Έξοδος, κεφάλαιο 17
- 1
ΚΑΙ ἀπῇρε πᾶσα συναγωγὴ υἱῶν ᾿Ισραὴλ ἐκ τῆς ἐρήμου Σὶν κατὰ παρεμβολὰς αὐτῶν διά ρήματος Κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδείν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν.
Καὶ ἐξεκίνησαν ὅλοι οἱ Ἰσραηλῖται ἀπὸ τὴν ἔρημον Σὶν κατὰ τμήματα, συμφώνως πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου καὶ ἔφθασαν καὶ ἐστρατοπέδευσαν εἰς τὴν βραχώδη περιοχὴν Ραφιδείν. Δὲν ὑπῆρχεν ὅμως ἐκεῖ νερό, διὰ νὰ πιῇ ὁ λαός.
- 2
καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. καὶ εἶπεν αὐτοῖς Μωυσῆς· τί λοιδορεῖσθέ μοι, καὶ τί πειράζετε Κύριον;
Ἐξ αἰτίας αὐτοῦ ὁ λαὸς ἐναντιώθη πρὸς τὸν Μωϋσῆν καὶ τοῦ ἔλεγαν ἀπαιτητικῶς ὅλοι των: «Δός μας νερό, διὰ νὰ πιοῦμε». Καὶ ὁ Μωϋσῆς τοὺς ἀπήντησε: «Διατὶ ὁμιλεῖτε μὲ αὐτὸν τὸν τρόπον ἐναντίον μου καὶ μὲ ὑβρίζετε; Διατὶ πειράζετε τὸν Κύριον;»
- 3
ἐδίψησε δὲ ἐκεῖ ὁ λαὸς ὕδατι, καὶ διεγόγγυζεν ἐκεῖ ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ἱνατί τοῦτο; ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει;
Εἰς τὸν τόπον ἐκεῖνον ἐδίψησε πολὺ ὁ λαός. Δι’ αὐτὸ ἐγόγγυζε καὶ παρεπονεῖτο ἐκεῖ ὁ λαὸς ἐναντίον τοῦ Μωϋσέως καὶ ἔλεγαν μὲ γλῶσσαν ἀσυγκράτητον καὶ ἀχάριστον: «Διατὶ μᾶς ἔκανες αὐτὸ τὸ κακόν; Μᾶς ἔβγαλες ἀπὸ τὴν Αἴγυπτον καὶ μᾶς ἔφερες ἐδῶ ἐπάνω, διὰ νὰ θανατώσῃς καὶ ἡμᾶς καὶ τὰ παιδιά μας καὶ τὰ ζῶα μας μὲ τὴν δίψαν;»
- 4
ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον λέγων· τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολήσουσί με.
Ὁ δὲ Μωϋσῆς κατέφυγεν εἰς τὸν Θεὸν μὲ τὴν προσευχὴν καὶ εἶπε μὲ θέρμην πρὸς τὸν Κύριον: «Τί θὰ κάνω μὲ τὸν λαὸν αὐτόν; Ὀλίγον ἀκόμη καὶ θὰ μὲ πετροβολήσουν».
- 5
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· προπορεύου τοῦ λαοῦ τούτου, λαβὲ δὲ σεαυτῷ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ τὴν ράβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν, λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ.
Καὶ εἶπεν ὁ Κύριος εἰς τὸν Μωϋσῆν: «Πέρασε ἐμπρὸς ἀπὸ τὸν λαόν. Πάρε δὲ μαζί σου καὶ μερικοὺς ἀπὸ τοὺς προκρίτους τοῦ λαοῦ. Νὰ κρατῇς εἰς τὸ χέρι σου καὶ τὸ ραβδί, μὲ τὸ ὁποῖον ἐκτύπησες τότε τὸν ποταμὸν Νεῖλον καὶ προχώρησε ἄφοβος.
- 6
ὅδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σε ἐπὶ τῆς πέτρας ἐν Χωρήβ· καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. ἐποίησε δὲ Μωυσῆς οὕτως ἐναντίον τῶν υἱῶν ᾿Ισραήλ.
Καὶ νά, ἐγὼ θὰ ἔχω σταθῇ πρὶν ἀπὸ σὲ ἐπάνω εἰς τὴν πέτραν, ποὺ εὑρίσκεται εἰς τὸ Χωρήβ. Θὰ κτυπήσῃς λοιπὸν τὴν πέτραν καὶ θὰ ἀναπηδήσῃ νερὸ ἄφθονον ἀπὸ αὐτήν, ὥστε νὰ πιῇ ὅλος ὁ λαός». Πράγματι δὲ ὁ Μωϋσῆς ἔκανεν ὅ,τι τοῦ εἶπεν ὁ Κύριος ἐνώπιον τῶν Ἰσραηλιτῶν.
- 7
καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πειρασμὸς καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν ᾿Ισραὴλ καὶ διὰ τὸ πειράζειν Κύριον λέγοντας· εἰ ἔστι Κύριος ἐν ἡμῖν ἢ οὔ;
Ἔδωσε δὲ ὁ Μωϋσῆς εἰς τὴν περιοχὴν Ραφιδεὶν τὰ ὀνόματα «Πειρασμὸς» καὶ «Λοιδόρησις». Τὸ ἔκανεν αὐτό, διότι ἐκεῖ οἱ διψασμένοι Ἰσραηλῖται ὡμίλησαν μὲ αὐθάδειαν καὶ ἀχαριστίαν καὶ ἔθεσαν εἰς πειρασμὸν τὸν Κύριον, ἐπειδὴ παρὰ τὰς τόσας εὐεργεσίας Τοῦ ἔλεγαν: «Εἶναι ἢ δὲν εἶναι μαζί μας ὁ Κύριος;»
- 8
῏Ηλθε δὲ ᾿Αμαλὴκ καὶ ἐπολέμει ᾿Ισραὴλ ἐν Ραφιδείν.
Τότε, ἐνῷ εὑρίσκοντο εἰς τὴν Ραφιδεὶν οἱ Ἰσραηλῖται, ἦλθαν καὶ ἐπετέθησαν ἐναντίον των οἱ Ἀμαληκῖται
- 9
εἶπε δὲ Μωυσῆς τῷ ᾿Ιησοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τῷ ᾿Αμαλὴκ αὔριον, καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ράβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου.
Εἶπε δὲ ὁ Μωϋσῆς εἰς τὸν Ἰησοῦν τὸν υἱὸν τοῦ Ναυῆ: «Διάλεξε καὶ πάρε μαζί σου ἄνδρας δυνατοὺς καὶ βγὲς αὔριον ἀπὸ τὸ στρατόπεδόν μας, διὰ νὰ παραταχθῇς ἀντιμέτωπος εἰς τοὺς Ἀμαληκίτας. Ἔχε δὲ ὑπ’ ὄψει σου ὅτι ἐγὼ θὰ ἔχω σταθῇ εἰς τὴν κορυφὴν τοῦ βουνοῦ, τὸ δὲ ραβδὶ τοῦ Θεοῦ, μὲ τὸ ὁποῖον ἔγιναν τόσα θαῦματα, θὰ εὑρίσκεται εἰς τὸ χέρι μου».
- 10
καὶ ἐποίησεν ᾿Ιησοῦς καθάπερ εἶπεν αὐτῷ Μωυσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ ᾿Αμαλήκ· καὶ Μωυσῆς καὶ ᾿Ααρὼν καὶ ῍Ωρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ.
Καὶ ὁ Ἰησοῦς τοῦ Ναυῆ συνεμορφώθη πλήρως πρὸς ὅσα τοῦ εἶπεν ὁ Μωϋσῆς. Ἐβγῆκε καὶ παρετάχθη εἰς πόλεμον μὲ τοὺς Ἀμαληκίτας, ἐνῷ ὁ Μωϋσῆς καὶ ὁ Ἀαρὼν καὶ ὁ Ὢρ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ βουνοῦ.
- 11
καὶ ἐγίνετο ὅταν ἐπῇρε Μωυσῆς τὰς χεῖρας, κατίσχυεν ᾿Ισραήλ· ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν ᾿Αμαλήκ.
Συνέβη δὲ ὥστε, ὅταν ἐσήκωνεν εἰς στάσιν προσευχῆς τὰ χέρια του ὁ Μωϋσῆς, ἐνικοῦσαν οἱ Ἰσραηλῖται. Ὅταν ὅμως ἄφηνε τὰ χέρια του νὰ πέσουν, ἐνικοῦσαν οἱ Ἀμαληκῖται.
- 12
αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι· καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ᾿ αὐτόν, καὶ ἐκάθητο ἐπ᾿ αὐτοῦ, καὶ ᾿Ααρὼν καὶ ῍Ωρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς· καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου.
Τὰ χέρια ὅμως τοῦ Μωϋσέως ἔγιναν βαρειὰ ἀπὸ τὸν κόπον. Δι’ αὐτὸ ὁ Ἀαρὼν καὶ ὁ Ὢρ ἐπῆραν μίαν μεγάλην πέτραν καὶ τὴν ἔβαλαν κάτω ἀπὸ τὸν Μωϋσῆν. Ἐκάθησε τότε ἐκεῖνος εἰς τὴν πέτραν καὶ ὁ Ἀαρὼν καὶ ὁ Ὤρ, ὁ ἕνας ἀπὸ τὸ ἕνα μέρος καὶ ὁ ἄλλος ἀπὸ τὸ ἄλλο, ἐστήριζαν τὰ χέρια του, διὰ νὰ μένουν ὑψωμένα. Ἔμειναν δὲ στηριγμένα εἰς τὴν στάσιν αὐτὴν τὰ χέρια τοῦ Μωϋσέως, ἕως ὅτου ἐβασίλευσεν ὁ ἥλιος.
- 13
καὶ ἐτρέψατο ᾿Ιησοῦς τὸν ᾿Αμαλὴκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας.
Ἔτσι ὁ Ἰησοῦς τοῦ Ναυῆ ἐνίκησε καὶ ἔτρεψεν εἰς φυγὴν τοὺς Ἀμαληκίτας καὶ ἐξώντωσεν ὅλον τὸν λαόν των μὲ μαχαίρι.
- 14
εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· κατάγραψον τοῦτο εἰς μνημόσυνονἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα ᾿Ιησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον ᾿Αμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν.
Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν Μωϋσῆν: «Γράψε τὸ γεγονὸς αὐτο εἰς ἕνα βιβλίον, ὥστε νὰ μένῃ εἰς ἀνάμνησιν παντοτινήν. Καὶ φρόντισε νὰ καταλάβῃ ὁ Ἰησοῦς τοῦ Ναυῆ ὅτι θὰ σβήσω ὁλοσχερῶς τὴν ἐνθύμησιν τῶν Ἀμαληκιτῶν ἀπὸ ὅλην τὴν γῆν, ποὺ ἀπλώνεται κάτω ἀπὸ τὸν οὐρανόν».
- 15
καὶ ᾠκοδόμησε Μωυσῆς θυσιαστήριον Κυρίῳ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Κύριος καταφυγή μου·
Μετὰ τὴν νίκην ὁ Μωϋσῆς ἔκτισεν εἰς τὸν τόπον ἐκεῖνον θυσιαστήριον πρὸς τιμὴν τοῦ Κυρίου καὶ τὸ ὠνόμασε: «Κύριος καταφυγή μου».
- 16
ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ ᾿Αμαλὴκ ἀπὸ γενεῶν εἰς γενεᾶς.
Διότι ὁ Κύριος, ὁ ἀήττητος πολεμιστής, εἶναι Ἐκεῖνος ποὺ πολεμεῖ μὲ τὸ παντοδύναμον χέρι Τοῦ κατὰ τρόπον μυστικὸν καὶ ἀόρατον τοὺς Ἀμαληκίτας ἀπὸ γενεῶν εἰς γενεὰς αἰωνίως.
