Γ΄ Βασιλειών, κεφάλαιο 13
- 1
ΚΑΙ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ ᾿Ιούδα παρεγένετο ἐν λόγῳ Κυρίου εἰς Βαιθήλ, καὶ ῾Ιεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον ἐπιθῦσαι.
Καὶ ὅμως νά! Ἔξαφνα παρουσιάσθη ἕνας ἄνθρωπος τοῦ Θεοῦ (προφήτης) ἀπὸ τὴν Ἰουδαίαν αὐτὸς ἦλθε κατὰ διαταγὴν τοῦ Θεοῦ εἰς τὴν Βαιθήλ. Ὁ δὲ Ἱεροβοὰμ ἐστέκετο ὄρθιος δίπλα ἀπὸ τὸ θυσιαστήριον, ἕτοιμος νὰ προσφέρῃ θυσίαν (θυμίαμα).
- 2
καὶ ἐπεκάλεσε πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου καὶ εἶπε· θυσιαστήριον θυσιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυίδ, ᾿Ιωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ.
Ὁ ἀπεσταλμένος τοῦ Θεοῦ ἀπηυθύνθη πρὸς τὸ θυσιαστήριον κατὰ τὴν ἐντολήν, ποὺ ἔλαβεν ἀπὸ τὸν Θεόν, καὶ εἶπε: «Θυσιαστήριον, θυσιαστήριον! Αὐτὰ λέγει ὁ Κύριος: «Νά! πρόκειται νὰ γεννηθῇ εἰς τὴν οἰκογένειαν τοῦ Δαβὶδ υἱός, τοῦ ὁποίου τὸ ὄνομα θὰ εἶναι Ἰωσίας. Ὁ ἀπόγονος αὐτὸς τοῦ Δαβὶδ θὰ σφάξῃ καὶ θὰ θυσιάσῃ ἐπάνω σου τοὺς εἰδωλολάτρες ἱερεῖς τῶν θεῶν, ποὺ λατρεύονται εἰς ὑψηλοὺς τόπους, οἱ ὁποῖοι (ἱερεῖς) θυσιάζουν ἐπάνω σου, καὶ (ὁ Ἰωσίας) θὰ καύσῃ ἐπάνω σου ὀστᾶ ἀνθρώπων».
- 3
καὶ δώσει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας λέγων· τοῦτο τὸ ρῆμα ὃ ἐλάλησε Κύριος λέγων· ἰδοὺ τὸ θυσιαστήριον ρήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ᾿ αὐτῷ.
Καὶ ὁ Κύριος, διὰ νὰ ἀποδείξῃ τὴν ἀλήθειαν τῆς προφητείας καὶ τῆς δυνάμεώς του, ποὺ θὰ φανοῦν κατὰ τὴν ἡμέραν ἐκείνην, θὰ κάμῃ ἀμέσως τώρα θαῦμα, ποὺ προκαλεῖ κατάπληξιν καὶ τρόμον. Τὸ καταπληκτικὸν θαῦμα, περὶ τοῦ ὁποίου ἔκαμε λόγον ὁ Κύριος, εἶναι τὸ ἑξῆς: «Νά· τὸ θυσιαστήριον θὰ σχισθῇ τώρα καὶ θὰ χυθῇ χάμω ἡ λιπαρὴ στάκτη, ἡ ὁποία προῆλθεν ἀπὸ τὶς σάρκες τῶν ζώων ποὺ ἐθυσιάσθησαν, καὶ ἡ ὁποία εὑρίσκεται ἐπάνω εἰς τὸ θυσιαστήριον».
- 4
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς ῾Ιεροβοὰμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθήλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων· συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπ᾿ αὐτόν, καὶ οὐκ ἐδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς αὐτόν,
Τότε συνέβη τοῦτο: Ὅταν ὁ βασιλιᾶς Ἱεροβοὰμ ἄκουσε τὰ λόγια αὐτὰ τοῦ ἀνθρώπου τοῦ Θεοῦ, ὁ ὁποῖος εἶχεν ἀπευθυνθῆ πρὸς τὸ θυσιαστήριον εἰς τὴν Βαιθὴλ καὶ εἶπε τὰ ὅσα εἶπε, ἄπλωσε (ὁ Ἱεροβοάμ) τὸ χέρι του ἀπὸ τὸ θυσιαστήριον, ἔδειξε τὸν προφήτην καὶ εἶπε: «Συλλάβετε τὸν ἄνθρωπον αὐτόν!» Ἀλλὰ νά· ἀμέσως τὸ χέρι του, τὸ ὁποῖον ἄπλωσε καὶ ἔδειξε πρὸς τὸν προφήτην, ἐπιάσθη, παρέλυσεν, ἔμεινεν ἀκίνητον, ἐξεράθηκε, καὶ δὲν ἠμποροῦσε νὰ τὸ κινήσῃ καὶ νὰ τὸ τραβήξῃ πάλιν πρὸς τὸ μέρος του.
- 5
καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν λόγῳ Κυρίου.
Ἐπίσης καὶ τὸ θυσιαστήριον ἐσχίσθη καὶ ἐχύθη χάμω ἡ λιπαρὴ στάκτη, ἡ ὁποία πρόηλθεν ἀπὸ τὶς σάρκες τῶν ζώων, ποὺ ἐθυσιάσθησαν· ἐσχίσθη καὶ ἐχύθη ἡ τέφρα σύμφωνα μὲ τὸ καταπληκτικὸν θαῦμα, διὰ τὸ ὁποῖον ἔκαμε προηγουμένως λόγον ὁ ἄνθρωπος τοῦ Θεοῦ κατὰ διαταγὴν τοῦ Κυρίου.
- 6
καὶ εἶπεν ὁ βασιλεὺς ῾Ιεροβοὰμ τῷ ἀνθρώπῳ τοῦ Θεοῦ· δεήθητι τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρὸς ἐμέ. καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ Θεοῦ τοῦ προσώπου Κυρίου, καὶ ἐπέστρεψε τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐγένετο καθὼς τὸ πρότερον.
Τότε ὁ βασιλιᾶς Ἱεροβοὰμ εἶπεν εἰς τὸν ἄνθρωπον τοῦ Θεοῦ: «Παρακάλεσε Κύριον τὸν Θεόν σου, ὥστε νὰ θεραπευθῇ καὶ ἀποκατασταθῇ πάλιν τὸ χέρι μου εἰς τὴν φυσιολογικήν του κατάστασιν!» Ὁ ἄνθρωπος τοῦ Θεοῦ παρεκάλεσε τὸν Κύριον καὶ ἐθεραπεύθη καὶ ἀποκατεστάθη εἰς τὴν φυσιολογικήν του κατάστασιν τὸ χέρι τοῦ βασιλιᾶ καὶ ἀπέκτησε τὴν εὐκαμψίαν του, ὅπως καὶ προηγουμένως.
- 7
καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ· εἴσελθε μετ᾿ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα.
Κατόπιν ὁ βασιλιᾶς εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ: «Ἔλα μαζί μου εἰς τὸ σπίτι μου νὰ γευματίσῃς καὶ ἐγὼ θὰ σοῦ δώσω ἀνταμοιβὴν ὡς δῶρον διὰ τὴν θεραπείαν».
- 8
καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ πρὸς τὸν βασιλέα· ἐὰν δῷς μοι τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·
Ὁ ἄνθρωπος ὅμως τοῦ Θεοῦ ἀπάντησε εἰς τὸν βασιλιᾶ: «Καὶ ἐὰν ἀκόμη μοῦ δώσῃς τὸ μισὸ ἀπὸ τὸ παλάτι σου, δὲν θὰ μπῶ εἰς αὐτὸ μαζί σου, οὔτε καὶ θὰ φάγω ψωμὶ οὔτε θὰ πιῶ νερὸ εἰς αὐτὸν τὸν τόπον!
- 9
ὅτι οὕτως ἐνετείλατό μοι Κύριος ἐν λόγῳ λέγων· μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῶ, ᾗ ἐπορεύθης ἐν αὐτῇ.
Διότι αὐτὴν τὴν ἐντολὴν μοῦ ἔδωκεν ὁ Κύριος, ὁ ὁποῖος μοῦ εἶπε ρητῶς: «Νὰ μὴ φάγῃς ψωμὶ οὔτε νὰ πιῇς νερὸ οὔτε νὰ ἐπιστρέψῃς πίσω εἰς τὴν Ἰουδαίαν ἀπὸ τὸν ἴδιον δρόμον, ἀπὸ τὸν ὁποῖον ἐπῆγες».
- 10
καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ, ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθήλ.
Ἔτσι ὁ προφήτης ἀνεχώρησεν ἀπὸ ἄλλον δρόμον καὶ δὲν ἐπέστρεψεν ἀπὸ τὸν δρόμον, ἀπὸ τὸν ὁποῖον ἦλθεν εἰς τὴν Βαιθήλ.
- 11
Καὶ προφήτης εἷς πρεσβύτης κατῴκει ἐν Βαιθήλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ ἔργα, ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν Βαιθήλ, καὶ τοὺς λόγους, οὓς ἐλάλησε τῷ βασιλεῖ· καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν.
Τότε ἑκατοικοῦσε εἰς τὴν Βαιθὴλ ἕνας γέρων προφήτης. Ἦλθαν λοιπὸν οἱ υἱοί του καὶ τοῦ διηγήθησαν ὅλα τὰ ἔργα, ὅσα ἔκαμεν ὁ ἄνθρωπος τοῦ Θεοῦ τὴν ἡμέραν ἐκείνην εἰς τὴν Βαιθήλ, καὶ τὰ λόγια, ποὺ εἶπεν εἰς τὸν βασιλιᾶ. Μὲ ὅλα αὐτὰ ἐτράβηξαν τὴν προσοχὴν τοῦ πατέρα των διὰ τὸν ἄνθρωπον τοῦ Θεοῦ.
- 12
καὶ ἐλάλησε πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν λέγων· ποίᾳ ὁδῷ πεπόρευται; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδόν, ἐν ᾗ ἀνῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐλθὼν ἐξ ᾿Ιούδα.
Τότε ὁ πατέρας των τοὺς ἐμίλησε καὶ τοὺς εἶπε: «Ποιὸν δρόμον ἀκολούθησε, ὅταν ἔφυγε;» Καί οἰ υἱοί του τοῦ ἔδειξαν τὸν δρόμον, ἀπὸ τὸν ὁποῖον ἀνέβηκε ὁ ἄνθρωπος τοῦ Θεοῦ, ποὺ ἦλθεν ἀπὸ τὴν Ἰουδαίαν.
- 13
καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ· ἐπισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπ᾿ αὐτόν.
Ὁ γέρων προφήτης εἶπεν εἰς τοὺς υἱούς του: «Σαμαρῶστε μου τὸν ὄνον». Οἱ υἱοί του τοῦ ἐσαμάρωσαν τὸν ὄνον καὶ ὁ γέρων προφήτης τὸν ἐκαβαλλίκευσε.
- 14
καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ· εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ Θεοῦ ὁ ἐληλυθὼς ἐξ ᾿Ιούδα; καὶ εἶπεν αὐτῷ· ἐγώ.
Ἀκολούθησε δὲ καταπόδι τὸν ἄνθρωπον τὸν Θεοῦ καὶ τὸν εὑρῆκε νὰ κάθεται κάτω ἀπὸ μιὰ βαλανιδιὰ καὶ τοῦ εἶπε: «Σὺ εἶσαι πράγματι ὁ ἄνθρωπος τοῦ Θεοῦ, ποὺ ἦλθεν ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα;» Καὶ ἐκεῖνος τοῦ ἀπάντησε: «Ναί, ἐγὼ εἶμαι».
- 15
καὶ εἶπεν αὐτῷ· δεῦρο μετ᾿ ἐμοῦ καὶ φάγε ἄρτον.
Καὶ ὁ γέρων προφήτης τοῦ εἶπεν: «Ἔλα μαζί μου στο σπίτι μου καὶ φάγε ψωμί».
- 16
καὶ εἶπεν· οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ·
Ὁ ἄνθρωπος τοῦ Θεοῦ ὅμως τοῦ ἀπάντησε: «Δὲν ἠμπορῶ νὰ ἐπιστρέψω μαζί σου οὔτε νὰ φάγω ψωμὶ οὔτε νὰ πιῶ νερὸ εἰς τὸν τόπον αὐτόν·
- 17
ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ Κύριος λέγων· μὴ φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐκεῖ ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθης ἐν αὐτῇ.
διότι ἔτσι μὲ διέταξεν ὁ Κύριος, ὁποῖος μοῦ εἶπε ρητῶς: «Νὰ μὴ φάγῃς ψωμὶ ἐκεῖ οὔτε νὰ πιῇς νερὸ ἐκεῖ οὔτε καὶ νὰ ἐπιστρέψῃς εἰς τὴν Ἰουδαίαν ἀπὸ τὸν ἴδιον δρόμον, ἀπὸ τὸν ὁποῖον ἐπῆγες εἰς τὴν Βαιθήλ».
- 18
καὶ εἶπε πρὸς αὐτόν· κἀγὼ προφήτης εἰμὶ καθὼς σύ, καὶ ἄγγελος λελάληκε πρός με ἐν ρήματι Κυρίου λέγων· ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ.
Καὶ ὁ γέρων προφήτης τοῦ εἶπε: «Καὶ ἐγὼ προφήτης εἶμαι, ὅπως σύ· ἄγγελος δὲ μοῦ ἐμίλησε κατὰ διαταγὴν τοῦ Κυρίου καὶ μοῦ εἶπε: «Φέρε τον πίσω κοντά σου εἰς τὸ σπίτι σου καὶ ἂς φάγῃ ψωμὶ καὶ ἂς πιῇ νερό». Ἀλλ' ὁ γέρων προφήτης ἔλεγεν εἰς τὸν ἄνθρωπον τοῦ Θεοῦ ψέματα.
- 19
καὶ ἐπέστρεψεν αὐτὸν καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τῷ οἴκῳ αὐτοῦ.
Ἔτσι ὁ προφήτης ἀπὸ τὴν Βαιθὴλ ἔπεισε τὸν ἄνθρωπον τοῦ Θεοῦ νὰ γυρίσῃ πίσω, καὶ ὁ δεύτερος ἔφαγε ψωμὶ καὶ ἤπιε νερὸ στο σπίτι τοῦ πρώτου.
- 20
καὶ ἐγένετο αὐτῶν καθημένων ἐπὶ τῆς τραπέζης, καὶ ἐγένετο λόγος Κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν
Καὶ ἐνῷ αὐτοὶ ἐκάθηντο εἰς τὸ τραπέζι τοῦ φαγητοῦ, κατέφθασε λόγος Κυρίου πρὸς τὸν γέροντα προφήτην τῆς Βαιθήλ, ποὺ ἔπεισε τὸν ἄνθρωπον τοῦ Θεοῦ νὰ γυρίσῃ πίσω·
- 21
καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ ᾿Ιούδα λέγων· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν παρεπίκρανας τὸ ρῆμα Κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου,
καὶ ὁ προφήτης τῆς Βαιθὴλ ἐμίλησε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, ποὺ ἦλθεν ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα, καὶ τοῦ εἶπεν: «Αὐτὰ λέγει ὁ Κύριος· «Ἐπειδὴ ἐλύπησες καὶ δυσαρέστησες πάρα πολὺ τὸν Κύριον καὶ παρέβης καὶ δὲν ἐτήρησες τὴν ἐντολήν, τὴν ὁποίαν σοῦ ἔδωκε Κύριος ὁ Θεός σου,
- 22
καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ᾧ ἐλάλησε πρός σε λέγων· οὐ μὴ φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.
καὶ ἐπέστρεψες καὶ ἔφαγες ψωμὶ καὶ ἤπιες νερὸ εἰς τὸν τόπον αὐτόν, διὰ τὸν ὁποῖον ὁ Κύριος σοῦ ἔδωκε ρητὴν ἐντολὴν καὶ σοῦ εἶπε «δὲν θὰ φάγῃς ψωμὶ οὔτε θὰ πίῃς νερό», ἕνεκα τούτου θὰ θανατωθῇς καὶ δὲν θὰ ταφῇ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου». Δηλαδὴ θὰ ἀποθάνῃς μακρυὰ ἀπὸ τὴν χώραν σου ὄχι μὲ φυσιολογικὸν θάνατον καὶ δὲν θὰ ἐνταφιασθῇς εἰς τὸν οἰκογενειακόν σου τάφον.
- 23
καὶ ἐγένετο μετὰ τὸ φαγεῖν αὐτὸν ἄρτον καὶ πιεῖν ὕδωρ, καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον, καὶ ἐπέστρεψε.
Καὶ ἀφοῦ ὁ ἄνθρωπος τοῦ Θεοῦ ἔφαγε ψωμὶ καὶ ἤπιε νερό, ὁ γέρων προφήτης τῆς Βαιθὴλ τοῦ ἐσαμάρωσε τὸν ὄνον καὶ ἔτσι ὁ προφήτης ἀπὸ τὴν Ἰουδαίαν ἀνεχώρησε καὶ ἐπέστρεψεν.
- 24
καὶ ἀπῆλθε, καὶ εὗρεν αὐτὸν λέγων ἐν τῇ ὁδῷ καὶ ἐθανάτωσεν αὐτόν, καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος εἱστήκει παρ᾿ αὐτό, καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα.
Ὅταν ὅμως ὁ ἄνθρωπος τοῦ Θεοῦ ἀπεμακρύνθη, τὸν συνήντησεν εἰς τὸν δρόμον ἕνα λιοντάρι καὶ τὸν ἐθανάτωσε. Καὶ τὸ πτῶμα τοῦ ἔμεινε ριγμένον εἰς τὸν δρόμον καὶ ὅ ὄνος ἐστέκετο δίπλα ἀπὸ τὸ πτῶμα καὶ τὸ λιοντάρι ἐπίσης ἐστέκετο δίπλα ἀπὸ τὸ νεκρὸν σῶμα!
- 25
καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ θνησιμαῖον ἐρριμμένον ἐν τῇ ὁδῷ καὶ ὁ λέων εἱστήκει ἐχόμενα τοῦ θνησιμαίου· καὶ εἰσῆλθον καὶ ἐλάλησαν ἐν τῇ πόλει, οὗ ὁ προφήτης ὁ πρεσβύτης κατῴκει ἐν αὐτῇ.
Καὶ νά· ἄνθρωποι περαστικοὶ ἀπὸ ἐκεῖ εἶδαν τὸ νεκρὸν σῶμα ριγμένον κατὰ γῆς εἰς τὸν δρόμον καὶ τὸ λιοντάρι, τὸ ὁποῖον ἐστέκετο κοντὰ εἰς τὸ πτῶμα. Καὶ οἱ διαβάται αὐτοὶ ἐμπῆκαν εἰς τὴν Βαιθὴλ καὶ ἀνήγγειλαν τὸ γεγονὸς εἰς τὴν πόλιν, εἰς τὴν ὁποίαν ἑκατοικοῦσε ὁ γέρων προφήτης.
- 26
καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ εἶπεν· ὁ ἄνθρωπος τοῦ Θεοῦ οὗτός ἐστίν, ὃς παρεπίκρανε τὸ ρῆμα Κυρίου.
Ὅταν ἄκουσε τὴν εἴδησιν αὐτὴν ὁ γέρων προφήτης, ποὺ ἔπεισε τὸν προφήτην ἀπὸ τὴν Ἰουδαίαν να ἐπιστρέψῃ, εἶπεν: «Αὐτὸς εἶναι ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὁ ὁποῖος παρέβη τὴν ἐντολὴν τοῦ Κυρίου καὶ ἔτσι ἐλύπησεν, ἐξώργισε καὶ ἐπίκρανε τὸν Κύριον!»
- 28
καὶ ἐπορεύθη καὶ εὗρε τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα, καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ οὐ συνέτριψε τὸν ὄνον.
Καὶ ὁ γέρων προφήτης ἐπῆγε καὶ εὑρῆκε τὸ νεκρὸν σῶμα τοῦ προφήτου ἀπὸ τὴν Ἰουδαίαν ριγμένον κατὰ γῆς εἰς τὸν δρόμον, καὶ ὁ ὄνος καὶ τὸ λιοντάρι ἐστέκοντο δίπλα ἀπὸ τὸ νεκρὸν σῶμα, καὶ τὸ λιοντάρι δὲν ἔφαγε τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ δὲν κατεσπάραξε τὸν ὄνον.
- 29
καὶ ᾖρεν ὁ προφήτης τὸ σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον, καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης τοῦ θάψαι αὐτὸν
Καὶ ὁ γέρων προφήτης ἐσήκωσε τὸ νεκρὸν σῶμα τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ τὸ ἐφόρτωσεν εἰς τὸν ὄνον καὶ τὸ ἔφερε πίσω εἰς τὴν Βαιθὴλ διὰ νὰ τὸ θάψῃ
- 30
ἐν τῷ τάφῳ ἑαυτοῦ, καὶ ἐκόψαντο αὐτόν· οὐαὶ ἀδελφέ.
εἰς τὸν οἰκογενειακόν του τάφον· καὶ ἐκεῖ ἐθρήνησαν τὸν νεκρὸν προφήτην ἀπὸ τὴν Ἰουδαίαν καὶ ἔλεγαν: «Ἀλλοίμονον, ἀδελφέ!»
- 31
καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἶπε τοῖς υἱοῖς αὐτοῦ λέγων· ἐὰν ἀποθάνω, θάψατέ με ἐν τῷ τάφῳ τούτῳ οὗ ὁ ἄνθρωπος τοῦ Θεοῦ τέθαπται ἐν αὐτῷ· παρὰ τὰ ὀστᾶ αὐτοῦ θέτε με, ἵνα σωθῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ·
Μετὰ τὸν θρῆνον καὶ τὴν ταφὴν τοῦ προφήτου ἀπὸ τὴν Ἰουδαίαν ὁ γέρων προφήτης ἀπὸ τὴν Βαιθὴλ εἶπεν εἰς τοὺς υἱούς του: «Ὅταν ἀποθάνω, θάψετέ με εἰς τὸν τάφον αὐτόν, εἰς τὸν ὁποῖον ἔχει ταφῆ ὁ ἄνθρωπος τοῦ Θεοῦ· βάλετε τὸ νεκρόν μου σῶμα δίπλα ἀπὸ τὰ ὀστά του, διὰ νὰ σωθοῦν τὰ ὀστά μου μαζὶ μὲ τὰ ἰδικά του ὀστᾶ·
- 32
ὅτι γινόμενον ἔσται τὸ ρῆμα, ὃ ἐλάλησεν ἐν λόγῳ Κυρίου ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ.
διότι θὰ πραγματοποιηθῇ ὁπωσδήποτε ὁ λόγος (ἡ προφητεία), ποὺ εἶπε κατὰ διαταγὴν τοῦ Κυρίου διὰ τὸ θυσιαστήριον, ποὺ εἶναι εἰς τὴν Βαιθήλ, καὶ διὰ τοὺς εἰδωλολατρικοὺς εὐκτηρίους οἴκους, ποὺ εἶναι κτισμένοι εἰς τοὺς ὑψηλοὺς τόπους, εἰς τὴν Σαμάρειαν».
- 33
καὶ μετὰ τὸ ρῆμα τοῦτο οὐκ ἐπέστρεψεν ῾Ιεροβοὰμ ἀπὸ τῆς κακίας αὐτοῦ, καὶ ἐπέστρεψε καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά.
Παρ' ὅλα τὰ συγκλονιστικὰ αὐτὰ γεγονότα καὶ μετὰ τὰ λόγια αὐτὰ τοῦ προφήτου τῆς Βαιθὴλ ὁ βασιλιᾶς Ἱεροβοὰμ δὲν μετενόησε καὶ δὲν ἐπέστρεψεν ἀπὸ τὴν εἰδωλολατρίαν του· συνέχιζε νὰ μένῃ εἰς τὴν εἰδωλολατρίαν καὶ ἀνέδειξε (καθιέρωσε) πάλιν ἀνθρώπους ἀπὸ τὰ λαϊκὰ στρώματα ὡς ἱερεῖς τῶν εἰδωλολατρικῶν εὐκτηρίων οἴκων, ποὺ ἔκτισεν εἰς τοὺς ὑψηλοὺς τόπους. Ὅποιος ἤθελε νὰ γίνῃ ἱερεύς, ἐγίνετο ἱερεὺς εἰς τοὺς εἰδωλολατρικοὺς εὐκτηρίους οἴκους, ποὺ ἦσαν κτισμένοι εἰς τοὺς ὑψηλοὺς τόπους.
- 34
καὶ ἐγένετο τὸ ρῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ ῾Ιεροβοὰμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς.
Ἡ καθιέρωσις μὲ αὐτὸν τὸν τρόπον ἱερέων ἀπὸ τὸν λαὸν καὶ ὄχι ἀπὸ τὴν ἱερατικὴν φυλὴν τοῦ Λευΐ ἦταν θανάσιμη ἁμαρτία διὰ τὴν οἰκογένειαν τοῦ Ἱεροβοάμ, ἔγινε δὲ αἰτία νὰ καταστραφῇ ἡ ἀσεβὴς αὐτὴ οἰκογένεια (βασιλικὴ δυναστεία) καὶ νὰ ἀφανισθῇ ἐξ ὁλοκλήρου ἀπὸ τὸ πρόσωπον τῆς γῆς.
