Εσθήρ, κεφάλαιο 9
- 1
Εν γὰρ τῷ δωδεκάτῳ μηνί, τῇ τρισκαιδεκάτη τοῦ μηνός, ὅς ἐστιν ᾿Αδάρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως.
Οὕτω κατὰ τὸν δωδέκατον μῆνα, τὴν δεκάτην τρίτην τοῦ μηνός, ὁ ὁποῖος εἶναι ὁ Ἀδάρ, ἦσαν παρόντα τὰ γράμματα, ποὺ ἐγράφησαν ἀπὸ τὸν βασιλέα.
- 2
ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς ᾿Ιουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς.
Κατ’ αὐτὴν τὴν ἡμέραν ἐξωντώθησαν οἱ ἀντιτασσόμενοι εἰς τοὺς Ἰουδαίους· διότι κανεὶς δὲν ἀντέστη εἰς αὐτούς, ἐπειδὴ τοὺς ἐφοβεῖτο.
- 3
οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς ᾿Ιουδαίους· ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς.
Καὶ δὲν ἀντέστη κανείς, διότι οἰ ἄρχοντες τῶν ἐπαρχιῶν καὶ διοικηταὶ καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων καὶ ὑπερήσπιζον τοὺς Ἰουδαίους· διότι ὁ φόβος τοῦ Μαρδοχαίου τοὺς ἐκυρίευε.
- 4
προσέπεσε γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ καὶ ἐμεγαλύνετο.
Διότι συνέβη τὸ πρόσταγμα τοῦ βασιλέως, διὰ τοῦ ὁποίου ὁ Μαρδοχαῖος ἐτιμήθη, νὰ διαφημισθῇ καθ’ ἅπαν τὸ βασίλειον καὶ ὡς ἐκ τούτου οὗτος ἐμεγάλωνεν εἰς ἐπιρροὴν καὶ δόξαν.
- 5
καὶ ἐπάταξαν οἱ ᾿Ιουδαῖοι πληγὴν ἐν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν πληγὴν μαχαίρας καὶ ἀναιρέσεως καὶ ἀπωλείας καὶ ἐποίησαν ἐν τοῖς μισοῦσιν αὐτοὺς κατὰ τὸ θέλημα αὐτῶν.
Καὶ ἐκτύπησαν οἱ Ἰουδαῖοι μὲ τραύματα θανατηφόρα ὅλους τοὺς ἐχθρούς των, τραύματα μαχαίρας καὶ θανάτου καὶ ἐξοντώσεως, καὶ ἔκαμαν εἰς τοὺς μισοῦντας αὐτοὺς σύμφωνα μὲ τὸ θέλημά των.
- 6
καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ ᾿Ιουδαῖοι ἄνδρας πεντακοσίους,
Καὶ μέσα εἰς τὴν πόλιν τῶν Σούσων ἐθανάτωσαν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους,
- 7
τόν τε Φαρσαννὲς καὶ Δελφὼν καὶ Φασγὰ
καὶ τὸν Φαρσαννὲς καὶ τὸν Δελφὼν καὶ τὸν Φασγὰ
- 8
καὶ Φαραδαθὰ καὶ Βαρέα καὶ Σαρβακὰ
καὶ τὸν Φαραδαθὰ καὶ τὸν Βαρέα καὶ τὸν Σαρβακὰ
- 9
καὶ Μαρμασιμὰ καὶ Ρουφαῖον καὶ ᾿Αρσαῖον καὶ Ζαβουθαῖον,
καὶ τὸν Μαρμασιμὰ καὶ τὸν Ρουφαῖον καὶ Ἀρσαῖον καὶ Ζαβουθαῖον,
- 10
τοὺς δέκα υἱοὺς ᾿Αμὰν ᾿Αμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν ᾿Ιουδαίων, καὶ διήρπασαν.
τοὺς δέκα υἱοὺς τοῦ Ἀμάν, τοῦ υἱοῦ τοῦ Ἀμαδάθου, τοῦ Βουγαίου, τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν τὸν ὁπλισμὸν αὐτῶν.
- 11
ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐπεδόθη ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.
Κατὰ τὴν αὐτὴν ἡμέραν ἐπεδόθη εἰς τὸν βασιλέα σημείωμα τοῦ ἀριθμοῦ τῶν ἐξοντωθέντων εἰς Σούσα.
- 12
εἶπε δὲ ὁ βασιλεὺς πρὸς ᾿Εσθήρ· ἀπώλεσαν οἱ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι, καὶ ἔσται σοι;
Εἶπε δὲ ὁ βασιλεὺς πρὸς τὴν Ἐσθήρ: «Ἐξώντωσαν οἱ Ἰουδαῖοι εἰς μόνον τὴν πόλιν τῶν Σούσων ἄνδρας πεντακοσίους· εἰς δὲ τὴν περίχωρον πῶς νομίζεις ὅτι μετεχειρίσθησαν τοὺς ἐχθρούς των; Ποίαν λοιπὸν ἀξίωσιν ἔχεις ἀκόμη, ἡ ὁποία καὶ θὰ γίνῃ πρὸς χάριν σου;»
- 13
καὶ εἶπεν ᾿Εσθὴρ τῷ βασιλεῖ· δοθήτω τοῖς ᾿Ιουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον, ὥστε τοὺς δέκα υἱοὺς ᾿Αμὰν κρεμάσαι.
Καὶ εἶπεν ἡ Ἐσθὴρ πρὸς τὸν βασιλέα: «Ἂς ἐπιτραπῇ εἰς τοὺς Ἰουδαίους νὰ μεταχειρισθοῦν ὁμοίως καὶ τὴν αὔριον, ὥστε νὰ κρεμάσουν καὶ τοὺς δέκα φονευθέντας υἱοὺς τοῦ Ἀμάν».
- 14
καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοῖς ᾿Ιουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν ᾿Αμὰν κρεμάσαι.
Καὶ ἐπέτρεψεν ὁ βασιλεὺς νὰ γίνῃ οὕτω καὶ διὰ δημοσιευθέντος διατάγματος ἐπέτρεψεν εἰς τοὺς Ἰουδαίους τῆς πόλεως νὰ κρεμάσουν τὰ σώματα τῶν υἱῶν τοῦ Ἀμάν.
- 15
καὶ συνήχθησαν οἱ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ ᾿Αδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν.
Καὶ συνηθροίσθησαν οἱ Ἰουδαῖοι εἰς Σοῦσα τὴν δεκάτην τετάρτην τοῦ Ἀδὰρ καὶ ἐφόνευσαν τριακοσίους ἄνδρας καὶ δὲν ἥρπασαν ὡς λάφυρον τίποτε ἀπὸ τὴν περιουσίαν των.
- 16
οἱ δὲ λοιποὶ τῶν ᾿Ιουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ ᾿Αδὰρ καὶ οὐδὲν διήρπασαν.
Οἱ δὲ λοιποὶ ἀπὸ τοὺς Ἰουδαίους, οἱ ἐγκατεστημένοι εἰς τὸ βασίλειον, συνηθροίσθησαν καὶ ἐβοήθουν ἑαυτοὺς ἀμυνόμενοι κατὰ τῶν ἐπιθέσεων τῶν ἐναντίων καὶ ἀπηλλάγησαν ἀπὸ τοὺς ἐχθρούς. Διότι ἐφόνευσαν ἐξ αὐτῶν δέκα πέντε χιλιάδας κατὰ τὴν δεκάτην τρίτην τοῦ Ἀδὰρ καὶ τίποτε δὲν διήρπασαν ὡς λάφυρον ἐκ τῆς περιουσίας των.
- 17
καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης.
Καὶ ἀνεπαύθησαν τὴν δεκάτην τετάρτην τοῦ αὐτοῦ μηνὸς καὶ ἑώρταζον αὐτὴν ὡς ἡμέραν ἀναπαύσεως μὲ χαρὰν καὶ εὐφροσύνην.
- 18
οἱ δὲ ᾿Ιουδαῖοι ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης.
Οἱ δὲ Ἰουδαῖοι, οἵτινες ἦσαν εἰς τὴν πόλιν τῶν Σούσων, συνηθροίσθησαν καὶ κατὰ τὴν δεκάτην τετάρτην πρὸς ἄμυναν καὶ ἀνεπαύθησαν ἑώρταζον δὲ καὶ τὴν δεκάτην πέμπτην τοῦ μηνὸς μὲ χαρὰν καὶ εὐφροσύνην.
- 19
διὰ τοῦτο οὖν οἱ ᾿Ιουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσι τὴν τεσσαρεσκαιδεκάτην τοῦ ᾿Αδὰρ ἡμέραν ἀγαθὴν μετ᾿ εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον.
Διότι λοιπὸν μόνον εἰς τὰ Σοῦσα παρετάθη καὶ τὴν ἄλλην ἡμέραν ἡ σύγκρουσις, δι’ αὐτὸ οἱ Ἰουδαῖοι, ποὺ εἶναι διεσπαρμένοι εἰς ὅλην τὴν ἔξω χώραν, ἐορτάζουν τὴν δεκάτην τετάρτην τοῦ Ἀδὰρ ὡς ἡμέραν καλὴν καὶ ἐπίσημον μὲ εὐφροσύνην, ἀποστέλλοντες ἕκαστος ἀπὸ τὴν πλουσίαν τράπεζάν του μερίδας φαγητοῦ εἰς τὸν πλησίον.
- 20
῎Εγραψε δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλε τοῖς ᾿Ιουδαίοις, ὅσοι ἦσαν ἐν τῇ ᾿Αρταξέρξου βασιλεία, τοῖς ἐγγὺς καὶ τοῖς μακράν,
Ἔγραψε δὲ ὁ Μαρδοχαῖος τὰ συμβάντα ταῦτα εἰς ἐκτεταμένην ἐπιστολὴν καὶ ἀπέστειλε ταύτην εἰς τοὺς Ἰουδαίους, ὅσοι ἦσαν εἰς τὸ βασίλειον τοῦ Ἀρταξέρξου, τοὺς πλησίον τῶν Σούσων, ἀλλὰ καὶ τοὺς μακρὰν αὐτῶν ἐγκατεστημένους,
- 21
στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθὰς ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ ᾿Αδὰρ
καὶ παρήγγειλε διὰ τῆς ἐπιστολῆς ταύτης νὰ ἀφιερώσωσι τὰς ἡμέρας ταύτας ὡς ἑορτὰς χαρμοσύνους καὶ νὰ πανηγυρίζουν τὴν δεκάτην τετάρτην καὶ τὴν δεκάτην πέμπτην ἡμέρας τοῦ ἀδάρ -
- 22
—ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ ᾿Ιουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν— καὶ τὸν μῆνα, ἐν ᾧ ἐστράφη αὐτοῖς (ὃς ἦν ᾿Αδὰρ) ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς.
διότι κατ’ αὐτὰς τὰς ἡμέρας ἀπηλλάγησαν καὶ ἀνεπαύθησαν οἱ Ἰουδαῖοι ἀπὸ τοὺς ἐχθρούς των - καθὼς καὶ τὸν μῆνα (ὅστις ἦτο ὁ Ἀδάρ), ὁ ὁποῖος ἐστράφη δι’ αὐτοὺς ἀπὸ πένθος εἰς χαρὰν καὶ ἀπὸ πόνου καὶ θλίψεως εἰς ἡμέραν ἑορτῆς εὐφρόσυνον νὰ ἐορτάζουν τὰς ἡμέρας του ὅλας ὡς ἡμέρας χαρμοσύνους γάμων καὶ εὐφροσύνης, ἀποστέλλοντες ἀπὸ τὰς πλουσίας τραπέζας τῶν μερίδας φαγητοῦ εἰς τοὺς φίλους καὶ εἰς τοὺς πτωχούς.
- 23
καὶ προσεδέξαντο οἱ ᾿Ιουδαῖοι, καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος,
Καὶ μετὰ προθυμίας ἀπεδέχθησαν οἱ Ἰουδαῖοι, καθὼς ἔγραψεν εἰς αὐτοὺς ὁ Μαρδοχαῖος,
- 24
πῶς ᾿Αμὰν ᾿Αμαδάθου, ὁ Μακεδών, ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς,
πῶς δηλαδὴ ὁ Ἀμάν, ὁ υἱὸς τοῦ Ἀμαδάθου, ὁ προδότης καὶ Μακεδὼν κατὰ τὰ φρονήματα, τοὺς ἐπολέμει, καθὼς καὶ ἐμηχανεύθη ἐπίβουλον σχέδιον καὶ ἔρριψε κλῆρον καθορίζοντα τὴν ἡμερομηνίαν, διὰ νὰ ἐξοντώσῃ αὐτούς,
- 25
καὶ ὡς εἰσῆλθε πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς ᾿Ιουδαίους κακά, ἐπ᾿ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτός, καὶ τὰ τέκνα αὐτοῦ.
καὶ πῶς εἰσῆλθεν εἰς τὸν βασιλέα μὲ τὴν πρόθεσιν νὰ κρεμάσῃ τὸν Μαρδοχαῖον ὅσα ὅμως κακὰ ἀπεπεράθη μὲ πολλὴν πονηρίαν καὶ δολιότητα νὰ ἐπαγάγῃ εἰς τοὺς Ἰουδαίους, ἔγιναν καὶ ἦλθαν εἰς αὐτόν. Καὶ ἐκρεμάσθη αὐτὸς καὶ τὰ τέκνα του.
- 26
διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης καὶ ὅσα πεπόνθασι διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο,
Διὰ τοῦτο ἐπωνομάσθησαν αἱ ἡμέραι αὗται Πουρὶμ διὰ τοὺς κλήρους, ποὺ ἐχρησιμοποίησεν ὁ Ἀμάν, (διότι κατὰ τὴν διάλεκτον αὐτῶν καλοῦνται Πουρίμ). Καὶ ἐορτάζονται αἱ δύο αὗται ἡμέραι διὰ τοὺς λόγους τοὺς ἀναφερομένους εἰς τὴν ἐπιστολὴν ταύτην καὶ δι’ ὅσα ἐπαθαν δι’ αὐτὰ καὶ δι’ ὅσα ἔγιναν εἰς αὐτούς.
- 27
καὶ ἔστησε· καὶ προσεδέχοντο οἱ ᾿Ιουδαῖοι ἐφ᾿ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπ᾿ αὐτῶν, οὐδὲ μὴν ἄλλων χρήσονται. αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν.
Καὶ ὡρίσθη ἀπὸ τὴν Ἐσθὴρ καὶ τὸν Μαρδοχαῖον καὶ ἐδέχθησαν προθύμως οἱ Ἰουδαῖοι ἐφ’ ἑαυτῶν τὴν ὑποχρέωσιν καὶ ἐπὶ τῶν ἀπογόνων των καὶ ἐπὶ τῶν προσήλυτων, οἱ ὁποῖοι εἶχαν προστεθῇ εἰς αὐτούς, βεβαίως δὲ δὲν θὰ χρησιμοποιοῦν ταύτας κατ’ ἄλλον τρόπον. Αἱ δὲ ἡμέραι αὗται ὡρίσθησαν ὡς μνημόσυνον, τὸ ὁποῖον ἐπιτελεῖται εἰς ἕκαστην φυλὴν καὶ πόλιν καὶ οἰκογένειαν καὶ χώραν.
- 28
αἱ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.
Αἱ δὲ ἡμέραι αὗται τῶν Πουρὶμ θὰ ἐορτάζωνται εἰς τὸν ἅπαντα χρόνον, ἀπαύστως, καὶ τὸ ἐνθύμημα αὐτῶν δὲν θὰ ἐκλείψῃ ἀπὸ τὰς γενεάς.
- 29
καὶ ἔγραψεν ᾿Εσθὴρ ἡ βασίλισσα θυγάτηρ ᾿Αμιναδὰβ καὶ Μαρδοχαῖος ὁ ᾿Ιουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί.
Καὶ ἔγραψεν ἡ Ἐσθὴρ ἡ βασίλισσα, ἡ θυγάτηρ τοῦ Ἀμιναδάβ, καὶ ὁ Μαρδοχαῖος ὁ Ἰουδαῖος, ὅσα ἔκαμαν πρὸς διάσωσιν τῶν Ἰουδαίων, καὶ δευτέραν ἐπιστολὴν ἔχουσαν ἰσχὺν νόμου καὶ στερεούσαν τὴν ἑορτὴν τῶν Πουρίμ.
- 30
καὶ Μαρδοχαῖος καὶ ᾿Εσθὴρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθ᾿ ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγείας ἑαυτῶν καὶ τὴν βουλὴν αὐτῶν.
Καὶ ὁ Μαρδοχαῖος καὶ ἡ βασίλισσα Ἐσθὴρ ὥρισαν νόμον ἰσχύοντα καὶ δι’ ἑαυτοὺς εἰς βάρος τῆς ἀνέσεως καὶ ἡσυχίας τοῦ ἐαυτοῦ των, καὶ τότε, ἀφοῦ ἐνομοθέτησαν εἰς περιορισμὸν τῆς διαίτης των καὶ τῆς χαρᾶς των, ἔστησαν καὶ τὴν περὶ τῆς ἑορτῆς τῶν Πουρὶμ ἀπόφασίν των.
- 31
καὶ ᾿Εσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.
Καὶ ἡ Ἐσθὴρ διὰ διατάγματος ὥρισε τὰ τῆς ἑορτῆς, ἵνα ἰσχύουν πάντοτε καὶ ἀτελευτήτως, καὶ ἐγράφησαν τὰ συμβάντα εἰς βιβλίον διὰ νὰ μὴ λησμονοῦνται, ἀλλὰ νὰ μνημονεύωνται ὑπὸ τῶν Ἰουδαίων.
