Έξοδος, κεφάλαιο 18
- 1
ΗΚΟΥΣΕ δὲ ᾿Ιοθὸρ ἱερεὺς Μαδιὰμ ὁ γαμβρὸς Μωυσῆ πάντα ὅσα ἐποίησε Κύριος ᾿Ισραὴλ τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγε γὰρ Κύριος τὸν ᾿Ισραὴλ ἐξ Αἰγύπτου.
Ο Ἰοθὸρ ὁ ἱερεὺς τῆς Μαδιάμ, ποὺ ἦτο πεθερὸς τοῦ Μωϋσέως, ἄκουσε νὰ γίνεται λόγος δι’ ὅλα ἐκεῖνα τὰ θαυμαστὰ ἔργα, ποὺ ἔκαμεν ὁ Κύριος χάριν τοῦ λαοῦ Του, τοῦ Ἰσραήλ, τὸ πῶς δηλαδὴ ἔβγαλεν ὁ Κύριος ἀπὸ τὴν Αἴγυπτον ἐλευθέρους τοὺς Ἰσραηλίτας.
- 2
ἔλαβε δὲ ᾿Ιοθὸρ ὁ γαμβρὸς Μωυσῆ Σεπφώραν τὴν γυναῖκα Μωυσῆ μετὰ τὴν ἄφεσιν αὐτῆς
Ἐπῆρε δὲ μαζί του ὁ Ἰοθόρ, ὁ πεθερὸς τοῦ Μωϋσέως, τὴν Σεπφώραν, τὴν γυναῖκα τοῦ Μωϋσέως, ποὺ τὴν εἶχεν ἀποστείλει ἐν τῷ μεταξὺ ὁ Μωϋσῆς εἰς τὸν πατέρα της.
- 3
καὶ τοὺς δύο υἱοὺς αὐτῆς· ὄνομα τῷ ἑνὶ αὐτῶν Γηρσὰμ λέγων· πάροικος ἤμην ἐν γῇ ἀλλοτρίᾳ·
Ἐπῆρεν ἐπίσης καὶ τοὺς δύο υἱούς της. Ὁ ἕνας ἀπὸ αὐτοὺς ὠνομάζετο Γηρσάμ. Τοῦ ἐδόθη τὸ ὄνομα αὐτό, διότι ὅταν ἐγεννήθη αὐτός, εἶπεν ὁ Μωϋσῆς: «Ἤμουν προσωρινὸς κάτοικος εἰς ξένην γῆν».
- 4
καὶ τὸ ὄνομα τοῦ δευτέρου ῾Ελιέζερ λέγων· ὁ γὰρ Θεὸς τοῦ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ.
Τὸ δὲ ὄνομα τοῦ δευτέρου υἱοῦ ἦτο Ἐλιέζερ, διότι εἰς τὴν γέννησίν του ὁ Μωϋσῆς εἶπεν: «Ὁ Θεὸς τοῦ πατρός μου εἶναι βοηθός μου καὶ μὲ ἔσωσεν ἀπὸ τὸ ὡπλισμένον χέρι τοῦ Φαραώ».
- 5
καὶ ἐξῆλθεν ᾿Ιοθὸρ ὁ γαμβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρημον, οὗ παρενέβαλεν ἐπ᾿ ὄρους τοῦ Θεοῦ.
Ὁ Ἰοθορ λοιπόν, ὁ πεθερὸς τοῦ Μωϋσέως μαζὶ μὲ τοὺς υἱοὺς καὶ τὴν γυναῖκα του ἐβγῆκε, διὰ να συναντήσῃ τὸν Μωϋσῆν εἰς τὴν ἔρημον, ἐκεῖ ὅπου ἐκεῖνος ἐστρατοπέδευσεν εἰς τὸ ὄρος τοῦ Θεοῦ, τὸ Σινᾶ.
- 6
ἀνηγγέλη δὲ Μωυσῇ λέγοντες· ἰδοὺ ὁ γαμβρός σου ᾿Ιοθὸρ παραγίνεται πρὸς σέ, καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ᾿ αὐτοῦ.
Τότε μερικοί, ποὺ τὸν εἶδαν, τὸ ἀνήγγειλαν εἰς τὸν Μωϋσῆν καὶ εἶπαν: «Νά, ἔρχεται εἰς συνάντησή σου ὁ πεθερός σου ὁ Ἰοθόρ, εἶναι δὲ μαζί του καὶ ἡ γυναῖκα σου καὶ οἱ δύο υἱοί σου».
- 7
ἐξῆλθε δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαμβρῷ καὶ προσεκύνησεν αὐτῷ καὶ ἐφίλησεν αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους· καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν σκηνήν.
Μόλις τὸ ἄκουσεν ὁ Μωϋσῆς, ἐβγῆκεν ἀμέσως πρὸς συνάντησιν τοῦ πεθεροῦ του. Τὸν προσεκύνησε καὶ τὸν ἐφίλησε καὶ ἀσπάσθηκαν ὁ ἕνας τὸν ἄλλον. Κατόπιν ὁ Μωϋσῆς τοὺς ἔβαλε μέσα εἰς τὴν σκηνήν του.
- 8
καὶ διηγήσατο Μωυσῆς τῷ γαμβρῷ πάντα, ὅσα ἐποίησε Κύριος τῷ Φαραὼ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἕνεκεν τοῦ ᾿Ισραήλ, καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοῖς ἐν τῇ ὁδῷ καὶ ὅτι ἐξείλατο αὐτοὺς Κύριος ἐκ χειρὸς Φαραὼ καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων.
Διηγήθη δὲ ὁ Μωϋσῆς εἰς τὸν πεθερόν του ὅλα, ὅσα ἔκανεν ὁ Κύριος εἰς βάρος τοῦ Φαραὼ καὶ ὅλων τῶν Αἰγυπτίων χάριν τοῦ Ἰσραηλιτικοῦ λαοῦ, καὶ ὅλας τὰς ταλαιπωρίας, ποὺ ὑπέφεραν καθ’ ὁδόν, καὶ πῶς τοὺς ἐλύτρωσεν ὁ Κύριος ἀπὸ τὰ χέρια τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων.
- 9
ἐξέστη δὲ ᾿Ιοθὸρ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς, οἷς ἐποίησεν αὐτοῖς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ.
Ὁ δὲ Ἰοθὸρ ἔμεινεν ἔκπληκτος δι’ ὅλα τὰ καλὰ ποὺ ἔκαμεν εἰς αὐτοὺς ὁ Κύριος καὶ διότι τοὺς ἔσωσεν ἀπὸ τὰ χέρια τῶν Αἰγυπτίων καὶ τοῦ Φαραώ.
- 10
καί εἶπεν ᾿Ιοθόρ· εὐλογητὸς Κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραώ·
Εἶπε δὲ ὁ Ἰοθορ: «Δοξασμένος να εἶναι ὁ Κύριος! Διότι ἐλύτρωσε πλέον τοὺς Ἰσμαηλίτας ἀπὸ τὰ χέρια τῶν Αἰγυπτίων καὶ τὰ χέρια τοῦ Φαραώ.
- 11
νῦν ἔγνων ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεούς, ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοῖς.
Τώρα ἔμαθα καλὰ ὅτι πράγματι ὁ Κύριος, ποὺ λατρεύετε, εἶναι μέγας καὶ ἀνώτερος ἀπὸ ὅλους τοὺς θεούς, διότι ἐφάνη παντοδύναμος τιμωρός, τότε ποὺ οἱ ἐχθροὶ ἐφέροντό μὲ περιφρόνησιν καὶ σκληρότητα πρὸς τὸν λαόν Του».
- 12
καὶ ἔλαβεν ᾿Ιοθὸρ ὁ γαμβρὸς Μωυσῆ ὁλοκαυτώματα καὶ θυσίας τῷ Θεῷ· παρεγένετο δὲ ᾿Ααρὼν καὶ πάντες οἱ πρεσβύτεροι ᾿Ισραὴλ συμφαγεῖν ἄρτον μετὰ τοῦ γαμβροῦ Μωυσῆ ἐναντίον τοῦ Θεοῦ.
Κατόπιν ὁ Ἰοθόρ, ὁ πεθερὸς τοῦ Μωϋσεως, ἐπῆρε καὶ προσέφερεν εἰς τὸν Θεὸν ζῶα, ποὺ ἐκάησαν τελείως εἰς τὸν βωμόν, καθὼς καὶ ἄλλας θυσίας. Ἦλθαν δὲ ὁ Ἀαρών καὶ ὅλοι οἱ προεστοὶ τῶν Ἰσραηλιτῶν, διὰ νὰ παρακαθήσουν εἰς τὸ συμπόσιον μαζὶ μὲ τὸν πεθερὸν τοῦ Μωϋσέως ἐνώπιον τοῦ Θεοῦ.
- 13
Καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισε Μωυσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωΐθεν ἕως δείλης.
Συνέβη δὲ τὴν ἄλλην ἡμέραν τὸ ἑξῆς γεγονός: Ἐκάθισεν ὁ Μωϋσῆς μαζὶ μὲ τὸν λαόν, διὰ νὰ δικάζῃ τὰς ὑποθέσεις των. Παρέστεκαν δὲ ὅλοι οἱ Ἰσραηλῖται ἐμπρὸς εἰς τὸν Μωϋσῆν ἀπὸ τὸ πρωῒ μέχρι τὸ δειλινόν.
- 14
καὶ ἰδὼν ᾿Ιοθὸρ πάντα ὅσα ποιεῖ τῷ λαῷ, λέγει· τί τοῦτο, ὃ σὺ ποιεῖς τῷ λαῷ; διατί σὺ κάθησαι μόνος, πᾶς δὲ ὁ λαὸς παρέστηκέ σοι ἀπὸ πρωΐθεν ἕως δείλης;
Ὅταν λοιπὸν εἶδεν ὁ Ἰοθὸρ ὅλα, ὅσα ἔκαμνε διὰ τὸν λαὸν ὁ Μωυσῆς, τοῦ λέγει: «Τὶ εἶναι αὐτό, ποὺ κάνεις εἰς τὸν λαόν; Διατὶ κάθεσαι καὶ δικάζεις μόνος σου ὅλους καὶ ὅλος ὁ λαὸς στέκεται ἐμπρός σου ἀπὸ τὸ πρωῒ μέχρι τὸ δειλινόν;».
- 15
καὶ λέγει Μωυσῆς τῷ γαμβρῷ, ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ Θεοῦ.
«Διότι ὅλος ὁ λαὸς ἔρχεται εἰς ἐμὲ νὰ ζητήσῃ τὸ δίκαιόν του ὡς ἐκπρόσωπον τοῦ Θεοῦ», ἀπαντᾷ εἰς τὸν πεθερόν του ὁ Μωυσῆς.
- 16
ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρός με, διακρίνω ἕκαστον καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ.
«Ὅταν δηλαδὴ συμβῇ κάποια διαφορὰ καὶ διαφωνία μεταξύ των καὶ ἔλθουν εἰς ἑμέ, τότε κρίνω μεταξὺ τοῦ ἑνὸς καὶ τοῦ ἄλλου καὶ εἰς τὴν κάθε περίπτωσιν τοὺς διδάσκω τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὸν νόμον Του».
- 17
εἶπε δὲ ὁ γαμβρὸς Μωυσῆ πρὸς αὐτόν· οὐκ ὀρθῶς σὺ ποιεῖς τὸ ρῆμα τοῦτο·
Καὶ ὁ πεθερὸς τοῦ Μωϋσεως τοῦ εἶπε: «Δὲν ἐνεργεῖς σωστὰ εἰς τὴν περίπτωσιν αὐτήν.
- 18
φθορᾷ καταφθαρήσῃ ἀνυπομονήτῳ καὶ σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστι μετὰ σοῦ· βαρύ σοι τὸ ρῆμα τοῦτο, οὐ δυνήσῃ ποιεῖν σὺ μόνος.
Θὰ φθαρῇς ὁπωσδήποτε καὶ θὰ ἀποκάμῃς ἀπὸ τὸ ἀνυπόφορον φορτίον καὶ σὺ ὁ ἴδιος,ἀλλὰ ταλαιπωρεῖται καὶ ὅλος ὁ λαὸς αὐτός, ποὺ εἶναι μαζί σου. Τὸ ἔργον αὐτὸ εἶναι βαρὺ διὰ σέ. Δὲν θὰ ἠμπορέσῃς νὰ τὸ φέρῃς εἰς πέρας μόνος σου.
- 19
νῦν οὖν ἄκουσόν μου καὶ συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν καὶ ἀνοίσεις τοὺς λόγους αὐτῶν πρὸς τὸν Θεόν,
Ἄκουσέ με λοιπὸν τώρα. Θὰ σὲ συμβουλεύσω καὶ ὁ Θεὸς θὰ εἶναι μαζί σου: Νὰ κρατήσῃς σὺ τὴν θέσιν τοῦ Ἀντιπροσώπου τοῦ Θεοῦ ἐνώπιον τοῦ λαοῦ καὶ νὰ ἀναφέρῃς τὰς ὑποθέσεις των εἰς τὸν Θεόν.
- 20
καὶ διαμαρτύρῃ αὐτοῖς τὰ προστάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ καὶ σημανεῖς αὐτοῖς τὰς ὁδούς, ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα ἃ ποιήσουσι.
Θὰ τοὺς γνωστοποιῇς δὲ μὲ ἔντονον τρόπον τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὸν νόμον Του καὶ θὰ χαράσσῃς τὰς κατευθύνσεις, μέσα εἰς τὰς ὁποίας πρέπει νὰ πορεύωνται αὐτοὶ καὶ θὰ ὑποδεικνύῃς τὰ ἔργα, ποὺ πρέπει νὰ κάμνουν.
- 21
καὶ σὺ σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατούς, θεοσεβεῖς, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις ἐπ᾿ αὐτὸν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους,
Σκέψου δὲ καὶ διάλεξε σὰν βοηθούς σου ἀπὸ ὅλον τὸν λαὸν ἄνδρας ἱκανούς, μὲ φόβον καὶ εὐλάβειαν πρὸς τὸν Θεόν, ἄνδρας δικαίους καὶ ἐναρέτους, ποὺ μισοῦν τὴν ὑπερηφάνειαν, καὶ νὰ τοὺς ἐγκαταστήσῃς ἐπὶ τοῦ λαοῦ ἄλλους μὲν ἀρχηγοὺς χιλίων προσώπων, ἄλλους ἑκατόν, ἄλλους πενήντα καὶ ἄλλους δέκα προσώπων.
- 22
καὶ κρινοῦσι τὸν λαὸν πᾶσαν ὥραν· τὸ δὲ ρῆμα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ, τὰ δὲ βραχέα τῶν κριμάτων κρινοῦσιν αὐτοὶ καὶ κουφιοῦσιν ἀπὸ σοῦ καὶ συναντιλήψονταί σοι.
Αὐτοὶ λοιπὸν θὰ λύουν τὰς διαφορὰς τοῦ λαοῦ διαρκῶς. Τὰς μὲν πολὺ σοβαρὰς ὑποθέσεις θὰ τὰς ἀναφέρουν εἰς σέ, ἐνῷ τὰ μικρὰ θέματα θὰ τὰ διευθετοῦν οἱ ἴδιοι. Ἔτσι θὰ σὲ ἁπαλλάξουν ἀπὸ ἕνα βάρος καὶ θὰ σὲ βοηθοῦν.
- 23
ἐὰν τὸ ρῆμα τοῦτο ποιήσῃς, κατισχύσει σε ὁ Θεός, καὶ δυνήσῃ παραστῆναι, καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον μετ᾿ εἰρήνης ἥξει.
Ἐὰν ἐφαρμόσῃς τὸν τρόπον αὐτόν, θὰ σὲ ἐνδυναμώσῃ ὁ Θεὸς καὶ θὰ ἠμπορέσῃς νὰ ἀντέξῃς, ἀλλὰ καὶ ὅλος ὁ λαὸς θὰ ἐπιστρέφῃ εἰς τὰς σκηνάς του εἰρηνικὸς μὲ τακτοποιημένας τὰς διαφοράς του.
- 24
ἤκουσε δὲ Μωυσῆς τῆς φωνῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα εἶπεν αὐτῷ.
Πράγματι δὲ ὁ Μωϋσῆς ἐπρόσεξεν αὐτό, ποὺ τὸν συνεβούλευσεν ὁ πεθερός του καὶ ἔκανεν αὐτά, ποὺ τοῦ εἶπε.
- 25
καὶ ἐπέλεξε Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς ᾿Ισραὴλ καὶ ἐποίησεν αὐτοὺς ἐπ᾿ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.
Καὶ ἐδιάλεξεν ὁ Μωϋσῆς ἱκανοὺς ἄνδρας μέσα ἀπὸ ὅλους τοὺς Ἰσραηλίτας καὶ τοὺς ὥρισεν ἀρχηγούς των εἰς χίλια καὶ ἑκατὸν καὶ πενήντα καὶ δέκα πρόσωπα.
- 26
καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ρῆμα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυσῆν, πᾶν δὲ ρῆμα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί.
Καὶ ἐδίκαζαν αὐτοὶ κάθε ὥραν τὰς ὑποθέσεις τοῦ λαοῦ. Κάθε δὲ σοβαρὰν ὑπόθεσιν τὴν παρέπεμπαν εἰς τὸν Μωϋσῆν, ἐνῷ ὅλα τὰ μικρὰ θέματα τὰ ἐδίκαζαν οἱ ἴδιοι.
- 27
ἐξαπέστειλε δὲ Μωυσῆς τὸν ἑαυτοῦ γαμβρόν, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.
Κατόπιν ὁ Μωϋσῆς κατευώδωσε τὸν πεθερόν του καὶ ἐκεῖνος ἐπέστρεψεν εἰς τὸν τόπον του.
