Γ΄ Βασιλειών, κεφάλαιο 11
- 1
Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, ᾿Αμμανίτιδας, Σύρας καὶ ᾿Ιδουμαίας, Χετταίας καὶ ᾿Αμορραίας,
Ο βασιλιᾶς Σολομὼν ἀγαποῦσε τὶς γυναῖκες. Εἶχε δὲ εἰς τὸ πολυπληθὲς χαρέμι του ὡς συζύγους πρώτης σειρᾶς ἑπτακόσιες πριγκήπισσες, καὶ τριακόσιες ἄλλες ὡς συζύγους δευτέρας σειρᾶς. Ὁ Σολομὼν ἔλαβεν ὡς συζύγους γυναῖκες ξένων (εἰδωλολατρικῶν) λαῶν· ἐκτὸς ἀπὸ τὴν θυγατέρα τοῦ Φαραώ, ἔλαβεν ἐπίσης ὡς γυναῖκες Μωαβίτιδες, Ἀμμωνίτιδες, Σύρες καὶ Ἰδουμαῖες, Χετταῖες καὶ Ἀμορραῖες.
- 2
ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς ᾿Ισραήλ· οὐκ εἰσελεύσεσθε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι.
Ἐνυμφεύθη (ἔτσι) γυναῖκες ἀπὸ τοὺς εἰδωλολατρικοὺς λαούς, μὲ τοὺς ὁποίους ὁ Κύριος ἀπηγόρευσε τοὺς μικτοὺς γάμους εἰς τοὺς Ἰσραηλίτες, μὲ τὴν ἐντολήν: «Δὲν θὰ ἔλθετε εἰς ἐπιμειξίαν (ἐπιγαμίαν) μὲ αὐτοὺς καὶ αὐτοὶ δὲν θὰ ἔλθουν εἰς ἐπιμειξίαν (ἐπιγαμίαν) μαζί σας, διὰ νὰ μὴ σᾶς ἐπηρεάσουν μὲ τοὺς μικτοὺς αὐτοὺς γάμους καὶ διὰ νὰ μὴ σᾶς παρασύρουν καὶ ἐμπνεύσουν εἰς τὶς καρδιές σας κλίσιν καὶ ἔρωτα, ὥστε νὰ λατρεύετε τοὺς εἰδωλολατρικούς των Θεούς». Ὅμως ὁ Σολομὼν προσεκολλήθη εἰς τὰ ἔθνη αὐτά, ὥστε ἀγάπησε τὴν λατρείαν τῶν εἰδωλολατρικῶν αὐτῶν θεῶν τῶν γυναικῶν του.
- 3
[Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἐξέκλιναν γυναῖκες αὐτοῦ τὴν καρδίαν αὐτοῦ.]
Ὁ Σολομὼν εἶχεν εἰς τὸ πολυπληθὲς χαρέμι του ὡς συζύγους πρώτης σειρᾶς ἑπτακόσιες πριγκήπισσες, καὶ τριακόσιες ἄλλες ὡς συζύγους δευτέρας σειρᾶς. Οἱ γυναῖκες δὲ αὐτὲς ἔκαμαν τὴν καρδία του μαλακὴν καὶ φιλήδονον, ὥστε τελικῶς ὁ Σολομὼν ἀπεμακρύνθη ἀπὸ τὸν Θεόν.
- 4
καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν.
Ἔτσι συνέβη τοῦτο: Κατὰ τὴν γεροντικὴν ἡλικίαν τοῦ Σολομῶντος ἡ καρδιά του δὲν ἦταν ἐξ ὁλοκλήρου δοσμένη καὶ ἀφωσιωμένη εἰς τὸν μόνον ἀληθινὸν Θεόν, ὅπως ἦταν ἡ καρδιὰ τοῦ Δαβίδ, τοῦ πατέρα του· διότι οἱ εἰδωλολάτρισσες γυναῖκες τὸν παρέσυραν καὶ ἐνέπνευσαν εἰς τὴν καρδιά του κλίσιν καὶ ἔρωτα πρὸς τοὺς ἰδικούς των εἰδωλολατρικοὺς θεούς.
- 5
τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμώς, εἰδώλῳ Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν ᾿Αμμὼν
Τὴν ἐποχὴν τῶν γηρατειῶν του ὁ Σολομὼν ἔκτισε εἰς κάποιον ὑψηλὸν τόπον θυσιαστήριον εἰς τὸν Χαμώς, τὸν ἐθνικὸν θεὸν τῶν εἰδωλολατρῶν Μωαβιτῶν. Ἐπίσης ἔκτισε θυσιαστήριον λατρείας εἰς ὑψηλὸν τόπον καὶ διὰ τὸν βασιλιᾶ των εἰς τὸ εἴδωλον τῶν Ἀμμωνιτῶν (ἢ κατὰ τὸ Ἑβραϊκὸν κείμενον· εἰς τὸν θεὸν Μολὸχ τῶν εἰδωλολατρῶν Ἀμμωνιτῶν).
- 6
καὶ τῇ ᾿Αστάρτῃ βδελύγματι Σιδωνίων,
Τὸ ἴδιον ἔκαμε καὶ διὰ τὴν Ἀστάρτην, τὴν βρωμερὴ καὶ σιχαμερὴ θεὰν τῶν εἰδωλολατρῶν κατοίκων τῆς Σιδῶνος.
- 7
καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν.
Τέτοια θυσιαστήρια ἔκτισε καὶ δι’ ὅλες τὶς εἰδωλολάτρισσες γυναῖκες του, οἱ ὁποῖες προσέφεραν θυμιάματα (ἔκαιαν λιβάνι) καὶ θυσίες εἰς τοὺς εἰδωλολατρικοὺς θεούς των.
- 8
καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
Ἔτσι ὁ Σολομὼν ἐσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· κατήντησεν εἰδωλολάτρης. Δὲν ἐπολιτεύθη μὲ πιστότητα καὶ ἀφοσίωσιν ἐνώπιον τοῦ Κυρίου, ὅπως ὁ Δαβίδ, ὁ πατέρας του.
- 9
καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμών, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ ᾿Ισραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς
Δι' ὅλα αὐτὰ ὁ Θεὸς ὠργίσθη ἐναντίον τοῦ Σολομῶντος, ἐπειδὴ ἡ καρδιά του εἶχεν ἐπηρεασθῆ καὶ παρεκκλίνει ἀπὸ τὸν μόνον Κύριον καὶ ἀληθινὸν Θεὸν τοῦ Ἰσραήλ, παρ' ὅλον ὅτι αὐτὸς (ὁ Κύριος) τοῦ εἶχεν ἐμφανισθῆ δύο φορὲς
- 10
καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων καὶ φυλάξασθαι ποιῆσαι, ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὐδ᾿ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
καὶ τοῦ εἶχε δώσει σαφῆ ἐντολὴν σχετικῶς μὲ τὸ ζήτημα αὐτὸ τῆς εἰδωλολατρίας. Τοῦ ἔδωσε τὴν ἐντολὴν νὰ μὴ ἀκολουθήσῃ καὶ νὰ μὴ λατρεύσῃ καθόλου ἄλλους θεούς· ἀπ’ ἐναντίας δὲ νὰ προσὲξῃ πολύ, ὥστε νὰ ἐφαρμόσῃ ὅλα, ὅσα τοῦ ἔδωκεν ἐντολὴν ὁ Κύριος καὶ Θεός. Ἀλλ' ἡ καρδιὰ τοῦ Σολομῶντος δὲν ἦταν πλέον ἐξ ὀλοκλήρου δοσμένη καὶ ἀφωσιωμένη εἰς τὸν Κύριον, τὸν μόνον ἀληθινὸν Θεόν, ὅπως ἦταν ἡ καρδιὰ τοῦ Δαβίδ, τοῦ πατέρα του.
- 11
καὶ εἶπε Κύριος πρὸς Σαλωμών· ἀνθ᾿ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.
Διὰ τοῦτο ὁ Κύριος εἶπε πρὸς τὸν Σολομῶντα: «Κατόπιν τῶν ὅσων τέτοιων μεγάλων καὶ θαυμαστῶν ἔγιναν εἰς σέ, σὺ δὲ μὲ τὴν ἐλευθέραν θέλησίν σου δὲν ἐτήρησες τὶς ἐντολές μου καὶ τὰ προστάγματά μου, τὰ ὁποῖα σὲ διέταξα νὰ τηρήσῃς, θὰ χωρίσω καὶ θὰ ἀποσπάσω τὴν βασιλείαν σου ἀπὸ τὰ χέρια σου καὶ θὰ τὴν δώσω εἰς τὸν δοῦλον σου.
- 12
πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν.
Ἐν τούτοις δὲν θὰ πραγματοποιήσω τὴν ἀπόφασίν μου αὐτὴν κατὰ τὶς ἡμέρες τῆς βασιλείας σου, χάριν τοῦ Δαβίδ, τοῦ πατέρα σου· θὰ χωρίσω τὴν βασιλείαν καὶ θὰ τὴν ἀποσπάσω ἀπὸ τὰ χέρια τοῦ υἱοῦ σου.
- 13
πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου καὶ διὰ ῾Ιερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην.
Ὅμως καὶ πάλιν δὲν θὰ ἀποσπάσω ἀπὸ τὰ χέρια τοῦ υἱοῦ σου ὁλόκληρον τὴν βασιλείαν ἀλλὰ θὰ δώσω μίαν φυλὴν καὶ εἰς τὸν υἱόν σου χάριν τοῦ Δαβίδ, τοῦ πιστοῦ καὶ ἀφωσιωμένου δούλου μου, καὶ χάριν τῆς πόλεως Ἱερουσαλήμ, τὴν ὁποίαν ἐδιάλεξα ὡς τόπον τοῦ Ναοῦ μου, δηλαδὴ ὡς κατοικίαν ἰδικήν μου».
- 14
Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν ῎Αδερ τὸν ᾿Ιδουμαῖον καὶ τὸν ᾿Εσρὼμ υἱὸν ᾿Ελιαδαέ, τὸν ἐν Ραεμμὰθ ᾿Αδραζὰρ βασιλέα Σουβὰ κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασέκ· καὶ ἦσαν σατὰν τῷ ᾿Ισραὴλ πάσας τὰς ἡμέρας Σαλωμών. καὶ ῎Αδερ ὁ ᾿Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν ᾿Ιδουμαίᾳ·
Καὶ ὁ Κύριος, διὰ νὰ τιμωρήσῃ τὸν Σολομῶντα, ἀφῆκε νὰ ἐμφανισθοῦν ὡς ἀντίπαλοι καὶ ἐχθροί του ὁ Ἄδερ ὁ Ἰδουμαῖος καὶ ὁ Ἐσρώμ, ὁ υἱὸς τοῦ Ἐλιαδαέ, ποὺ ἦταν εἰς τὴν Ραεμμάθ, ὁ ὁποῖος (Ἐσρώμ) ἦταν δοῦλος τοῦ Ἀδραζάρ, βασιλιᾶ τῆς Σουβά. Ἐμαζεύθησαν δὲ γύρω ἀπὸ τὸν Ἐσρὼμ ἄνδρες, ὥστε αὐτὸς ἔγινε ἀρχηγὸς ἐπαναστατικοῦ σώματος (συντάγματος μὲ 2.000 στρατιῶτες) καὶ μὲ αὐτὸ ἔτρεξε καὶ ἐκυρίευσε τὴν Δαμασκόν. Ἀπὸ ἐκεῖ ὡς ἀποστάτης καὶ ἐχθρός, ὡς συνεχὴς πειρασμὸς καὶ μάστιγα, ἐνεργοῦσε ἐπιθέσεις ἐναντίον τῶν Ἰσραηλιτῶν καθ' ὅλην τὴν διάρκειαν τῆς ζωῆς (καὶ τῆς βασιλείας) τοῦ Σολομῶντος. (Ἀλλὰ τὴν ἰδίαν ἐχθρικὴν στάσιν ἐτηροῦσε) καὶ ὁ Ἄδερ ὁ Ἰδουμαῖος, ὁ ὁποῖος κατήγετο ἀπὸ βασιλικὸν γένος τῆς Ἰδουμαίας.
- 15
καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν ᾿Εδὼμ ἐν τῷ πορευθῆναι ᾿Ιωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ ᾿Ιδουμαίᾳ
(Τὸ ἱστορικὸν τοῦ Ἄδερ εἶναι τὸ ἀκόλουθον:) Ὅταν ὁ Δαβὶδ εἶχεν ἐκστρατεύσει ἐναντίον τῆς Ἰδουμαίας καὶ ἐξωλόθρευσε τοὺς Ἰδουμαίους, ὁ δὲ ἀρχιστράτηγός του Δαβὶδ Ἰωὰβ ἐπῆγε νὰ θάψῃ τοὺς νεκρούς, οἱ Ἰσραηλῖται ἐσκότωσαν ὅλους τοὺς ἄρρενες εἰς τὴν Ἰδουμαίαν.
- 16
— ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ ᾿Ιωὰβ καὶ πᾶς ᾿Ισραὴλ ἐν τῇ ᾿Ιδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ ᾿Ιδουμαίᾳ —
Ὁ Ἰωὰβ ἔμεινεν ἐκεῖ εἰς τὴν Ἰδουμαίαν ἕξι μῆνες, καθὼς ἐπίσης καὶ ὅλος ὁ στρατὸς τῶν Ἰσραηλιτῶν, μέχρις ὅτου ἐσκότωσαν κάθε ἀρσενικὸν εἰς τὴν Ἰδουμαίαν.
- 17
καὶ ἀπέδρα ῎Αδερ, αὐτὸς καὶ πάντες ἄνδρες ᾿Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ ῎Αδερ παιδάριον μικρόν.
Τότε αὐτὸς ὁ Ἄδερ ἀπέδρασε καὶ ἔτσι ἐγλύτωσε ἀπὸ τὴν σφαγήν· μαζί του ἀπέδρασαν καὶ ὅλοι οἱ ἄρρενες Ἰδουμαῖοι τοῦ βασιλικοῦ περιβάλλοντος τοῦ πατέρα του καὶ κατέφυγαν (ἐμπῆκαν) εἰς τὴν Αἴγυπτον· τότε ὁ Ἄδερ ἦταν ἀκόμη μικρὸν παιδί.
- 18
καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ καὶ ἔρχονται εἰς Φαρὰν καὶ λαμβάνουσιν ἄνδρας μεθ᾿ ἑαυτῶν καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ εἰσῆλθεν ῎Αδερ πρὸς Φαραώ, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ.
(Ἡ ἀπόδρασις καὶ ἡ φυγή των εἰς τὴν Αἴγυπτον ἔγινε ὡς ἑξῆς:) Ἐξεκίνησαν ἄνδρες ἀπὸ τὴν πόλιν Μαδιὰμ καὶ ἔφθασαν εἰς τὴν Φαράν. Ἀπὸ ἐκεῖ παρέλαβαν μαζί των καὶ ἄλλους ἄνδρες καὶ (ὅλοι μαζί) ἦλθαν εἰς τὸν Φαραώ, τὸν βασιλιᾶ τῆς Αἰγύπτου. Καὶ ὁ Ἄδερ παρουσιάσθη εἰς τὸν Φαραώ, ὁ δὲ Φαραὼ τοῦ ἔδωκε κατοικίαν καὶ ὥρισε νὰ χορηγοῦνται εἰς αὐτὸν τρόφιμα.
- 19
καὶ εὗρεν ῎Αδερ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας τὴν μείζω.
Ὁ φυγὰς Ἄδερ ἀπέκτησεν ἐξαιρετικὴν εὔνοιαν ἐκ μέρους τοῦ Φαραώ, ὁ ὁποῖος τὸν ἀγάπησε τόσον πολύ, ὥστε τοῦ ἔδωκεν ὡς σύζυγον τὴν ἀδελφὴν τῆς γυναίκας του· τοῦ ἔδωκε τὴν μεγαλυτέραν ἀδελφὴν τῆς βασιλίσσης Θεκεμίνας!
- 20
καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ ῎Αδερ τὸν Γανηβὰθ υἱὸν αὐτῆς, καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ, καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ.
Καὶ ἡ ἀδελφὴ τῆς Θεκεμίνας ἐγέννησεν εἰς τὸν Ἄδερ τὸν Γανηβάθ, τὸν υἱόν της· ἡ δὲ βασίλισσα Θεκεμίνα τὸν ἀνέθρεψε μεταξὺ τῶν παιδιῶν τοῦ Φαραώ. Ἔτσι ὁ Γανηβὰθ ἦταν μεταξὺ τῶν υἱῶν τοῦ Φαραώ!
- 21
καὶ ῎Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν ᾿Ιωὰβ ὁ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν ῎Αδερ πρὸς Φαραώ· ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.
Ἐνῷ ὁ Ἄδερ εὑρίσκετο εἰς τὴν Αἴγυπτον, ἐπληροφορήθη ὅτι ἀπέθανεν ὁ Δαβὶδ καὶ ἀνεπαύθη μαζὶ μὲ τοὺς προπάτορές του· ἀκόμη ἐπληροφορήθη ὅτι ἀπέθανε καὶ ὁ ἀρχιστράτηγός του Δαβίδ, ὁ Ἰωάβ. Τότε ὁ Ἄδερ εἶπεν εἰς τὸν Φαραώ: «Ἄφησέ με νὰ ἀναχωρήσω, διὰ νὰ ἐπιστρέψω εἰς τὴν πατρίδα μου».
- 22
καὶ εἶπε Φαραὼ τῷ ῎Αδερ· τίνι σὺ ἐλαττονῇ μετ᾿ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου. καὶ εἶπεν αὐτῷ ῎Αδερ, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν ῎Αδερ εἰς τὴν γῆν αὐτοῦ. αὕτη ἡ κακία, ἣν ἐποίησεν ῎Αδερ· καὶ ἐβαρυθύμησεν ἐν ᾿Ισραὴλ καὶ ἐβασίλευσεν ἐν γῇ ᾿Εδώμ.
Ὁ Φαραὼ εἶπεν εἰς τὸν Ἄδερ: «Τί σοῦ λείπει ἀπὸ τὴν παραμονήν σου κοντά μου, ὥστε ζητεῖς τώρα νὰ φύγῃς διὰ νὰ ἐπιστρέψῃς εἰς τὴν πατρίδα σου;» Ὁ Ἄδερ τοῦ ἀπάντησε: «Τίποτε δὲν μοῦ λείπει. Αὐτὸ μόνον σὲ παρακαλῶ· ἄφησέ με νὰ ἐπιστρέψω μὲ ὁποιονδήποτε τρόπον». Καὶ ὁ Ἄδερ ἐπέστρεψεν εἰς τὴν πατρίδα του (τὴν Ἰδουμαίαν). Ἡ ἐνόχλησις δέ, ποὺ ἐδημιούργησεν ὁ Ἄδερ εἰς τοὺς Ἰσραηλίτες, ἦταν ἡ ἀκόλουθη: Ὁ Ἄδερ ἐβασίλευσεν εἰς τὴν Ἰδουμαίαν καὶ ἐνωχλοῦσε μὲ τὶς ἐπιδρομές του τόσον πολὺ τοὺς Ἰσραηλίτες, ὥστε αὐτοὶ ἔφθασαν εἰς ἀπόγνωσιν καὶ ἐβυθίσθησαν εἰς μεγάλην λύπην.
- 23
[Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ραζὼν υἱὸν ᾿Ελιαδαὲ τὸν Βαραμεὲθ ᾿Αδαδεζὲρ βασιλέα Σουβὰ κύριον αὐτοῦ.
Ὁ Κύριος, διὰ νὰ τιμωρήσῃ τὸν Σολομῶντα, ἀφῆκε νὰ ἐμφανισθῇ καὶ ἄλλος ἀντίπαλος καὶ ἐχθρός του· αὐτὸς ἦταν ὁ Ραζών, ὁ υἱὸς τοῦ Ἐλιαδαέ, ποὺ κατήγετο ἀπὸ τὴν Βαραμεέθ', καὶ (ὁ ὁποῖος) εἶχε καταφύγει εἰς τὸν κύριόν του τὸν Ἀδαδεζέρ, τὸν βασιλιᾶ τῆς Σουβά.
- 24
καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος ἐν τῷ ἀποκτείνειν Δαυὶδ αὐτούς, καὶ ἐπορεύθησαν εἰς Δαμασκὸν καὶ ἐκάθισαν ἐν αὐτῷ καὶ ἐβασίλευσεν ἐν Δαμασκῷ
Καὶ ἐμαζεύθησαν γύρω ἀπὸ τὸν Ραζὼν ἄνδρες, ὥστε αὐτὸς ἔγινε ἀρχηγὸς ἐπαναστατικοῦ σώματος (συντάγματος μὲ 2.000 στρατιῶτες), ὅταν ὁ Δαβὶδ εἶχε φονεύσει (ἐξολοθρεύσει) τὸν στρατὸν τοῦ κυρίου του (τοῦ Ἀδαδεζέρ, βασιλιᾶ τῆς Σουβά). Τώρα αὐτοὶ ἐπῆγαν εἰς τὴν Δαμασκὸν καὶ ἑκατοίκησαν ἐκεῖ καὶ ἀνεκήρυξαν βασιλιᾶ τῆς Συρίας τὸν Ραζών.
- 25
καὶ ἐγένετο ἀντικείμενος τῷ ᾿Ισραὴλ πάσας τὰς ἡμέρας Σαλωμών.]
Ὁ Ραζὼν ὑπῆρξεν ἀντίπαλος καὶ ἐχθρός, συνεχῆς πειρασμὸς καὶ μάστιγα τῶν Ἰσραηλιτῶν καθ' ὅλην τὴν διάρκειαν τῆς ζωῆς καὶ τῆς βασιλείας τοῦ Σολομῶντος.
- 26
Καὶ ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ ὁ ᾿Εφραθὶ ἐκ τῆς Σαριρὰ υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμών.
(Τρίτος ἀντίπαλος καὶ ἐχθρὸς τοῦ Σολομῶντος) ἦταν ὁ Ἱεροβοάμ, ὁ υἱὸς τοῦ Ναβάτ, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν φυλὴν Ἐφραίμ, ἀπὸ τὴν πόλιν Σαριρά. Ὁ Ἱεροβοὰμ ἦταν υἱὸς κάποιας χήρας καὶ δοῦλος τοῦ Σολομῶντος.
- 27
καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῄρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών. καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν, συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
Ἡ αἰτία, διὰ τὴν ὁποίαν ὁ Ἱεροβοὰμ ἐσήκωσε χέρι, δηλαδὴ ἐπανεστάτησε κατὰ τοῦ βασιλιᾶ Σολομῶντος, ἦταν ἡ ἀκόλουθη: Ὁ βασιλιᾶς Σολομὼν ἔκτισε τὸ φρούριον (ἀκρόπολιν) τῆς πόλεως τοῦ Δαβὶδ καὶ ἔφραξε τὴν κοιλάδα (ἢ χαράδραν), ποὺ εὑρίσκετο κοντὰ εἰς τὴν πόλιν τοῦ Δαβίδ, τοῦ πατέρα του.
- 28
καὶ ὁ ἄνθρωπος ῾Ιεροβοὰμ ἰσχυρὸς δυνάμει, καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστί, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου ᾿Ιωσήφ.
Ὁ δὲ ἄνθρωπος αὐτός, ὁ Ἱεροβοάμ, ἔδειξε τότε ὅτι ἦταν πολὺ ἱκανός, δυνατὸς καὶ γενναῖος· ὁ Σολομών, ὅταν εἶδεν ὅτι ὁ νεαρὸς ἐκεῖνος ἄνδρας ἦταν ἐργατικὸς καὶ κατάλληλος δι’ οἰκοδομικὰ ἔργα, τὸν ὥρισεν ἐπιστάτην διὰ τὶς ἀγγαρεῖες, ποὺ εἶχεν ἀναθέσει πρὸς ἐκτέλεσιν εἰς τὴν περιοχὴν τῆς φυλῆς τοῦ Ἰωσὴφ (δηλαδὴ τῶν φυλῶν Ἐφραὶμ καὶ Μανασσῆ).
- 29
καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ῾Ιεροβοὰμ ἐξῆλθεν ἐξ ῾Ιερουσαλὴμ καὶ εὗρεν αὐτὸν ᾿Αχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ᾿Αχιὰ περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ.
Τότε συνέβη τὸ ἀκόλουθον περιστατικόν: Ὁ Ἱεροβοὰμ ἐβγῆκε ἀπὸ τὴν Ἱερουσαλὴμ καὶ τὸν συνήντησεν εἰς τὸν δρόμον ὁ προφήτης Ἀχιά, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν Σηλῶ· ὁ Ἀχιὰ τὸν παρεμέρισε (τὸν ἐτράβηξε) ἀπὸ τὸν δρόμον πρὸς τὴν πεδιάδα. Ὁ προφήτης ἦταν τυλιγμένος μὲ καινούργιο ἐξωτερικὸν φόρεμα. Καὶ οἱ δύο τους (Ἀχιὰ καὶ Ἱεροβοάμ) ἦσαν μόνοι εἰς τὴν πεδιάδα.
- 30
καὶ ἐπελάβετο ᾿Αχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ᾿ αὐτῷ καὶ διέρρηξεν αὐτὸν δώδεκα ρήγματα
Τότε ὁ Ἀχιὰ ἔβγαλε τὸ καινούργιο ἐξωτερικὸν φόρεμα, μὲ τὸ ὁποῖον ἦταν τυλιγμένος, τὸ ἐκράτησε, τὸ ἔσχισεν εἰς δώδεκα κομμάτια
- 31
καὶ εἶπε τῷ ῾Ιεροβοάμ· λάβε σεαυτῷ δέκα ρήγματα, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἰδοὺ ἐγὼ ρήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν καὶ δώσω σοι δέκα σκῆπτρα.
καὶ εἶπεν εἰς τὸν Ἱεροβοάμ: «Πάρε διὰ τὸν ἑαυτόν σου δέκα κομμάτια, διότι αὐτὰ λέγει ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ: «Νά· ἐγὼ πρόκειται νὰ σχίσω, νὰ ἀποσπάσω τὴν βασιλείαν ἀπὸ τὰ χέρια τοῦ Σολομῶντος καὶ νὰ δώσω εἰς σὲ τὴν ἀρχηγίαν τῶν δέκα φυλῶν.
- 32
καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ καὶ διὰ ῾Ιερουσαλὴμ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν ᾿Ισραήλ,
Εἰς τὸν Σολομῶντα θὰ μείνουν δύο μόνον φυλές, καὶ τοῦτο χάριν τοῦ δούλου μου Δαβὶδ καὶ χάριν τῆς πόλεως Ἱερουσαλήμ, τὴν ὁποίαν ἐδιάλεξα ἀπὸ ὅλες τὶς φυλὲς τῶν Ἰσραηλιτῶν, διὰ νὰ κτισθῇ εἰς αὐτὴν ὁ ναός μου καὶ ἔτσι νὰ γίνῃ αὐτὴ κατοικητήριον ἰδικόν μου.
- 33
καὶ ἀνθ᾿ ὧν ἐγκατέλιπέ με καὶ ἐποίησε τῇ ᾿Αστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς καὶ τοῖς εἰδώλοις Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν ᾿Αμμὼν καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
Ἡ τιμωρία αὐτὴ θὰ ἔλθῃ εἰς τὸν Σολομῶντα, διότι μὲ ἐγκατέλειψε καὶ ἐλάτρευσε τὴν Ἀστάρτην, τὴν βρωμερὴ καὶ σιχαμερὴ θεὰν τῶν κατοίκων τῆς Σιδῶνος, καὶ τὸν Χαμὼς καὶ τοὺς ἄλλους εἰδωλολατρικοὺς θεοὺς τῶν Μωαβιτῶν καὶ τὸν βασιλιᾶ των, τὸ βδελυρὸν καὶ σιχαμερὸν αὐτὸ εἰδωλολατρικὸν ἄγαλμα τῶν Ἀμμωνιτῶν (ἢ κατὰ τὸ Ἑβραϊκὸν κείμενον: Καὶ τὸν Μιλκώμ, τὸν εἰδωλολατρικὸν θέον τῶν Ἀμμωνιτῶν). Ὁ Σολομὼν ἐλάτρευσε τὰ εἴδωλα αὐτὰ καὶ δὲν ἀκόλουθησε τὸν δρόμον τῶν ἐντολῶν μου, ὥστε νὰ συμπεριφερθῇ μὲ εἰλικρίνειαν, πιστότητα, εὐθύτητα καὶ ἀφοσίωσιν ἀπέναντί μου, ὅπως εἶχε συμπεριφερθῇ ὁ Δαβίδ, ὁ πατέρας του.
- 34
καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν.
Ἐν τούτοις δὲν θὰ ἀφαιρέσω ὁλόκληρον τὸ βασίλειον ἀπὸ τὰ χέρια του. Ἀπ’ ἐναντίας, θὰ ἀντιταχθῶ διὰ λογαριασμόν του (τοῦ Δαβίδ) καὶ θὰ ἀφήσω εἰς αὐτόν (τὸν Σολομῶντα) τὴν βασιλείαν καθ' ὅλην τὴν διάρκειαν τῆς ζωῆς του· τοῦτο θὰ τὸ κάμω χάριν τοῦ Δαβὶδ τοῦ δούλου μου, τὸν ὁποῖον ἐξετίμησα διὰ τὴν πιστότητα καὶ ἀφοσίωσίν του καὶ τὸν ἐδιάλεξα ὡς ἰδικόν μου.
- 35
καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα,
Θὰ ἀφαιρέσω ὅμως τὴν βασιλείαν ἀπὸ τὰ χέρια τοῦ υἱοῦ τοῦ Σολομῶντος καὶ θὰ δώσω εἰς σὲ τὴν ἀρχηγίαν ἐπὶ τῶν δέκα φυλῶν·
- 36
τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν ῾Ιερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ.
εἰς δὲ τὸν υἱὸν τοῦ Σολομῶντος θὰ δώσω τὴν ἀρχηγίαν ἐπὶ τῶν δύο φυλῶν, ὥστε νὰ ὑπάρχῃ τόπος διὰ τὸν δοῦλον μου τὸν Δαβὶδ πάντοτε ἐνώπιόν μου (ὥστε νὰ ἔχω πάντοτε ἀπόγονον τοῦ δούλου μου Δαβίδ) εἰς τὴν πόλιν Ἱερουσαλήμ· διότι τὴν πόλιν αὐτὴν τὴν ἐδιάλεξα καὶ τὴν ἐξεχώρισα διὰ τὸν ἑαυτόν μου, ὥστε νὰ θέσω ἐκεῖ τὸ ὄνομά μου (μὲ τὸ κτίσιμον τοῦ ναοῦ καὶ τὴν συνεχῆ λατρείαν καὶ δόξαν τοῦ ὀνόματός μου).
- 37
καὶ σὲ λήψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν ᾿Ισραήλ.
Ἱεροβοάμ· ἐσὲ θὰ προσλάβω, καὶ σὺ θὰ βασιλεύσῃς ὅπως ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ θὰ εἶσαι βασιλιᾶς (τοῦ μεγαλυτέρου μέρους) τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 38
καὶ ἔσται ἐὰν φυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καθὼς ᾠκοδόμησα τῷ Δαυὶδ.
Ἐὰν δὲ τηρήσῃς ὅλα, ὅσα θὰ σὲ διατάξω (μὲ τὰ προστάγματά μου), καὶ ἐὰν ἀκολουθήσῃς πιστὰ τὸν δρόμον τῶν ἐντολῶν μου καὶ κάμῃς ἐκεῖνο, τὸ ὁποῖον εἶναι δίκαιον καὶ ἀληθινὸν ἐνώπιόν μου· ἐὰν δηλαδὴ φυλάξῃς μὲ πιστότητα, εἰλικρίνειαν καὶ ἀφοσίωσιν τὰ προστάγματα καὶ τὶς ἐντολές μου, ὅπως ἔκαμεν ὁ Δαβίδ, ὁ δοῦλός μου, τότε καὶ ἐγὼ ὁ Θεὸς θὰ εἶμαι μαζί σου καὶ θὰ κάμω, ὥστε ἡ βασιλεία σου νὰ εἶναι συνεχὴς καὶ σταθερά, ἀπὸ δὲ τὸν βασιλικὸν σου οἶκον νὰ ἀναδεικνύεται πάντοτε διάδοχός σου, ὅπως εἶχα ὑποσχεθῆ καὶ διὰ τὸν πιστόν μου Δαβίδ».
- 40
καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν ῾Ιεροβοάμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέθανε Σαλωμών.
Ὅταν ὁ Σολομὼν ἐπληροφορήθη τὸ γεγονὸς αὐτό, ἐπροσπάθησε νὰ θανατώσῃ τὸν Ἱεροβοάμ. Ὁ Ἱεροβοὰμ ὅμως ἐσηκώθη καὶ ἐδραπέτευσε κρυφὰ εἰς τὴν Αἴγυπτον, κοντὰ εἰς τὸν βασιλιᾶ τῆς Αἰγύπτου Σουσακίμ· παρέμεινε δὲ εἰς τὴν Αἴγυπτον μέχρις ὅτου ἀπέθανεν ὁ Σολομών.
- 41
Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ρημάτων Σαλωμών;
Καὶ τὰ ὑπόλοιπα ἀπὸ τοὺς λόγους τοῦ Σολομῶντος καὶ ὅλα, ὅσα ἔκαμε, καὶ ὅλη ἡ σοφία του, νά! δὲν ἔχουν αὐτὰ γραφὴ εἰς τὸ βιβλίον, ποὺ ἔχει τὴν ἐπιγραφὴν «λόγια (ἢ ἱστορία) τοῦ Σολομῶντος»;
- 42
καὶ αἱ ἡμέραι, ἅς ἐβασίλευε Σαλωμὼν ἐν ῾Ιερουσαλὴμ ἐπὶ πάντα ᾿Ισραὴλ τεσσαράκοντα ἔτη.
Καὶ τὸ χρονικὸν διάστημα, κατὰ τὸ ὁποῖον ἐβασίλευεν ὁ Σολομὼν μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ἦταν σαράντα (40) χρόνια.
- 43
καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήθη ὡς ἤκουσεν ῾Ιεροβοὰμ υἱὸς Ναβάτ, —καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ— κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει ᾿Εφραίμ.
Καὶ ὁ Σολομὼν ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του, καὶ τὸν ἔθαψαν εἰς τὴν πόλιν τοῦ Δαβίδ, τοῦ πατέρα του. Τότε δὲ συνέβη τὸ ἑξῆς γεγονός: Μόλις ἐπληροφορήθη τὸν θάνατον τοῦ Σολομῶντος ὁ Ἱεροβοάμ, ὁ υἱὸς τοῦ Ναβὰτ - αὐτὸς δὲ (ὁ Ἱεροβοάμ) εὑρίσκετο ἀκόμη εἰς τὴν Αἴγυπτον, ὅπου εἶχε δραπετεύσει διὰ νὰ γλυτώσῃ ἀπὸ τὴν ἀπειλὴν τοῦ Σολομῶντος καὶ παρέμενεν εἰς τὴν Αἴγυπτον - ξεκινὰ καὶ κατευθύνεται καὶ φθάνει εἰς τὴν πόλιν του, εἰς τὴν χώραν Σαριρά, ποὺ εὑρίσκετο εἰς τὴν ὀρεινὴν περιοχὴν τοῦ Ἐφραίμ.
- 44
καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ροβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Ἔτσι ὁ Σολομὼν ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του. Εἰς τὴν θέσιν του δὲ ἐβασίλευσεν ὁ υἱός του Ροβοάμ.
