Γ΄ Βασιλειών, κεφάλαιο 21
- 1
ΚΑΙ συνήθροισεν υἱὸς ῎Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριακονταδύο βασιλεῖς μετ᾿ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾿ αὐτήν.
Ο υἱὸς Ἄδερ, βασιλιᾶς τῆς Συρίας, συνεκέντρωσεν ὅλην τὴν στρατιωτικήν του δύναμιν καὶ ἐπροχώρησε καὶ ἐπολιόρκησε τὴν πόλιν τῆς Σαμαρείας. Μαζί του εἶχαν ἐκστρατεύσει καὶ τριάντα δύο (32) βασιλεῖς, ὅλον τὸ ἱππικὸν καὶ τὰ πολεμικὰ ἅρματα. Ὅλοι αὐτοὶ ἀνέβησαν καὶ ἐπολιορκοῦσαν τὴν πόλιν τῆς Σαμαρείας, πρωτεύουσαν τοῦ Ἰσραήλ, καὶ ἐπολεμοῦσαν ἐναντίον της.
- 2
καὶ ἀπέστειλε πρὸς ᾿Αχαὰβ βασιλέα ᾿Ισραὴλ εἰς τὴν πόλιν, καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει υἱὸς ῎Αδερ·
Ὁ υἱὸς Ἄδερ ἔστειλεν ἀπεσταλμένους πρὸς τὸν Ἀχαάβ, βασιλιᾶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, εἰς τὴν Σαμάρειαν, καὶ οἱ ἀπεσταλμένοι τοῦ εἶπαν: «Αὐτὰ λέγει ὁ υἱὸς Ἄδερ:
- 3
τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστι καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι.
Τὸ ἀσῆμι σου καὶ τὸ χρυσάφι σου εἶναι ἰδικά μου· ἰδικά μου ἐπίσης εἶναι καὶ οἱ γυναῖκες σου καὶ τὰ παιδιά σου».
- 4
καὶ ἀπεκρίθη βασιλεὺς ᾿Ισραὴλ καὶ εἶπε· καθὼς ἐλάλησας, κύριέ μου βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά.
Καὶ ὁ βασιλιᾶς τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἀπεκρίθη εἰς τοὺς ἀπεσταλμένους τοῦ βασιλιᾶ τῆς Συρίας καὶ εἶπε: «Κύριέ μου, βασιλιᾶ, συμφωνῶ· θὰ γίνῃ ὅπως διέταξες· ἰδικός σου εἶμαι ἐγὼ καὶ ὅλα τὰ ἰδικά μου».
- 5
καὶ ἀνέστρεψαν οἱ ἄγγελοι, καὶ εἶπαν· τάδε λέγει ὁ υἱὸς ῎Αδερ· ἐγὼ ἀπέστειλα πρός σε λέγων· τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα σου δώσεις ἐμοί·
Οἱ ἀπεσταλμένοι τοῦ βασιλιᾶ τῆς Συρίας ἐπέστρεψαν πάλιν εἰς τὴν Σαμάρειαν καὶ εἶπαν εἰς τὸν Ἀχαάβ: «Αὐτὰ λέγει ὁ υἱὸς Ἄδερ: Ἐγὼ ἔστειλα εἰς σὲ ἀπεσταλμένους καὶ σοῦ εἶπα· «τὸ ἀσῆμι σου καὶ τὸ χρυσάφι σου καὶ τὶς γυναῖκες καὶ τὰ παιδιά σου νὰ τὰ δώσῃς εἰς ἐμέ».
- 6
ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρός σε, καὶ ἐρευνήσουσι τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν, ἐφ᾿ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήψονται.
Παρ' ὅλα αὐτὰ τώρα σοῦ λέγω τοῦτο· αὔριον, τὴν ἰδίαν αὐτὴν ὥραν, θὰ στείλω τοὺς ὑπηρέτες μου καὶ αὐτοὶ θὰ ἐρευνήσουν τὸ παλάτι σου καὶ τὰ σπίτια τῶν ἀξιωματούχων σου (κατ' ἄλλην ἑρμηνείαν: Τῶν ὑπηκόων σου). Θὰ συμβῇ δὲ τοῦτο· ὅσα θὰ ἐπιθυμήσουν τὰ μάτια των, θὰ βάλουν ἐπάνω εἰς αὐτὰ τὰ χέρια των καὶ θὰ τὰ πάρουν».
- 7
καὶ ἐκάλεσεν ὁ βασιλεὺς ᾿Ισραὴλ πάντας τοὺς πρεσβυτέρους τῆς γῆς καὶ εἶπε· γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκε πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾿ αὐτοῦ.
Κατόπιν τῆς ἐγωϊστικῆς καὶ θρασυτάτης αὐτῆς ἀπαιτήσεως τοῦ υἱοῦ Ἄδερ ὁ βασιλιᾶς τοῦ Ἰσραηλιτικοῦ λαοῦ Ἀχαὰβ ἐκάλεσεν ὅλους τοὺς ἄρχοντες τῆς χώρας του καὶ τοὺς εἶπε: «Μάθετε, σᾶς παρακαλῶ, καὶ προσέξετε ὅτι ὁ υἱὸς Ἄδερ ζητεῖ νὰ μᾶς καταστρέψῃ καὶ νὰ μᾶς ἐρημώσῃ. Διότι ἔστειλεν ἀπεσταλμένους του πρὸς ἐμὲ καὶ ζητεῖ τὶς γυναῖκες μου καὶ τοὺς υἱούς μου καὶ τὶς θυγατέρες μου. Τὸ ἀσῆμι μου καὶ τὸ χρυσάφι μου δὲν τοῦ τὰ ἀρνήθηκα».
- 8
καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός· μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς.
Οἱ ἄρχοντες τοῦ λαοῦ καὶ ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς εἶπαν εἰς τὸν Ἀχαάβ: «Μὴ ὑπακούσῃς εἰς τὶς ἀπαιτήσεις τοῦ υἱοῦ Ἄδερ· μὴ ὑποχωρήσῃς καὶ μὴ θελήσῃς νὰ ἰκανοποίησης τὰ αἰτήματά του».
- 9
καὶ εἶπε τοῖς ἀγγέλοις υἱοῦ ῎Αδερ· λέγετε τῷ κυρίῳ ὑμῶν· πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ρῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῇραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον.
Δι' αὐτὸ ὁ Ἀχαάβ ἀπάντησε εἰς τοὺς ἀπεσταλμένους τοῦ υἱοῦ Ἄδερ: «Πέστε εἰς τὸν κύριόν σας: Ὅλα, ὅσα ἐζήτησες διὰ τῶν ἀπεσταλμένων σου ἀπὸ ἐμὲ τὸν δοῦλον σου κατὰ τὴν πρώτην φοράν, θὰ τὰ δώσω· τὴν δευτέραν ὅμως αὐτὴν ἀπαίτησίν του δὲν θὰ ἠμπορέσω νὰ τὴν ἰκανοποιήσω». Οἱ ἀπεσταλμένοι τοῦ υἱοῦ Ἄδερ ἀνεχώρησαν καὶ μετέφεραν εἰς τὸν κύριον των τὴν ἀπάντησιν αὐτὴν τοῦ Ἀχαάβ.
- 10
καὶ ἀπέστειλε πρὸς αὐτὸν υἱὸς ῎Αδερ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξι παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.
Τότε ὁ υἱὸς Ἄδερ ἔστειλε πάλιν τοὺς ἀπεσταλμένούς του καὶ εἶπε πρὸς τὸν Ἀχαάβ: «Εἴθε νὰ μὲ τιμωρήσῃ ὁ Θεός (κατ' ἄλλην γραφήν: Οἱ θεοί) μὲ αὐτὴν τὴν συμφορὰν καὶ εἴθε νὰ μοῦ προσθέσῃ καὶ ἄλλες ἀκόμη χειρότερες συμφορές, ἐὰν δὲν ὁδηγήσω ἐναντίον τῆς Σαμαρείας τόσον πολλοὺς στρατιῶτες διὰ νὰ τὴν καταστρέψουν, ὥστε τὸ χῶμα ποὺ θὰ μείνῃ εἰς τὴν Σαμάρειαν, ἡ ὁποία θὰ καταστραφῇ, νὰ μὴ εἶναι ἀρκετὸν διὰ τὶς ἀλεποῦδες καὶ ὅλον τὸ πλῆθος τῶν πεζῶν στρατιωτῶν, ποὺ θὰ μὲ ἀκολουθοῦν! (κατ' ἄλλην γραφήν: Νὰ μὴ εἶναι ἀρκετὸν νὰ γεμίσῃ τὶς χοῦφτες τοῦ πλήθους τῶν πεζῶν στρατιωτῶν, ποὺ θὰ μὲ ἀκολουθοῦν).
- 11
καὶ ἀπεκρίθη ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ εἶπεν· ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός.
Εἰς τὴν ἀπειλὴν αὐτὴν τοῦ υἱοῦ Ἄδερ ὁ βασιλιᾶς τοῦ Ἰσραὴλ ἀπάντησε: «Ἀρκετά· φθάνει! Ἂς μὴ ὑπερηφανεύεται καὶ ἂς μὴ παινεύεται ἐκεῖνος, ποὺ ἀκόμη σκύβει διὰ νὰ ζωσθῇ τὰ ὅπλα του, ὅπως ὁ νικητὴς ποὺ ἐκέρδισε τὸν πόλεμον μαχόμενος ὄρθιος». Δηλαδή· ὁ πραγματικὸς καὶ γενναῖος στρατιώτης παινεύεται διὰ τὴν νίκην του μετὰ τὴν μάχην, τὴν ὁποίαν ἔκαμεν ὄρθιος, καὶ ὄχι ἐνῷ ἀκόμη σκύβει διὰ νὰ ζωσθῇ τὴν πολεμικήν του πανοπλίαν.
- 12
καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς οἱ μετ᾿ αὐτοῦ ἐν σκηναῖς καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν.
Συνέβη δὲ τοῦτο: Ὅταν ὁ Ἀχαὰβ ἀπεκρίθη τὰ λόγια αὐτὰ εἰς τοὺς ἀπεσταλμένους τοῦ υἱοῦ Ἄδερ, ὁ Ἄδερ ἐγλεντοῦσε καὶ ἔπινε μαζὶ μὲ ὅλους τοὺς συμμάχους βασιλεῖς, ποὺ ἦσαν μαζί του, εἰς τὶς σκηνές των. Τότε ὁ υἱὸς Ἄδερ εἶπεν εἰς τοὺς ὑπηρέτες (ἢ στρατιῶτες) του: «Κτίστε χαράκωμα (κατὰ τὸ Ἑβραϊκόν: Στῆστε τὶς πολιορκητικὲς μηχανές· ἢ κατ' ἄλλην γραφήν: Ἐτοιμασθῆτε νὰ κτυπήσετε). Καὶ αὐτοὶ ἀνήγειραν χαράκωμα γύρω ἀπὸ τὴν πόλιν τῆς Σαμαρείας.
- 13
καὶ ἰδοὺ προφήτης εἷς προσῆλθε τῷ ᾿Αχαὰβ βασιλεῖ ᾿Ισραὴλ καὶ εἶπε· τάδε λέγει Κύριος· εἰ ἑώρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖράς σας, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.
Εἰς τὴν κρίσιμον ἐκείνην ὥραν, νά! Κάποιος προφήτης παρουσιάσθη εἰς τὸν Ἀχαάβ, τὸν βασιλιᾶ του Ἰσραηλιτικοῦ λαοῦ, καὶ τοῦ εἶπεν: «Αὐτὰ λέγει ὁ Κύριος: Εἶδες ὅλο αὐτὸ τὸ μεγάλο πλῆθος; Μὴ φοβᾶσαι, διότι νά! ἐγὼ παραδίδω ὅλο αὐτὸ τὸ πλῆθος σήμερα εἰς τὰ χέρια σας καὶ θὰ ἐννοήσῃς, ὅτι ἐγὼ καὶ μόνον ἐγὼ εἶμαι ἀληθινὸς Κύριος».
- 14
καὶ εἶπεν ᾿Αχαάβ· ἐν τίνι; καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν ᾿Αχαάβ· τίς συνάξει τὸν πόλεμον; καὶ εἶπε· σύ.
Καὶ ὁ Ἀχαάβ εἶπεν εἰς τὸν Προφήτην: «Μὲ ποῖον τρόπον θὰ μοῦ παραδώσῃς ὅλο αὐτὸ τὸ πλῆθος;» Ὁ Προφήτης τοῦ ἀπάντησε: «Αὐτὸ λέγει ὁ Κύριος· μὲ τοὺς νεαροὺς δούλους τῶν ἀρχόντων, οἱ ὁποῖοι διοικοῦν τὶς ἐπαρχίες τῆς χώρας». Καὶ ὁ Ἀχαάβ ἐρώτησε πάλιν: «Ποῖος θὰ κάμῃ τὸν πόλεμον αὐτόν;» Καὶ ὁ προφήτης τοῦ ἀπάντησε: «Σύ!»
- 15
καὶ ἐπεσκέψατο ᾿Αχαὰβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσια τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πάντα υἱὸν δυνάμεως, ἑπτὰ χιλιάδας.
Κατόπιν αὐτοῦ ὁ Ἀχαὰβ ἐπεθεώρησεν, ἀρίθμησε καὶ ἀπέγραψε τοὺς νεαροὺς δούλους τῶν ἀρχόντων, οἱ ὁποῖοι ἐδιοικοῦσαν τὶς ἐπαρχίες τῆς χώρας· ὁ ἀριθμὸς ἐκείνων ποὺ συνεκεντρώθησαν, ἦσαν διακόσιοι τριάντα (230). Μετὰ ἀπὸ αὐτὰ ἐπεθεώρησεν, ἀρίθμησε καὶ ἀπέγραψεν ὅλους τοὺς ἐτοιμοπόλεμους ἄνδρες τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ αὐτοὶ ἦσαν ἑπτὰ χιλιάδες (7.000).
- 16
καὶ ἐξῆλθε μεσημβρίας· καὶ υἱὸς ῎Αδερ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ᾿ αὐτοῦ.
Καὶ ὁ Ἀχαὰβ ἐπετέθη κατὰ τοῦ υἱοῦ Ἄδερ τὸ μεσημέρι. Ἀλλ' ὁ υἱὸς Ἄδερ ἐγλεντοῦσε, ἔπινε καὶ ἦταν μεθυσμένος εἰς τὴν Σοκχώθ, τόσον αὐτός, ὅσον καὶ οἱ σύμμαχοι βασιλεῖς ποὺ ἦσαν μαζί του, οἱ τριάντα δύο βασιλεῖς, ποὺ τὸν ἐβοηθοῦσαν εἰς τὴν ἐκστρατείαν.
- 17
καὶ ἐξῆλθον ἄρχοντες παιδάρια τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσι καὶ ἀπαγγέλλουσι τῷ βασιλεῖ Συρίας λέγοντες· ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας.
Πρῶτοι ἐπετέθησαν οἱ ἄρχοντες τῶν ἐπαρχιῶν τοῦ βασιλείου τοῦ Ἀχαὰβ μὲ τοὺς νεαροὺς δούλους των. Τότε ἄνθρωποι τοῦ βασιλιᾶ τῆς Συρίας στέλλουν ἀπεσταλμένους, οἱ ὁποῖοι πληροφοροῦν τὸν βασιλιᾶ των καὶ τοῦ λέγουν: «Στρατιῶται προχωροῦν ἀπὸ τὴν Σαμάρειαν πρὸς τὶς θέσεις μας».
- 18
καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἐκπορεύονται, συλλαβεῖν αὐτοὺς ζῶντας· καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλαβεῖν αὐτούς·
Ὁ υἱὸς Ἄδερ, γεμᾶτος ἐγωϊσμὸν καὶ μεθυσμένος καθὼς ἦταν, τοὺς διέταξεν: «Ἐὰν ἔρχωνται διὰ νὰ ζητήσουν εἰρήνην, συλλάβετέ τους ζωντανούς· ἐὰν δὲ ἔρχωνται διὰ νὰ μᾶς πολεμήσουν, συλλάβετέ τους καὶ πάλιν ζωντανούς.
- 19
καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ ἡ δύναμις ὀπίσω αὐτῶν
Καὶ βιασθῆτε, ὥστε νὰ μὴ προφθάσουν να βγοῦν ἀπὸ τὴν πόλιν οἱ νεαροὶ δοῦλοι τῶν ἀρχόντων τῶν διαφόρων ἐπαρχιῶν». Ὅμως ἡ στρατιωτικὴ δύναμις τῶν ἑπτὰ χιλιάδων (7.000) Ἰσραηλιτῶν εἶχε ἤδη βγῇ καὶ αὐτὴ ἀπὸ τὴν πόλιν, πίσω ἀπὸ τοὺς διακοσίους τριάντα (230) νεαροὺς δούλους τῶν ἐπαρχιακῶν ἀρχόντων.
- 20
ἐπάταξεν ἕκαστος τὸν παρ᾿ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ᾿ αὐτοῦ, καὶ ἔφυγε Συρία, καὶ κατεδίωξεν αὐτοὺς ᾿Ισραήλ· καὶ σῴζεται υἱὸς ῎Αδερ βασιλεὺς Συρίας ἐφ᾿ ἵππου ἱππέως.
Ὅλος αὐτὸς ὁ στρατὸς ἐπετέθη κατὰ τῶν Σύρων καὶ ὁ κάθε στρατιώτης ἐκτύπησε τὸν πλησίον του καὶ ἑξανακτύπησε διὰ δευτέραν φορὰν τὸν ἐχθρόν του. Ὁ στρατὸς τῶν Σύρων ἐτράπη εἰς φυγὴν καὶ οἱ Ἰσραηλῖται τοὺς κατεδίωξαν. Ἀλλ' ὁ υἱὸς Ἄδερ, ὁ βασιλιᾶς τῆς Συρίας, ἐσώθη ἐπάνω εἰς τὸ ἄλογον ἐνὸς ἱππέως.
- 21
καὶ ἐξῆλθεν ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ ἔλαβε πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξε πληγὴν μεγάλην ἐν Συρίᾳ.
Τότε ἐβγῆκε ἀπὸ τὴν Σαμάρειαν ὁ βασιλιᾶς τῶν Ἰσραηλιτῶν καὶ συνέλαβεν ὅλους τοὺς ἵππους καὶ τὰ πολεμικὰ ἅρματα τῶν Σύρων καὶ ἐπροξένησε καταστροφὴν μεγάλην εἰς τὸν πολυάριθμον στρατὸν τῆς Συρίας, ὁ ὁποῖος ἐπετέθη κατὰ τῆς Σαμαρείας.
- 22
καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα ᾿Ισραὴλ καὶ εἶπε· κραταιοῦ καὶ γνῶθι καὶ ἴδε τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς ῎Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ.
Ὁ Προφήτης, ποὺ εἶχε παρουσιασθῇ προηγουμένως εἰς τὸν Ἀχαάβ, παρουσιάσθη καὶ πάλιν εἰς τὸν βασιλιᾶ τῶν Ἰσραηλιτῶν καὶ τοῦ εἶπεν: «Ἔχε δύναμιν καὶ θάρρος! Ἀλλὰ σκέψου καλὰ καὶ πρόσεξε τὶ θὰ κάμῃς, διότι τὴν ἄνοιξιν τοῦ ἑπομένου ἔτους ὁ υἱὸς Ἄδερ, ὁ βασιλιᾶς τῆς Συρίας, θὰ ἔλθῃ καὶ πάλιν ἐναντίον σου».
- 23
καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον· Θεὸς ὀρέων Θεὸς ᾿Ισραὴλ καὶ οὐ Θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾿ εὐθύ, εἰ μὴν κραταιώσωμεν ὑπὲρ αὐτούς.
Καὶ οἱ δοῦλοι τοῦ βασιλιᾶ τῆς Συρίας εἶπαν εἰς αὐτόν: «Ὁ Θεὸς τοῦ ἔθνους τῶν Ἰσραηλιτῶν εἶναι Θεὸς τῶν ὀρεινῶν τόπων καὶ ὄχι Θεὸς τῶν πεδινῶν· δι' αὐτὸ ἀνεδείχθησαν ἰσχυρότεροι ἀπὸ ἡμᾶς καὶ μᾶς ἐνίκησαν. Ἐὰν ὅμως τοὺς ἐπιτεθῶμεν εἰς πεδινὸν τόπον, θὰ ἀναδειχθῶμεν ὁπωσδήποτε ἰσχυρότεροί τους καὶ θὰ τοὺς νικήσωμεν.
- 24
καὶ τὸ ρῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾿ αὐτῶν σατράπας,
Κάμε λοιπὸν τοῦτο· ἀναδιοργάνωσε τὸν στρατόν σου ὡς ἐξῆς: Διῶξε τοὺς τριάντα δύο συμμάχους σου βασιλεῖς, τὸν καθένα εἰς τὸν τόπον του, καὶ ἀντικατάστησέ τους μὲ στρατηγούς.
- 25
καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾿ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως.
Ἐμεῖς δὲ θὰ σοῦ συμπληρώσωμεν τὰ κενά, ποὺ ἐδημιουργήθησαν· θὰ ἀντικαταστήσωμεν τὸν ἀριθμὸν τῶν στρατιωτῶν, ποὺ ἐσκοτώθησαν, μὲ ἰσαρίθμους στρατιῶτες καὶ τὸ ἱππικόν, ποὺ ἐχάθη, μὲ ἰσάριθμον ἱππικὸν καὶ τὰ πολεμικὰ ἅρματα μὲ ἰσάριθμα πολεμικὰ ἅρματα. Καὶ μὲ τὸν νέον ἀναδιωργανωμένον στρατὸν θὰ πολεμήσωμεν ἐναντίον των εἰς πεδινὸν τόπον, θὰ ἀναδειχθῶμεν ὁπωσδήποτε ἰσχυρότεροί των καὶ θὰ τοὺς νικήσωμεν». Ὁ βασιλιᾶς τῆς Συρίας ὑπήκουσεν εἰς τὴν συμβουλὴν αὐτὴν τῶν δούλων του, ἐσυμφώνησε μαζί των καὶ ἔκαμεν ὅπως ἀκριβῶς τὸν εἶχαν συμβουλεύσει.
- 26
καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς ῎Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς ᾿Αφεκὰ εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ.
Συνέβη δὲ τοῦτο: Ὅταν ἦλθεν ἡ ἄνοιξις τοῦ ἑπομένου ἔτους, ὁ υἱὸς Ἄδερ ἐπεθεώρησεν, ἀρίθμησε καὶ ἀπέγραψε τὸν στρατὸν τῆς Συρίας καὶ ἀνέβη εἰς τὴν Ἀφεκὰ διὰ νὰ πολεμήσῃ ἐναντίον τῶν Ἰσραηλιτῶν.
- 27
καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν ᾿Ισραὴλ ἐξεναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησε τὴν γῆν.
Ἀλλὰ καὶ οἱ Ἰσραηλῖται εἶχαν ἐπιθεωρηθῆ, ἀριθμηθῆ καὶ ἀπογραφῆ καὶ (ἀφοῦ ἐξωπλίσθησαν) ἐπροχώρησαν διὰ νὰ ἀντιμετωπίσουν τοὺς Σύρους. Οἱ Ἰσραηλῖται ἐστρατοπέδευσαν ἀπέναντί των, συγκρινόμενοι ὅμως πρὸς τὸν στρατὸν τῶν Σύρων ἦσαν τόσον ὀλίγοι, ὅσον δύο κοπάδια αἶγες· ἐνῷ οἱ Σύροι εἶχαν πλημμυρίσει τὴν περιοχήν!
- 28
καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπε τῷ βασιλεῖ ᾿Ισραήλ· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν εἶπε Συρία· Θεὸς ὀρέων Κύριος ὁ Θεὸς ᾿Ισραὴλ καὶ οὐ Θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.
Τότε παρουσιάσθη ὁ ἄνθρωπος τοῦ Θεοῦ (ὁ Προφήτης) καὶ εἶπεν εἰς τὸν βασιλιᾶ τῶν Ἰσραηλιτῶν: «Αὐτὰ λέγει ὁ Κύριος: Ἐπειδὴ οἱ Σύροι εἶπαν «ὁ Θεὸς τοῦ ἔθνους τῶν Ἰσραηλιτῶν εἶναι Θεὸς τῶν ὀρεινῶν τόπων καὶ ὄχι Θεὸς τῶν πεδινῶν», διὰ τοῦτο ἐγὼ θὰ παραδώσω τὴν μεγάλην αὐτὴν στρατιωτικὴν δύναμιν τῶν Σύρων εἰς τὸ χέρι σου καὶ θὰ ἐννοήσῃς ὅτι ἐγὼ καὶ μόνον ἐγὼ εἶμαι ὁ ἀληθινὸς Κύριος (ὄχι μόνον τῶν ὀρεινῶν, ἀλλὰ καὶ τῶν πεδινῶν τόπων καὶ ὅλης τῆς οἰκουμένῃς).
- 29
καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν ᾿Ισραὴλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ.
Οἱ Ἰσραηλῖται ἐστρατοπέδευσαν ἀπέναντι τῶν Σύρων ἐπὶ ἑπτὰ ἡμέρες χωρὶς καμμίαν μάχην. Κατὰ δὲ τὴν ἑβδόμην ἡμέραν ἄρχισε ὁ πόλεμος καὶ οἱ Ἰσραηλῖται ἐσκότωσαν μέσα εἰς μίαν ἡμέραν ἑκατὸ χιλιάδες (100.000) πεζοὺς Σύρους στρατιῶτες.
- 30
καὶ ἔφυγον οἱ κατάλοιποι εἰς ᾿Αφεκὰ εἰς τὴν πόλιν, καὶ ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. καὶ υἱὸς ῎Αδερ ἔφυγε καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος, εἰς τὸ ταμιεῖον.
Καὶ οἱ ὑπόλοιποι Σύροι, ποὺ ἐγλύτωσαν, ἔφυγαν καὶ ἐμπῆκαν εἰς τὴν πόλιν Ἀφεκὰ διὰ νὰ σωθοῦν. Ἐκεῖ ὅμως ἔπεσαν τὰ τείχη τῆς πόλεως ἐπάνω εἰς εἴκοσι ἑπτὰ χιλιάδες (27.000) ἀπὸ τοὺς ὑπολοίπους Σύρους, καὶ τοὺς ἐσκότωσαν. Ὁ υἱὸς Ἄδερ ἔφυγε καὶ αὐτὸς καὶ διὰ νὰ κρυφθῇ ἐμπῆκε εἰς τὸ ὑπνοδωμάτιόν του, εἰς τὸ ἰδιαίτερον καὶ ἀποτραβηγμένον αὐτὸ δωμάτιον τοῦ παλατιοῦ του.
- 31
καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οἶδα ὅτι βασιλεῖς ᾿Ισραὴλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα ᾿Ισραήλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν.
Ὁ υἱὸς Ἄδερ εἶπεν εἰς τοὺς δούλους του (κατ’ ἄλλην γραφήν: Οἱ δοῦλοι τοῦ υἱοῦ Ἄδερ εἶπαν πρὸς αὐτόν· «γνωρίζομεν ὅτι...): «Γνωρίζω ὅτι οἱ βασιλεῖς τοῦ Ἰσραηλιτικοῦ λαοῦ εἶναι βασιλεῖς εὐσπλαγχνικοί· ἂς φορέσωμεν λοιπὸν σάκκους (τρίχινα, χονδρά, μαῦρα καὶ μονοκόμματα ἐνδύματα, χωρὶς σχισμὲς καὶ πτυχές) καὶ ἂς τοὺς δέσωμεν μὲ σχοινιὰ εἰς τὴν μέσην μας εἰς ἔνδειξιν πένθους καὶ ἂς τυλίξωμεν σχοινιὰ γύρω ἀπὸ τοὺς λαιμούς μας εἰς ἐκδήλωσιν τῆς δουλείας μας καὶ ἂς παρουσιασθῶμεν ἔτσι ἐμπρὸς εἰς τὸν βασιλιᾶ του Ἰσραηλιτικοῦ λαοῦ· ἴσως, ὅταν μᾶς ἰδῇ εἰς αὐτὴν τὴν ἀξιοθρήνητον κατάστασιν πένθους καὶ δουλείας, μᾶς χαρίσῃ (κατ' ἄλλην γραφήν: Σοῦ χαρίσῃ) τὴν ζωήν».
- 32
καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ ᾿Ισραήλ· δοῦλός σου υἱὸς ῎Αδερ λέγει· ζησάτω δὴ ἡ ψυχὴ ἡμῶν. καὶ εἶπεν· εἰ ἔτι ζῇ, ἀδελφός μού ἐστι.
Πράγματι· ἐφόρεσαν σάκκους (τρίχινα, χονδρά, μαῦρα καὶ μονοκόμματα ἐνδύματα, χωρὶς σχισμὲς καὶ πτυχές) καὶ τὰ ἔδεσαν μὲ σχοινιὰ εἰς τὴν μέσην των καὶ ἐτύλιξαν σχοινιὰ γύρω ἀπὸ τοὺς λαιμούς των καί (οἱ δοῦλοι τοῦ βασιλιᾶ τῆς Συρίας) εἶπαν εἰς τὸν βασιλιᾶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ: «Ὁ υἱὸς Ἄδερ λέγει ὅτι εἶναι δοῦλος σου· ἂς μᾶς χαρισθῇ (κατ’ ἄλλην γραφήν: Ἂς τοῦ χαρισθῇ) λοιπὸν ἡ ζωή». Καὶ ὁ βασιλιᾶς τοῦ Ἰσραηλιτικοῦ λαοῦ εἶπεν: «Ἐὰν ἀκόμη ζῇ ὁ υἱὸς Ἄδερ, τότε εἶναι ἀδελφός μου».
- 33
καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἐσπείσαντο καὶ ἀνελέξαντο τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον· ἀδελφός σου υἱὸς ῎Αδερ. καὶ εἶπεν· εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθε πρὸς αὐτὸν υἱὸς ῎Αδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.
Οἱ ἄνδρες τοῦ υἱοῦ Ἄδερ κατέφυγαν εἰς τὴν μαντείαν καὶ ἐθυσίασαν εἰς τοὺς θεούς των καὶ ἔτσι ἐπέτυχαν νὰ ἀποσπάσουν ἀπὸ τὸ στόμα τοῦ Ἀχαὰβ τὴν ὑπόσχεσιν αὐτήν· (μόλις δὲ ἐκεῖνος εἶπεν «εἶναι ἀδελφός μου», ἀμέσως) καὶ αὐτοὶ τοῦ εἶπαν: «Ὁ υἱὸς Ἄδερ εἶναι ἀδελφός σου». Καὶ ὁ Ἀχαὰβ διέταξε: «Πηγαίνετε εἰς τὸ σπίτι του, παραλάβετέ τον καὶ φέρετέ τον ἐδῶ». Ὅταν ὁ υἱὸς Ἄδερ ἐβγῆκε ἀπὸ τὸ σπίτι του, τὸν ἀνέβασαν εἰς τὸ πολεμικὸν ἅρμα (τοῦ Ἀχαάβ) καὶ τὸν ὠδήγησαν εἰς τὸν Ἀχαάβ.
- 34
καὶ εἶπε πρὸς αὐτόν· τὰς πόλεις, ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σεαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν.
Καὶ ὁ υἱὸς Ἄδερ εἶπε πρὸς τὸν Ἀχαάβ: «Τὶς Ἰσραηλιτικὲς πόλεις, τὶς ὁποῖες κατέλαβεν ὁ πατέρας μου ἀπὸ τὸν πατέρα σου καὶ τὶς ἔκαμεν ἰδικές του, θὰ σοῦ τὶς ἐπιστρέψω· σὺ δὲ θὰ ὁρίσῃς, ὥστε νὰ κατέχῃς μέσα εἰς τὴν πρωτεύουσάν μου τὴν Δαμασκὸν ἐμπορικὰ κέντρα (ἀγορές), ὅπως καὶ ὁ πατέρας μου κατεῖχε τέτοια ἐμπορικὰ κέντρα εἰς τὴν Σαμάρειαν». Εἰς ὅλα αὐτὰ ὁ Ἀχαὰβ ἀπάντησε εἰς τὸν υἱὸν Ἄδερ: «Ὑπὸ τοὺς ὅρους αὐτοὺς θὰ σὲ ἀφήσω καὶ ἐγὼ ἐλεύθερον, ἀφοῦ προηγουμένως ὑπογράψωμεν συνθήκην φιλίας». Πράγματι ὁ Ἀχαὰβ ὑπέγραψε συνθήκην φιλίας μὲ τὸν υἱὸν Ἄδερ καὶ τὸν ἀφῆκεν ἐλεύθερον διὰ νὰ ἐπιστρέψῃ εἰς τὴν χῶραν του.
- 35
Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ Κυρίου· πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν.
Καὶ κάποιος ἀπὸ τοὺς ἀληθινοὺς προφῆτες τοῦ Θεοῦ (τὸν ὁποῖον δὲν εἶχε φονεύσει ἡ Ἰεζάβελ) εἶπεν εἰς ἕνα ἀπὸ τοὺς προφῆτες, ποὺ ἦσαν πλησίον του, κατόπιν ἐντολῆς τοῦ Κυρίου: «Κτύπησέ με, σὲ παρακαλῶ». Ἀλλ' ὁ ἄνθρωπος ἐκεῖνος δὲν ἠθέλησε νὰ τὸν κτυπήσῃ.
- 36
καὶ εἶπε πρὸς αὐτόν· ἀνθ᾿ ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπ᾿ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ᾿ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν.
Τότε ὁ Προφήτης εἶπε πρὸς αὐτόν: «Ἐπειδὴ παρήκουσες εἰς τὴν φωνὴν τοῦ Κυρίου, θὰ σοῦ συμβῇ τοῦτο· μόλις φύγῃς ἀπὸ κοντά μου, θὰ σὲ σκοτώσῃ ἕνα λιοντάρι». Πράγματι αὐτὸ συνέβη· μόλις ὁ ἄνθρωπος ἔφυγεν ἀπὸ τὸν Προφήτην, τὸν συνήντησεν ἕνα λιοντάρι καὶ τὸν ἐσκότωσεν.
- 37
καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπε· πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψε.
Ὁ ἴδιος Προφήτης εὑρῆκε κατόπιν ἄλλον ἄνθρωπον καὶ τοῦ εἶπε: «Κτύπησέ με, σὲ παρακαλῶ». Καὶ ὁ ἄνθρωπος τὸν ἐκτύπησε δυνατὰ τόσον, ὥστε μὲ τὸ κτύπημα τὸν ἐτραυμάτισεν εἰς τὴν κεφαλήν.
- 38
καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ ᾿Ισραὴλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο ἐν τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ.
Ἔπειτα ὁ τραυματισμένος Προφήτης ἐπῆγε καὶ ἐπερίμενε τὸν βασιλιᾶ τῶν Ἰσραηλιτῶν εἰς τὸν δρόμον, ἀπὸ ὅπου θὰ ἐπερνοῦσε ὁ βασιλιᾶς· προηγουμένως ὅμως ἔδεσε τὸ κεφάλι καὶ τὰ μάτια του μὲ πλατειὰ λουρίδα, διὰ νὰ μεταμφιεσθῇ καὶ νὰ μὴ ἀναγνωρισθῇ ἀπὸ τὸν βασιλιᾶ.
- 39
καὶ ἐγένετο ὡς παρεπορεύετο ὁ βασιλεύς, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν· ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγε πρός με ἄνδρα καὶ εἶπε πρός με· φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου στήσεις·
Καὶ συνέβη τοῦτο: Ἐνῷ ἐπερνοῦσε ἀπὸ κοντά του ὁ βασιλιᾶς, ὁ Προφήτης ἐκεῖνος ἐφώναξε πρὸς τὸν βασιλιᾶ καὶ τοῦ εἶπεν: «Ὁ δοῦλος σου ἔλαβε μέρος εἰς τὴν πρόσφατον πολεμικὴν ἐκστρατείαν. Καὶ νά· ἐνῷ ἐπολεμοῦσα, κάποιος μοῦ ἔφερεν ἕνα αἰχμάλωτον ἀπὸ τοὺς ἐχθροὺς καὶ μὲ διέταξε· «φύλαξε τὸν αἰχμάλωτον αὐτὸν ἐὰν σοῦ ξεφύγῃ καὶ δραπετεύσῃ, θὰ πληρώσῃς τὴν ζωήν του μὲ τὴν ζωήν σου ἢ θὰ πληρώσῃς ὡς πρόστιμον ἕνα τάλαντον ἀργυρίου».
- 40
καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς ᾿Ισραήλ· ἰδοὺ καὶ τὰ ἔνεδρα παρ᾿ ἐμοὶ ἐφόνευσας.
Συνέβη ὅμως τοῦτο· καθὼς ὁ δοῦλος σου ἐστράφη καὶ ἐκύτταξε ἀπὸ ἐδῶ καὶ ἀπὸ ἐκεῖ, αὐτὸς ἐδραπέτευσε καὶ ἐξηφανίσθη (τί πρέπει να γίνῃ τώρα μὲ ἐμέ;)». Ὁ βασιλιᾶς ἀπάντησε πρὸς τὸν Προφήτην, τὸν ὁποῖον δὲν εἶχεν ἀναγνωρίσει: «Νά· τὴν τιμωρίαν σου ἀπεφάσισες σύ, διότι δὲν ἐπρόσεξες. Ἐξ αἰτίας τῆς δραπετεύσεως τοῦ αἰχμαλώτου αὐτοῦ ἐφονεύθησαν οἱ ἄνδρες, ποὺ ἔστησαν ἐνέδραν κατὰ τῶν ἐχθρῶν μας».
- 41
καὶ ἔσπευσε καὶ ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς ᾿Ισραήλ, ὅτι ἐκ τῶν προφητῶν οὗτος.
Τότε ὁ Προφήτης ἀφήρεσε γρήγορα τὴν πλατειὰ λουρίδα ἀπὸ τὸ τραυματισμένον κεφάλι καὶ τὰ μάτια του, καὶ ἀμέσως ὁ βασιλιᾶς τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὸν ἀνεγνώρισεν ὅτι ἦταν ἕνας ἀπὸ τοὺς ἀληθινοὺς προφῆτες τοῦ Θεοῦ.
- 42
καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.
Καὶ ὁ Προφήτης εἶπε πρὸς τὸν βασιλιᾶ Ἀχαάβ: «Αὐτὰ λέγει ὁ Κύριος: Ἐπειδὴ ἀφῆκες νὰ φύγῃ ἐλεύθερος ἀπὸ τὰ χέρια σου ὁ υἱὸς Ἄδερ, ὁ ἄνθρωπος, τὸν ὁποῖον ἐγὼ ὡς ἁμαρτωλὸν εἶχα καταδικάσει εἰς καταστροφήν (θάνατον), διὰ τοῦτο θὰ πληρώσῃς σὺ μὲ τὴν ζωήν σου τὴν ζωήν του, θὰ πληρώσῃ δὲ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ ἐκείνου».
- 43
καὶ ἀπῆλθεν ὁ βασιλεὺς ᾿Ισραὴλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν.
Ὅταν ὁ βασιλιᾶς τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἄκουσε τὰ λόγια αὐτὰ τοῦ Προφήτου, ἔφυγε γεμᾶτος σύγχυσιν, θυμόν, στενοχώριαν καὶ ἀποκαμωμένος πνευματικῶς καὶ ἦλθεν εἰς τὴν Σαμάρειαν.
