἐναντίον τῆς πόλεως Ρεμμὰθ τῆς περιοχῆς Γαλαάδ, καὶ θὰ ἐπιτύχῃ ἡ ἐπίθεσίς σου, ὁ δὲ Κύριος θὰ παραδώσῃ εἰς τὰ χέρια σου καὶ αὐτὸν ἀκόμη τὸν βασιλιᾶ τῆς Συρίας».

  13. 13

    καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαίαν ἐλάλησεν αὐτῷ λέγων· ἰδοὺ δὴ λαλοῦσι πάντες οἱ προφῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς τοὺς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά.

    Ἐν τῷ μεταξὺ ὁ ἀγγελιαφόρος, ποὺ ἐπῆγε νὰ καλέσῃ τὸν Μιχαίαν, ἐμίλησε εἰς αὐτὸν καὶ τοῦ εἶπε: «Νά· ὅλοι οἱ προφῆται ὁμιλοῦν μὲ ἕνα στόμα καὶ λέγουν εὐχάριστα πράγματα εἰς τὸν βασιλιᾶ· γίνε λοιπὸν καὶ σὺ εἰς τὰ λόγια σου εὐχάριστος, ὅπως τὰ λόγια καθενὸς ἀπ’ αὐτούς· μίλησε καὶ πὲς εὐχάριστα πράγματα εἰς τὸν βασιλιᾶ».

  14. 14

    καὶ εἶπε Μιχαίας· ζῇ Κύριος, ὅτι ἃ ἐὰν εἴπῃ Κύριος πρός με, ταῦτα λαλήσω.

    Ὁ Μιχαίας ὅμως τοῦ ἀπάντησε: «Ζῇ ὁ Θεὸς καὶ εἶναι μάρτυς τῶν ὅσων θὰ βεβαιώσω· ὁρκίζομαι λοιπὸν εἰς Αὐτὸν ὅτι ἐκεῖνα, ποὺ θὰ μοῦ εἰπῇ ὁ Κύριος, αὐτὰ καὶ θὰ εἰπῶ εἰς τὸν βασιλιᾶ».

  15. 15

    καὶ ἦλθε πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Μιχαία, εἰ ἀναβῶ εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίσχω; καὶ εἶπεν· ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.

    Ὁ Μιχαίας παρουσιάσθη εἰς τὸν βασιλιᾶ καὶ ὁ βασιλιᾶς τοῦ εἶπε: «Μιχαία, πρέπει νὰ προχωρήσω εἰς πόλεμον ἐναντίον τῆς πόλεως Ρεμμὰθ τῆς περιοχῆς Γαλαάδ, ἢ πρέπει νὰ ἀποφύγω τὸν πόλεμον;» Ὁ Μιχαίας τοῦ ἀπάντησε (εἰρωνικῶς): «Προχώρει καὶ ὁ Κύριος θὰ κάμῃ, ὥστε νὰ ἐπιτύχῃ ὁ πόλεμος, θὰ παραδώσῃ δὲ εἰς τὰ χέρια (σου) τοῦ βασιλιᾶ τὴν πόλιν».

  16. 16

    καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι Κυρίου;

    Τότε ὁ βασιλιᾶς Ἀχαάβ εἶπεν εἰς τὸν Μιχαίαν: «Πόσες φορὲς σὲ ἐκάλεσα, διὰ νὰ μοῦ εἰπῇς μὲ ὅρκον τὴν ἀλήθειαν εἰς τὸ ὄνομα τοῦ Κυρίου;»

  17. 17

    καὶ εἶπε Μιχαίας· οὐχ οὕτως. ἑώρακα πάντα τὸν ᾿Ισραὴλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον, ᾧ οὐκ ἔστι ποιμήν, καὶ εἶπε Κύριος· οὐ κύριος τούτοις Θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω.

    Ὁ Μιχαίας τοῦ ἀπάντησε: «Λοιπόν, δὲν θὰ γίνῃ Ὅπως σοῦ εἶπα προηγουμένως. Βλέπω ὅλον τὸν Ἰσραηλιτικὸν λαὸν νὰ εἶναι σκορπισμένος εἰς τὰ βουνά, ὡς ἕνα κοπάδι παραμελημένον, ποὺ δὲν ἔχει βοσκὸν νὰ τὸ προφυλάξῃ καὶ να τὸ ὁδηγήσῃ εἰς τόπους βοσκῆς. Καὶ ὁ Κύριος εἶπε: «Τοῦ σκορπισμένου αὐτοῦ λαοῦ ἡγέτης δὲν εἶναι ὁ Θεός; Ἂς ἐπιστρέψῃ ὁ καθένας τους εἰρηνικὰ εἰς τὸ σπίτι του».

  18. 18

    καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα· οὐκ εἶπα πρός σε ὅτι οὐ προφητεύει οὗτός μοι καλά, διότι ἀλλ᾿ ἢ κακά;

    Μετὰ τὴν ἀπάντησιν αὐτὴν τοῦ Μιχαία ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραὴλ εἶπεν εἰς τὸν Ἰωσαφάτ, τὸν βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα: «Δὲν σοῦ εἶπα ὅτι αὐτὸς δὲν προφητεύει δι' ἐμὲ εὐχάριστα πράγματα, παρὰ μόνον δυσάρεστα;»

  19. 19

    καὶ εἶπε Μιχαίας· οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ρῆμα Κυρίου, οὐχ οὕτως· εἶδον Θεὸν ᾿Ισραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων.

    Τότε ὁ Μιχαίας ἀπάντησε: «Δὲν εἶναι τὰ πράγματα ἔτσι, ὅπως ἐπιμένεις· δὲν προφητεύω ἐγὼ αὐθαιρέτως καὶ ἀπὸ τὸν ἑαυτόν μου. Πρόσεξε εἰς τὸν λόγον τοῦ Κυρίου· πρόσεξε λοιπόν, διὰ νὰ βεβαιωθῇς ὅτι τὰ πράγματα δὲν εἶναι ἔτσι, ὅπως ἐπιμένεις. Εἶδα μὲ τὰ μάτια τῆς διανοίας εἰς ἔκστασιν προφητικὴν τὸν Θεὸν τοῦ Ἰσραηλιτικοῦ λαοῦ νὰ κάθεται ἐπάνω εἰς τὸν θρόνον του καὶ ὅλες οἱ οὐράνιες ἀγγελικὲς δυνάμεις νὰ στέκωνται γύρω ἀπὸ τὸν θρόνον του, εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερά του.

  20. 20

    καὶ εἶπε Κύριος· τίς ἀπατήσει τὸν ᾿Αχαὰβ βασιλέα ᾿Ισραὴλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ρεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος οὕτως.

    Καὶ ὁ Κύριος ἐρωτησε: «Ποιὸς θὰ ἀπατήσῃ καὶ θὰ πείσῃ τὸν Ἀχαάβ, τὸν βασιλιᾶ τοῦ Ἰσραήλ, ὥστε νὰ προχωρήσῃ εἰς πόλεμον κατὰ τῆς πόλεως Ρεμμὰθ τῆς περιοχῆς Γαλαὰδ καὶ ἔτσι νὰ σκοτωθῇ ἐκεῖ;» Καὶ ὁ ἕνας ἀπὸ τοὺς ἀγγέλους ἔλεγε «μὲ αὐτὸν τὸν τρόπον », ὁ δὲ ἄλλος ἔλεγε «μὲ ἐκεῖνον τὸν τρόπον»·

  21. 21

    καὶ ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν.

    μέχρις ὅτου παρουσιάσθη ἕνα πνεῦμα, τὸ ὁποῖον ἐστάθη ἐμπρὸς εἰς τὸν Κύριον καὶ εἶπεν: «Ἐγὼ θὰ τὸν ἀπατήσω καὶ θὰ τὸν πείσω νὰ προχωρήσῃ εἰς τὸν πόλεμον αὐτόν!»

  22. 22

    καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἐν τίνι; καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καί γε δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτως.

    Καὶ ὁ Κύριος τὸ ἐρώτησε: «Μὲ ποῖον τρόπον;» Τὸ πνεῦμα ἀπάντησε: «Θὰ φύγω ἀπὸ ἐδῶ καὶ θὰ γίνω πνεῦμα, ποὺ θὰ λαλήσῃ ψεύδη εἰς τὸ στόμα ὅλων τῶν ψευδοπροφητῶν τοῦ Ἀχαάβ». Καὶ ὁ Θεὸς τοῦ εἶπε: «Θὰ τὸν ἀπατήσῃς πράγματι καὶ θὰ ἐπιτύχῃς νὰ τὸν πείσῃς νὰ προχωρήση εἰς τὸν πόλεμον. Λοιπόν· φύγε ἀπὸ ἐδῶ καὶ κάμε ἔτσι, ὅπως ἀκριβῶς εἶπες».

  23. 23

    καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.

    Ὁ Μιχαίας ἐπρόσθεσε: «Καὶ νά, τὶ συνέβη· ὁ Κύριος ἔβαλε πνεῦμα ψεύδους καὶ πλάνης εἰς τὸ στόμα ὅλων αὐτῶν τῶν ψευδοπροφητῶν σου· ὁ ἴδιος ὁ Κύριος ἐμίλησε διὰ σέ, Ἀχαάβ, δυσάρεστα· εἶπεν ὅτι σὲ περιμένει ἧττα καὶ καταστροφή!»

  24. 24

    καὶ προσῆλθε Σεδεκίας υἱὸς Χανανὰ καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπε· ποῖον πνεῦμα Κυρίου τὸ λαλῆσαν ἐν σοί;

    Τότε ἐπλησίασεν ὁ Σεδεκίας, ὁ υἱὸς τοῦ Χανανά, καὶ ἐκτύπησε τὸν Μιχαίαν εἰς τὸ πρόσωπον καὶ τοῦ εἶπε: «Ποιὸ εἶναι τὸ πνεῦμα Κυρίου, ποὺ ἐμίλησε καὶ σοῦ ἀπεκάλυψεν αὐτά;»

  25. 25

    καὶ εἶπε Μιχαίας· ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλθῃς ταμιεῖον τοῦ ταμιείου τοῦ κρυβῆναι ἐκεῖ.

    Ὁ Μιχαίας τοῦ ἀπάντησε: «Νά· σὺ θὰ ἐννοήσῃς ποιὸ πνεῦμα μοῦ ἐμίλησε, κατὰ τὴν ἡμέραν ἐκείνην ποὺ θὰ μάθῃς τὴν ἧτταν τοῦ Ἀχαάβ, καὶ θὰ τρέξῃς τρομοκρατημένος εἰς τὸ ἐσωτερικώτερον μέρος τοῦ ἐσωτερικοῦ δωματίου σου διὰ νὰ κρυφθῇς καὶ νὰ σωθῇς».

  26. 26

    καὶ εἶπεν ὁ βασιλεὺς ᾿Ισραήλ· λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ ᾿Ιωὰς υἱῷ τοῦ βασιλέως

    Κατόπιν αὐτῶν ὁ βασιλιᾶς τοῦ Ἰσραηλιτικοῦ λαοῦ διέταξε: «Συλλάβετε τὸν Μιχαίαν καὶ ὁδηγήστέ τον εἰς τὸν Σεμήρ, τὸν ἄρχοντα τῆς πόλεως αὐτῆς. Καὶ εἰς τὸν Ἰωάς, τὸν υἱὸν τοῦ ἄρχοντος αὐτοῦ,

  27. 27

    εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.

    πέστε νὰ τὸν ρίψῃ εἰς τὴν φυλακὴν καὶ νὰ τοῦ δίδῃ νὰ τρώγῃ ψωμὶ ἐλάχιστον καὶ κατωτέρας ποιότητος καὶ νὰ πίνῃ ἐλάχιστον καὶ θολὸ νερὸ μέχρις ὅτου ἐπιστρέψω ἀπὸ τὸν πόλεμον, ποὺ θὰ ἐπιχειρήσω, εἰρηνικὸς καὶ νικητής».

  28. 28

    καὶ εἶπε Μιχαίας· ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκε Κύριος ἐν ἐμοί.

    Ὁ Μιχαίας τότε εἶπε πρὸς τὸν Ἀχαάβ: «Ἐὰν ἐπιστρέψῃς πράγματι νικητὴς ἀπὸ τὸν πόλεμον αὐτόν, δὲν μοῦ τὸ ἔχει εἰπεῖ ὁ Κύριος».

  29. 29

    καὶ ἀνέβη βασιλεὺς ᾿Ισραὴλ καὶ ᾿Ιωσαφὰτ βασιλεὺς ᾿Ιούδα μετ᾿ αὐτοῦ εἰς Ρεμμὰθ Γαλαάδ.

    Ὁ Ἀχαάβ, ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραήλ, καὶ μαζί του ὁ Ἰωσαφάτ, ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα, ἀνέβησαν διὰ νὰ ἐπιτεθοῦν κατὰ τῆς πόλεως Ρεμμὰθ τῆς περιοχῆς Γαλαάδ.

  30. 30

    καὶ εἶπε βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα· συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς ᾿Ισραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.

    Καὶ ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραὴλ εἶπεν εἰς τὸν Ἰωσαφάτ, τὸν βασιλιᾶ του βασιλείου τοῦ Ἰούδα: «Ἐγὼ θὰ μεταμφιεσθῶ καὶ θὰ λάβω μέρος εἰς τὴν μάχην ὡς ἁπλὸς καὶ ἄγνωστος στρατιώτης, σὺ δὲ φόρεσε τὴν ἰδικήν μου βασιλικὴν στολήν». Ἔτσι ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραὴλ μετημφιέσθη καὶ ἐρρίφθη εἰς τὴν μάχην.

  31. 31

    καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶ λέγων· μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν, ἀλλ᾿ ἢ τὸν βασιλέα ᾿Ισραὴλ μονώτατον.

    Ἀλλ' ὁ βασιλιᾶς τῆς Συρίας ἔδωσε διαταγὴν εἰς τοὺς τριάντα δύο ἀξιωματικοὺς τῶν πολεμικῶν του ἁρμάτων καὶ τοὺς εἶπε: «Μὴ πολεμεῖτε ἐναντίον μικροῦ ἢ μεγάλου ἐχθροῦ, ἀλλὰ μόνον ἐναντίον τοῦ ἰδίου τοῦ βασιλιᾶ του βασιλείου τοῦ Ἰσραήλ».

  32. 32

    καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν ᾿Ιωσαφὰτ βασιλέα ᾿Ιούδα, καὶ αὐτοὶ εἶπαν· φαίνεται βασιλεὺς ᾿Ισραὴλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι, καὶ ἀνέκραξεν ᾿Ιωσαφάτ.

    Καὶ συνέβη τοῦτο: Μόλις οἱ ἀξιωματικοὶ τῶν πολεμικῶν ἁρμάτων εἶδαν τὸν Ἰωσαφάτ, τὸν βασιλιᾶ του βασιλείου τοῦ Ἰούδα, εἶπαν μεταξύ των: «Νά· ἐφάνη αὐτὸς ὁ ἴδιος ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραήλ». Καὶ ἀμέσως τὸν περιεκύκλωσαν διὰ νὰ τὸν κτυπήσουν καὶ τὸν σκοτώσουν. Ἀλλ’ ὁ Ἰωσαφὰτ ἐφώναξε δυνατά!

  33. 33

    καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστι βασιλεὺς ᾿Ισραὴλ οὗτος, καὶ ἀνέστρεψαν ἀπ᾿ αὐτοῦ.

    Καὶ τότε συνέβη τοῦτο: Μόλις οἱ ἀξιωματικοὶ τῶν πολεμικῶν ἁρμάτων ἀντελήφθησαν ὅτι αὐτὸς δὲν ἦταν ὁ βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰσραήλ, ἀπεχώρησαν καὶ ἐσταμάτησαν νὰ τὸν πολεμοῦν.

  34. 34

    καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξε τὸν βασιλέα ᾿Ισραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος. καὶ εἶπε τῷ ἡνιόχῳ αὐτοῦ· ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι.

    Κάποιος ὅμως Σύρος ἐτέντωσε τὴν χορδὴν τοῦ τόξου του καὶ ἐπέτυχε νὰ κτυπήσῃ τυχαίως τὸν βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰσραὴλ μεταξὺ τοῦ πνεύμονος καὶ τοῦ θώρακος. Τότε ὁ Ἀχαὰβ εἶπεν εἰς τὸν ὁδηγὸν τοῦ πολεμικοῦ του ἅρματος: «Γύρισε πίσω τὸ ἅρμα καὶ ὁδήγησέ με ἔξω ἀπὸ τὸ πεδίον τῆς μάχης, διότι ἔχω πληγωθὴ σοβαρά!»

  35. 35

    καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἀπὸ πρωΐ ἕως ἑσπέρας καὶ ἐπέχυνε τὸ αἷμα ἀπὸ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος.

    Ἀλλὰ κατὰ τὴν ἡμέραν ἐκείνην ὁ πόλεμος ἔγινε πάρα πολὺ σκληρὸς καὶ ἄγριος. Διὰ τοῦτο ὁ ὁδηγὸς τοῦ ἅρματος δὲν ἠμπόρεσε νὰ τὸ ἀποσύρῃ ἕνεκα τῆς μανίας τοῦ πολέμου καὶ ἔτσι ὁ βασιλιᾶς Ἀχαὰβ ἐστέκετο ἐπάνω εἰς τὸ πολεμικόν του ἅρμα ἀπέναντι ἀπὸ τὸν στρατὸν τῶν Σύρων καὶ συνέχιζε τὸν πόλεμον ἀπὸ τὸ πρωΐ μέχρι τὸ βράδυ· καὶ τὸ αἷμα ἀπὸ τὸ τραῦμα τοῦ Ἀχαὰβ ἔτρεχεν εἰς τὸ ἐσωτερικόν (τὸ κοίλωμα τῆς βάσεως) τοῦ πολεμικοῦ του ἅρματος. Καὶ ἀπὸ τὴν πολλὴν αἱμορραγίαν ἀπέθανεν ὁ Ἀχαὰβ τὸ βράδυ. Καὶ ἐχύνετο τὸ αἷμα ἀπὸ τὴν πληγὴν εἰς τὸ ἐσωτερικόν (τὸ κοίλωμα τῆς βάσεως) τοῦ πολεμικοῦ του ἅρματος.

  36. 36

    καὶ ἔστη ὁ στρατοκήρυξ δύοντος τοῦ ἡλίου λέγων· ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν,

    Ἐστάθη δὲ ὄρθιος ὁ κήρυκας τοῦ Ἰσραηλιτικοῦ στρατοῦ κατὰ τὴν δύσιν τοῦ ἡλίου καὶ ἐφώναξεν: «Ὁ καθένας ἂς φύγῃ καὶ ἂς πάῃ εἰς τὴν πόλιν του καὶ εἰς τὴν χώραν του,

  37. 37

    ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.

    διότι ἀπέθανεν ὁ βασιλιᾶς». Καὶ οἱ ἄνδρες τοῦ βασιλιᾶ ἦλθαν καὶ μετέφεραν τὸν Ἀχαὰβ εἰς τὴν Σαμάρειαν καὶ ἔθαψαν τὸν νεκρὸν βασιλιᾶ εἰς τὴν Σαμάρειαν.

  38. 38

    καὶ ἀπένιψαν τὸ αἷμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησε.

    Καὶ ἐξέπλυναν τὸ αἷμα του ἀπὸ τὸ πολεμικὸν ἅρμα εἰς τὴν πηγήν (κατ’ ἄλλην γραφήν: Τὴν λιμνούλα) τῆς Σαμαρείας. Ἔγλειψαν δὲ οἱ χοῖροι καὶ τὰ σκυλιὰ τὸ αἷμα τοῦ Ἀχαὰβ καὶ οἱ πόρνες γυναῖκες ἐλούσθησαν εἰς τὸ αἷμα του, σύμφωνα μὲ τὸν λόγον τοῦ Κυρίου, τὸν ὁποῖον εἶπε περὶ τοῦ Ἀχαὰβ διὰ τοῦ προφήτου Ἠλία.

  39. 39

    καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αχαὰβ καὶ πάντα, ἃ ἐποίησε, καὶ οἶκον ἐλεφάντινον, ὃν ᾠκοδόμησε, καὶ πάσας τὰς πόλεις, ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ισραήλ;

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ἀχαὰβ καὶ ὅλα, ὅσα ἔκαμε, καὶ τὸ ἐλεφάντινον (φιλντισένιο) παλάτι, τὸ ὁποῖον ἔκτισε, καὶ ὅλες οἱ πόλεις, τὶς ὅποιες ἔκτισε, νά· ὅλα αὐτὰ δὲν εἶναι γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰσραήλ»;

  40. 40

    καὶ ἐκοιμήθη ᾿Αχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν ᾿Οχοζίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

    Καὶ ὁ Ἀχαὰβ ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ὀχοζίας, ὁ υἱός του.

  41. 41

    Καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Ασὰ ἐβασίλευσεν ἐπὶ ᾿Ιούδαν· ἐν ἔτει τετάρτῳ τοῦ ᾿Αχαὰβ βασιλέως ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Ιωσαφάτ.

    Καὶ ὁ Ἰωσαφάτ, ὁ υἱὸς τοῦ Ἀσά, ἐβασίλευσεν εἰς τὸ βασίλειον τοῦ Ἰούδα. Κατὰ τὸ τέταρτον ἔτος τοῦ Ἀχαάβ, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰσραήλ, ἄρχισε νὰ βασιλεύῃ ὁ Ἰωσαφάτ.

  42. 42

    υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αζουβὰ θυγάτηρ Σαλαΐ.

    Ὁ Ἰωσαφὰτ ἦταν τριάντα πέντε ἐτῶν, ὅταν ἄρχισε νὰ βασιλεύῃ, ἐβασίλευσε δὲ εἴκοσι πέντε χρόνια μὲ πρωτεύουσαν τὴν Ἱερουσαλήμ. Τὸ ὄνομα τῆς μητέρας του ἦταν Ἀζουβά· αὐτὴ δὲ ἦταν κόρη τοῦ Σαλαΐ.

  43. 43

    καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου·

    Ὁ Ἰωσαφὰτ ἀκολούθησε εἰς ὅλα τὸ θεοφιλὲς παράδειγμα τοῦ ἀσά, τοῦ πατέρα του· καὶ δὲν παρεξέκλινεν ἀπὸ τὴν Θεοσεβῆ πορείαν τοῦ πατέρα του, ἀλλ’ ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου.

  44. 44

    πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.

    Δὲν κατέστρεψεν ὅμως τὰ εἰδωλολατρικὰ ὑψώματα τῆς χώρας, καὶ ἔτσι ὁ λαὸς συνέχιζε νὰ προσφέρῃ ἐκεῖ θυσίες καὶ θυμιάματα εἰς τὰ εἴδωλα.

  45. 45

    καὶ εἰρήνευσεν ᾿Ιωσαφὰτ μετὰ βασιλέως ᾿Ισραήλ.

    Ὁ Ἰωσαφὰτ εἶχε κλείσει συνθήκην εἰρήνης μὲ τὸν Ἀχαάβ, τὸν βασιλιᾶ του Ἰσραήλ.

  46. 46

    καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωσαφὰτ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν βασιλέων ᾿Ιούδα;

    Τὰ δὲ ὑπόλοιπα ἔργα, τὰ ὁποῖα ἔκαμεν ὁ Ἰωσαφατ, καὶ τὰ πολεμικὰ κατορθώματά του, ὅσα ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον τῶν «Χρονικῶν (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»;

  47. 47

    [Καὶ περισσὸν τοῦ ἐνδιηλλαγμένου, ὃ ὑπελείφθη ἐν ἡμέραις ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ, ἐπέλεξεν ἀπὸ τῆς γῆς.

    Καὶ ὁ Ἰωσαφατ ἀπήλλαξε τὴν χώραν του ἀπὸ τὰ ὑπολείμματα κάθε εἴδους ἀσεβοῦς καὶ διεφθαρμένης ἀλλαγῆς, ποὺ ἔγινε πρὶν ἀπὸ αὐτόν, καὶ τὰ ὁποῖα (ὑπολείμματα) εἶχαν μείνει ἀπὸ τότε, ποὺ ἐζοῦσε ὁ Ἀσά, ὁ πατέρας του.

  48. 48

    καὶ βασιλεὺς οὐκ ἦν ἐν ᾿Εδὲμ ἐστηλωμένος. καὶ ὁ βασιλεὺς

    Τότε δὲν ὑπῆρχε βασιλιᾶς μονίμως ἐγκατεστημένος εἰς τὴν Ἐδώμ (Ἰδουμαίαν). Καὶ ὁ βασιλιᾶς

  49. 49

    ᾿Ιωσαφὰτ ἐποίησε νῆας εἰς Θαρσὶς τοῦ πορευθῆναι ᾿Ωφέρδε εἰς χρυσίον, καὶ οὐκ ἐπορεύθησαν, ὅτι συνετρίβησαν νῆες ἐν ᾿Ασεὼν Γαβέρ.

    Ἰωσαφὰτ κατεσκεύασε μεγάλα πλοῖα εἰς Θαρσίς, διὰ νὰ πλεύσουν εἰς τὴν χώραν Ὠφίρ (Σωφὶρ ἢ Σωφιρά), ὥστε νὰ φορτώσουν καὶ μεταφέρουν χρυσάφι. Τὰ πλοῖα ὅμως αὐτὰ δὲν ἔπλευσαν εἰς τὴν Ὠφίρ, διότι κατεστράφησαν εἰς τὴν Ἀσεὼν Γαβέρ (ἢ Γασιὼν Γαβέρ).

  50. 50

    τότε εἶπε ᾿Οχοζίας υἱὸς ᾿Αχαὰβ πρὸς ᾿Ιωσαφάτ· πορευθήτωσαν δοῦλοί μου μετὰ τῶν δούλων σου ταῖς ναυσί· καὶ οὐκ ἠθέλησεν ᾿Ιωσαφάτ.]

    Τότε ὁ βασιλιᾶς Ὀχοζίας, ὁ υἱὸς τοῦ Ἀχαάβ, εἶπε πρὸς τὸν Ἰωσαφάτ: «Ἂς ἐπανδρώσουν οἱ δοῦλοι (ναῦται) μου μαζὶ μὲ τοὺς ἰδικούς σου δούλους (ναῦτες) τὰ πλοῖα». Ὁ Ἰωσαφὰτ ὅμως δὲν ἠθέλησεν.

  51. 51

    καὶ ἐκοιμήθη ᾿Ιωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

    Ἀπέθανε δὲ ὁ Ἰωσαφὰτ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη κοντὰ εἰς τοὺς προπάτορές του εἰς τὴν πόλιν τοῦ Δαβίδ. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἰωράμ, ὁ υἱός του.

  52. 52

    Καὶ ᾿Οχοζίας υἱὸς ᾿Αχαὰβ ἐβασίλευεν ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ ᾿Ιωσαφὰτ βασιλέως ᾿Ιούδα· καὶ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη.

    Καὶ ὁ Ὀχοζίας, ὁ υἱὸς τοῦ Ἀχαάβ, ἐβασίλευσεν εἰς τὸ βασίλειον τοὑ Ἰσραὴλ μὲ πρωτεύουσαν τὴν Σαμάρειαν· ἄρχισε δὲ νὰ βασιλεύῃ κατὰ τὸ δέκατον ἕβδομον ἔτος τοῦ Ἰωσαφάτ, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα. Ὁ Ὀχοζίας ἐβασίλευσεν εἰς τὸ βασίλειον τοῦ Ἰσραὴλ μὲ πρωτεύουσαν τὴν Σαμάρειαν ἐπὶ δύο χρόνια.

  53. 53

    καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ ᾿Αχαὰβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ ᾿Ιεζάβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ.

    Ὁ Ὀχοζίας παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εὶς τὰ μάτια τοῦ Θεοῦ· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν καὶ ἀκολούθησε τὸ ἀσεβὲς παράδειγμα τοῦ Ἀχαάβ, τοῦ πατέρα του, καὶ τὸ εἰδωλολατρικὸν παράδειγμα τῆς Ἰεζαβέλ, τῆς μητέρας του· καὶ ἐμιμήθη τὴν ἁμαρτωλὴν πολιτείαν καὶ τὶς ἁμαρτίες τῆς οἰκογενείας τοῦ Ἱεροβοάμ, τοῦ υἱοῦ τοῦ Ναβάτ, μὲ τὶς ὁποῖες παρέσυρε τὸν Ἰσραηλιτικὸν λαὸν εἰς τὴν ἀποστασίαν καὶ εἰδωλολατρίαν.

  54. 54

    καὶ ἐδούλευσε τοῖς Βααλὶμ καὶ προσεκύνησεν αὐτοῖς καὶ παρώργισε τὸν Κύριον Θεὸν ᾿Ισραήλ, κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ.

    Διότι ἔκλινε δουλικὰ τὰ γόνατα ἐμπρὸς εἰς τὰ ἀγάλματα καὶ εἴδωλα τοῦ βδελυκτοῦ Βάαλ, τὰ ἐλάτρευσε καὶ τὰ ἐπροσκύνησε καὶ ἔτσι ἐξώργισε τὸν Κύριον, τὸν μόνον ἀληθινὸν Θεὸν τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ὅπως ἔκαμαν ὅλοι οἱ προκάτοχοί του ἀσεβεῖς βασιλεῖς τοῦ βασιλείου τοῦ Ἰσραήλ.