Εσθήρ, κεφάλαιο 10
- 1
Ἔγραψε δὲ ὁ βασιλεὺς ἐπὶ τὴν βασιλείαν τῆς τε γῆς καὶ τῆς θαλάσσης,
Έκαμε δὲ ὁ βασιλεὺς ἀπογραφὴν φορολογίας προσθέτου εἰς τὸ βασιλειόν του τῆς ξηρᾶς καὶ τῆς θαλάσσης.
- 2
καὶ τὴν ἰσχὺν αὐτοῦ καὶ ἀνδραγαθίαν πλοῦτόν τε καὶ δόξαν τῆς βασιλείας αὐτοῦ, ἰδοὺ γέγραπται ἐν βιβλίῳ βασιλέων Περσῶν καὶ Μήδων εἰς μνημόσυνον.
Καὶ τὰ κατορθώματα τῆς δυνάμεώς του καὶ τὰ ἀνδραγαθήματά του, καὶ ὁ πλοῦτος καὶ ἡ δόξα τοῦ βασιλείου του, ἰδοὺ ἔχουν γραφῆ εἰς βιβλίον τῶν βασιλέων Περσῶν καὶ Μήδων διὰ νὰ μνημονεύωνται καὶ μὴ ξεχάνωνται.
- 3
ὁ δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα Ἀρταξέρξην καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ καὶ δεδοξασμένος ὑπὸ τῶν Ἰουδαίων· καὶ φιλούμενος, διηγεῖτο τὴν ἀγωγὴν παντὶ τῷ ἔθνει αὐτοῦ. 3α Καὶ εἶπε Μαρδοχαῖος· παρὰ τοῦ Θεοῦ ἐγένετο ταῦτα. 3β ἐμνήσθη γὰρ περὶ τοῦ ἐνυπνίου, οὗ εἶδον περὶ τῶν λόγων τούτων· οὐδὲ γὰρ παρῆλθεν ἀπ᾿ αὐτῶν λόγος. 3γ ἡ μικρὰ πηγή, ἣ ἐγένετο ποταμὸς καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ· Ἐσθήρ ἐστιν ὁ ποταμός, ἣν ἐγάμησεν ὁ βασιλεὺς καὶ ἐποίησε βασίλισσαν. 3δ οἱ δὲ δύο δράκοντες, ἐγώ εἰμι καὶ Ἀμάν. 3ε τὰ δὲ ἔθνη τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν Ἰουδαίων. 3ζ τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν Ἰσραήλ, οἱ βοήσαντες πρὸς τὸν Θεὸν καὶ σωθέντες· καὶ ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐρύσατο Κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων. καὶ ἐποίησεν ὁ Θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα, ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσι. 3η διὰ τοῦτο ἐποίησε κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ Θεοῦ καὶ ἕνα πᾶσι τοῖς ἔθνεσι· 3θ καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον τοῦ Θεοῦ καὶ πᾶσιν τοῖς ἔθνεσι, 3ι καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐδικαίωσε τὴν κληρονομίαν αὐτοῦ· 3κ καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ Ἀδὰρ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ Θεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ Ἰσραήλ. 3λ Ἔτους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας εἰσήνεγκε Δοσίθεος, ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευίτης, καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραί, ἣν ἔφασαν εἶναι καὶ ἡρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τῶν ἐν Ἱερουσαλήμ.
Ὁ δὲ Μαρδοχαῖος ἤρχετο δεύτερος μετὰ τὸν βασιλέα Ἀρταξέρξην καὶ ἦτο μέγας εἰς τὸ βασίλειον καὶ δοξασμένος ἀπὸ τοὺς Ἰουδαίους· καὶ ἀγαπώμενος στοργικῶς, ἐλάλει τὰ συντελοῦντα εἰς προαγωγὴν καὶ εὐτυχίαν εἰς ὅλον τὸ ἔθνος του. 3α Καὶ εἶπεν ὁ Μαρδοχαῖος: «Ἀπὸ τὸν Θεὸν ἔγιναν αὐτά, ποὺ ἐξιστορήθησαν εἰς τὸ βιβλίον αὐτό. 3β Διότι ἐνεθυμήθην τὸ ἐνύπνιον, τὸ ὁποῖον εἶδα διὰ τὰ συμβάντα ταῦτα· διότι δὲν διέφυγεν ἀπ’ αὐτὰ ποὺ εἶδα, οὔτε ἕνας λόγος, ποὺ νὰ μὴ ἐπαληθεύσῃ. 3γ Ἡ μικρὰ πηγή, ἡ ὁποία ἔγινε ποταμὸς καὶ συγχρόνως ἦτο φῶς καὶ ἥλιος καὶ νερὸ πολύ· ἡ Ἐσθὴρ εἶναι ὁ ποταμός, τὴν ὁποίαν ἔλαβεν εἰς γάμον ὁ βασιλεὺς καὶ τὴν ἔκαμε βασίλισσαν. 3δ Οἱ δὲ δύο δράκοντες ἐγὼ εἶμαι καὶ ὁ Ἀμάν. 3ε Τὰ δὲ ἔθνη εἶναι, ὅσα ἀνὰ τὸ βασίλειον τῶν Περσῶν ἀπὸ συμφώνου συνήχθησαν διὰ νὰ καταστρέψουν καὶ ἑξαφανίσουν τὸ ὄνομα τῶν Ἰουδαίων. 3ζ Τὸ δὲ ἔθνος τὸ ἰδικόν μου, αὐτὸ εἶναι ὁ Ἰσραήλ, οἱ ὁποῖοι ἐφώναξαν πρὸς τὸν Θεὸν καὶ ἐσώθησαν. Καὶ ἔσωσεν ὁ Κύριος τὸν λαόν του καὶ τὸν ἐγλύτωσεν ὁ Κύριος ἀπὸ ὅλα τὰ κακὰ ταῦτα. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ γνωστὰ σημαδιακὰ καὶ καταπληκτικὰ θαύματα τὰ μέγα, ποὺ δὲν ἔχουν γίνει μεταξὺ τῶν ἐθνῶν εἰς προστασίαν αὐτῶν. 3η Διὰ τοῦτο ἐπέτρεψεν ὁ Θεὸς νὰ γίνουν δύο κλῆροι, εἰς διὰ τὸν λαὸν τοῦ Θεοῦ καὶ εἰς δι’ ὅλα τὰ ἔθνη τὰ ἐπιβουλευόμενα τὸν Ἰσραήλ. 3θ Καὶ συνέπεσαν οἰ δύο αὐτοὶ κλῆροι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν δικαίας κρίσεως καὶ καταδίκης ἐνώπιον τοῦ Θεοῦ ὡς Κριτοῦ καὶ δ’ ὅλα τὰ ἔθνη. 3ι Καὶ ἐνεθυμήθη ὁ Θεὸς τὸν λαόν του καὶ ἀπέδωκε δικαιοσύνην εἰς τὴν κληρονομίαν του. 3κ Καὶ θὰ εἶναι ὡρισμέναι δι' αὐτούς, τοὺς ἀποτελοῦντας τὸν λαὸν τοῦ Θεοῦ, αἱ ἡμέραι αὗται κατὰ τὸν μῆνα Ἀδάρ, τὴν δεκάτην τετάρτην καὶ τὴν δεκάτην πέμπτην τοῦ μηνός, μὲ συνάθροισιν καὶ μὲ χαρὰν καὶ μὲ εὐφροσύνην ἐνώπιον τοῦ Θεοῦ εἰς ὅλας τὰς γενεὰς ἀτελευτήτως εἰς τὸν λαὸν αὐτοῦ Ἰσραήλ». 3λ Κατὰ τὸ τέταρτον ἔτος, ὅταν ἐβασίλευεν ὁ Πτολεμαῖος καὶ ἡ Κλεοπάτρα, ἔφερε (μέσα εἰς τὴν Ἀλεξάνδρειαν) ὁ Δοσίθεος, ὁ ὁποῖος εἶπεν ὅτι εἶναι ἱερεὺς καὶ Λευίτης, καὶ ὁ Πτολεμαῖος ὁ υἱός του τὸ προκείμενον βιβλίον τὸ ἐξιστοροῦν καὶ ἀναγινωσκόμενον κατὰ τὴν ἑορτὴν τῶν Πουρίμ, τὸ ὁποῖον εἶπον ὅτι εἶναι αὐθεντικὸν καὶ ἔχει μεταφράσει τοῦτο ὁ Λυσιμάχος, ὁ υἱὸς τοῦ Πτολεμαίου ἐκ τῶν ἐν Ἱερουσαλὴμ κατοικούντων.
