Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΔΑΝΙΗΛ

Δανιήλ, κεφάλαιο 9

27 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (12)
  1. 1

    ΕΝ τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ ᾿Ασουήρου ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ βασιλείαν Χαλδαίων,

    Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ Δαρείου, υἱοῦ τοῦ Ἀσουήρου, ποὺ κατήγετο ἀπὸ τὴν φυλὴν τῶν Μήδων, καὶ ὁ ὁποῖος <Δαρεῖος> ἐβασίλευσεν <ὡς ἐκπρόσωπος ἄλλον> εἰς τὸ βασίλειον τῶν Χαλδαίων·

  2. 2

    ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς ῾Ιερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως ῾Ιερουσαλήμ, ἑβδομήκοντα ἔτη.

    κατὰ τὸ πρῶτον λοιπὸν ἔτος τῆς βασιλείας του ἐγὼ ὁ Δανιὴλ ἐνόησα ἀπὸ τὴν προσεκτικὴν μελέτην τῶν ἱερῶν βιβλίων ὅτι ὁ ἀριθμὸς τῶν ἐτῶν - ὅπως ἀπεκαλύφθη ἀπὸ τὸν Θεὸν εἰς τὸν προφήτην Ἱερεμίαν - κατὰ τὰ ὁποῖα θὰ διαρκοῦσε ἡ ἐρήμωσις τῆς Ἱερουσαλήμ, ἦσαν ἑβδομῆντα ἔτη.

  3. 3

    καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεὸν τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δεήσεις ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ·

    Τότε ἐτόλμησα νὰ στρέψω μὲ ἁγίαν προσμονὴν καὶ ἐγκαρτέρησιν τὸ πρόσωπόν μου καὶ τὴν καρδιά μου πρὸς Κύριον τὸν Θεόν, διὰ νὰ προσευχηθῶ καὶ νὰ τὸν ἱκετεύσω μὲ νηστεῖες, μὲ συντριβὴν καὶ μετάνοιαν, φορώντας τρίχινον πένθιμον ἔνδυμα καὶ καθισμένος ἐπάνω εἰς στάχτην.

  4. 4

    καὶ προσευξάμην πρὸς Κύριον τὸν Θεόν μου καὶ ἐξωμολογησάμην καὶ εἶπα· Κύριε ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ τοῖς φυλάσσουσι τὰς ἐντολάς σου,

    Καὶ προσευχήθηκα πρὸς Κύριον τὸν Θεόν μου, ἐξομολογούμενος δὲ τὸ ἐσωτερικὸν περιεχόμενον τῆς καρδιᾶς μου εἶπα πρὸς Αὐτόν: <Κύριε, Σὺ ὁ ὁποῖος εἶσαι ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστός, Σὺ ὁ ὁποῖος τηρεῖς τὴν διαθήκην σου <μένεις πιστὸς εἰς τὶς ὑποσχέσεις σου> καὶ τὸ ἔλεός σου εἰς ἐκείνους οἱ ὁποῖοι Σὲ ἀγαποῦν καὶ ἐφαρμόζουν τὶς ἐντολὲς καὶ τὰ προστάγματά σου,

  5. 5

    ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν καὶ ἀπέστημεν καὶ ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου καὶ ἀπὸ τῶν κριμάτων σου.

    <ὁμολογοῦμεν ὅτι> ἁμαρτήσαμε, διεπράξαμεν ἀδικίες, ἔχομεν παραβῆ τὸν ἅγιον νόμον σου καὶ ἀπεστατήσαμεν ἀπὸ Σὲ καὶ παρεξεκλίναμεν ἀπὸ τὶς ἅγιες ἔντολές σου καὶ ἀπὸ τὶς ἀποφάνσεις καὶ τὶς δίκαιες κρίσεις σου.

  6. 6

    καὶ οὐκ εἰσηκούσαμεν τῶν δούλων σου τῶν προφητῶν, οἳ ἐλάλουν ἐν τῷ ὀνόματί σου πρὸς τοὺς βασιλεῖς ἡμῶν καὶ ἄρχοντας ἡμῶν καὶ πατέρας ἡμῶν, καὶ πρὸς πάντα τὸν λαὸν τῆς γῆς.

    Καὶ δὲν ὑπακούσαμε εἰς τοὺς δούλους σου τοὺς Προφήτας, οἱ ὁποῖοι ὡμιλοῦσαν ἐξ ὀνόματός σου πρὸς τοὺς βασιλεῖς μας καὶ πρὸς τοὺς ἄρχοντάς μας καὶ πρὸς τοὺς προγόνους μας καὶ πρὸς ὅλον τὸν λαὸν τῆς χώρας μας.

  7. 7

    σοὶ Κύριε ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου ὡς ἡ ἡμέρα αὕτη, ἀνδρὶ ᾿Ιούδα καὶ τοῖς ἐνοικοῦσιν ἐν ῾Ιερουσαλὴμ καὶ παντὶ ᾿Ισραήλ, τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ἐν πάσῃ τῇ γῇ, οὗ διέσπειρας αὐτοὺς ἐκεῖ, ἐν ἀθεσίᾳ αὐτῶν, ᾗ ἠθέτησαν.

    Εἰς Σέ, Κύριε, ἀνήκει καὶ ὑπάρχει ἡ δικαιοσύνη, ἐνῷ εἰς ἡμᾶς ἡ καταισχύνῃ, ἡ ὁποία μᾶς ἀναγκάζει νὰ ρίπτωμεν κάτω κατακόκκινον ἀπὸ ἐντροπὴν τὸ πρόσωπόν μας, ὅπως μαρτυρεῖ ἡ περίοδος αὐτὴ τῆς αἰχμαλωσίας καὶ δουλείας μας εἰς τοὺς Βαβυλωνίους· εἰς ἡμᾶς, δηλαδὴ εἰς κάθε Ἰουδαῖον, καὶ εἰς αὐτοὺς ποὺ κατοικοῦν εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς ὅλους τοὺς Ἰσραηλίτες καὶ εἰς αὐτοὺς οἱ ὁποῖοι εὑρίσκονται πλησίον ἢ μακριὰ εἰς ὅλες τὶς χῶρες τῆς γῆς, ὅπου τοὺς διεσκόρπισες ἐξ αἰτίας τῆς προδοσίας, ἀπιστίας καὶ παραβάσεως τῶν ἱερῶν συνθηκῶν, ποὺ διέπραξαν.

  8. 8

    ἐν σοὶ Κύριέ ἐστιν ἡμῶν ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν σοι.

    Εἰς Σέ, Κύριε, ἀνήκει καὶ ὑπάρχει ἡ δικαιοσύνη διὰ τὴν τιμωρίαν μας, ἐνῷ εἰς ἡμᾶς ἡ καταισχύνῃ, ἡ ὁποία μᾶς ἀναγκάζει νὰ ρίπτωμεν κάτω κατακόκκινον τὸ πρόσωπον μᾶς, καθὼς καὶ εἰς τοὺς βασιλεῖς μας καὶ εἰς τοὺς ἄρχοντάς μας καὶ εἰς τοὺς προγόνους μας <κατ’ ἄλλους: Τοὺς ἱερεῖς μας>, εἰς ὅλους μας οἱ ὁποῖοι ἁμαρτήσαμε εἰς Σέ.

  9. 9

    Κυρίῳ τῷ Θεῷ ἡμῶν οἱ οἰκτιρμοὶ καὶ οἱ ἱλασμοί, ὅτι ἀπέστημεν

    Εἰς Σὲ ὅμως τὸν Κύριον καὶ Θεόν μας ὑπάρχουν ἡ συμπάθεια, ἡ εὐσπλαγχνία, τὰ ἐλέη, ἡ ἄφεσις τῶν ἁμαρτιῶν, διότι ὁμολογοῦμεν ὅτι ἀπεστατήσαμε ἀπὸ Σέ·

  10. 10

    καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν πορεύεσθαι ἐν τοῖς νόμοις αὐτοῦ, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν ἐν χερσὶ τῶν δούλων αὐτοῦ τῶν προφητῶν.

    καὶ δὲν ὑπακούσαμε εἰς τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ μας, ἡ ὁποία μᾶς ἐκαλοῦσε νὰ ζήσωμεν σύμφωνα μὲ τοὺς νόμους του, τοὺς ὁποίους ἔθεσεν ἐνώπιόν μας μέσῳ τῶν δούλων του τῶν Προφητῶν>.

  11. 11

    καὶ πᾶς ᾿Ισραὴλ παρέβησαν τὸν νόμον σου καὶ ἐξέκλιναν τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς σου, καὶ ἐπῆλθεν ἐφ' ἡμᾶς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν νόμῳ Μωυσέως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ.

    <Ὅλοι οἱ Ἰσραηλῖται παρέβησαν τὸν νόμον σου καὶ παρεξέκλιναν, ἐφάνησαν ὅλως διόλου ἀπρόθυμοι εἰς τὸ νὰ ὑπακούσουν εἰς τὴν φωνήν σου· διὰ τοῦτο ἔπεσεν ἐπάνω μας ἡ κατάρα καὶ ἡ ἔνορκος θεία διακήρυξις περὶ τῆς τιμωρίας τῶν ἁμαρτωλῶν, ἡ ὁποία εἶναι γραμμένη εἰς τὸν Νόμον τοῦ Μωϋσῆ, τοῦ δούλου τοῦ Θεοῦ, διότι ἁμαρτήσαμε εἰς Αὐτόν <τὸν Θεόν>.

  12. 12

    καὶ ἔστησε τοὺς λόγους αὐτοῦ, οὓς ἐλάλησεν ἐφ' ἡμᾶς καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, οἳ ἔκρινον ἡμᾶς, ἐπαγαγεῖν ἐφ' ἡμᾶς κακὰ μεγάλα, οἷα οὐ γέγονεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ κατὰ τὰ γενόμενα ἐν ῾Ιερουσαλήμ.

    Καὶ ἐξεπλήρωσε <ἔφερεν εἰς πέρας> τοὺς λόγους του, τοὺς ὁποίους εἶπε <τίς ἀπειλές, μὲ τὶς ὁποῖες εἶχεν ἀπειλήσει> ὅτι θὰ ἐπιφέρῃ ἐναντίον μας καὶ ἐναντίον τῶν δικαστῶν μας, οἱ ὁποῖοι μᾶς ἐδίκαζαν <ἐξεπλήρωσε δηλαδὴ τὶς ἀπειλές του> ὅτι θὰ ἐπιφέρῃ ἐναντίον μας μεγάλα κακά· τόσον μεγάλα καὶ τέτοια, ὁποία δὲν εἶχαν γίνει ποτὲ ἄλλοτε εἰς τὸ πρόσωπον τῆς γῆς, κάτω ἀπὸ τὸν οὐρανὸν ὁλόκληρον, ὡσὰν ἐκεῖνα ποὺ συνέβησαν εἰς τὴν Ἱερουσαλήμ.

  13. 13

    καθὼς γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἀποστρέψαι ἀπὸ τῶν ἀδικιῶν ἡμῶν καὶ τοῦ συνιέναι ἐν πάσῃ ἀληθείᾳ σου.

    Ὅπως ἔχει γραφῆ εἰς τὸν Νόμον τοῦ Μωϋσῆ, ὅλες αὐτὲς οἱ τιμωρίες ἦλθαν ἐπάνω μας· παρ' ὅλα δὲ αὐτὰ ἡμεῖς δὲν ἐσπεύσαμεν νὰ ἱκετεύσωμεν τὸν Κύριον καὶ Θεόν μας, ἀπομακρυνόμενοι καὶ ἀπαρνούμενοι τὶς ἀδικίες μας, καὶ νὰ γνωρίσωμεν, νὰ συνετισθῶμεν καὶ φρονηματισθῶμεν προσέχοντες εἰς πᾶσαν τὴν ἀλήθειάν σου.

  14. 14

    καὶ ἐγρηγόρησε Κύριος καὶ ἐπήγαγεν αὐτὰ ἐφ' ἡμᾶς, ὅτι δίκαιος Κύριος ὁ Θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ, ἣν ἐποίησε, καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ.

    Ὅμως ὁ Κύριος ἀγρύπνησε <παρακολουθοῦσε ἀγρύπνως τὶς ἀδικίες μας> καὶ εἰς τὴν κατάλληλον ὥραν ἐπέφερεν ὄλες αὐτὲς τὶς παιδαγωγικὲς τιμωρίες ἐναντίον μας, διότι ὁ Κύριος καὶ Θεός μας εἶναι δίκαιος εἰς ὅλα τὰ ἔργα τὰ ὁποῖα ἐργάζεται, καὶ εἰς ὅλες τὶς πρὸς ἡμᾶς ἐνέργειές του.Ὅμως ἡμεῖς δὲν ὑπακούσομε εἰς τὴν φωνήν του>.

  15. 15

    καὶ νῦν, Κύριε ὁ Θεὸς ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη, ἡμάρτομεν, ἠνομήσαμεν.

    <Καὶ τώρα, λοιπόν, Κύριε ὁ Θεὸς ἠμῶν, Σὺ ὁ ὁποῖος ἐλευθέρωσες τὸν λαόν σου ἀπὸ τὴν δουλείαν τῆς χώρας τῆς Αἰγύπτου μὲ δύναμιν ἀκαταγώνιστον καὶ κατέστησες ἔνδοξον καὶ περίφημον τὸ ὄνομά σου μέχρι καὶ τῆς σημερινῆς ἡμέρας, <ἀπευθυνόμεθα εἰς Σὲ καὶ ὁμολογοῦμεν ἐν μετανοίᾳ ὅτι> ἁμαρτήσαμε εἰς Σὲ καὶ ἀνομήσαμε.

  16. 16

    Κύριε, ἐν πάσῃ ἐλεημοσύνῃ σου ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου ῾Ιερουσαλὴμ ὄρους ἁγίου σου, ὅτι ἡμάρτομεν, καὶ ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ τῶν πατέρων ἡμῶν ῾Ιερουσαλὴμ καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν.

    Κύριε, χάρις εἰς τὸ ἄφθονον καὶ ἄπειρον ἔλεός σου ἂς ἀποστραφῇ λοιπὸν ὁ δίκαιος θυμὸς καὶ ἡ ὀργή σου ἀπὸ τὴν πόλιν σου Ἱερουσαλήμ, τὸ ἅγιον ὄρος σου <ὅπου εἶναι κτισμένος ὁ Ναὸς καὶ τὸ θυσιαστήριον>, διότι ἁμαρτήσαμε.Λόγῳ δὲ τῶν ἰδικῶν μας ἁμαρτιῶν καὶ ἀδικιῶν καὶ τῶν ἁμαρτιῶν τῶν προγόνων μας ἡ Ἱερουσαλὴμ καὶ ὁ λαός σου ἔγιναν ὄνειδος, περίγελως καὶ χλεύη εἰς ὅλα τὰ τριγύρω μας ἔθνη.

  17. 17

    καὶ νῦν εἰσάκουσον, Κύριε ὁ Θεὸς ἡμῶν, τῆς προσευχῆς τοῦ δούλου σου καὶ τῶν δεήσεων αὐτοῦ καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου, Κύριε·

    Καὶ τώρα, λοιπόν, εἰσάκουσε, Κύριε ὁ Θεὸς ἠμῶν, τὴν προσευχὴν τοῦ δούλου σου καὶ τὶς δεήσεις καὶ παρακλήσεις μου, καὶ ἐμφάνισε εὐμενὲς τὸ πρόσωπόν σου εἰς τὸν ἔρημον Ναόν σου, ἕνεκα Σοῦ, Κύριε.

  18. 18

    κλῖνον ὁ Θεός μου τὸ οὗς σου καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου, ἐφ' ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτῆς, ὅτι οὐκ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ριπτοῦμεν τὸν οἰκτιρμὸν ἡμῶν ἐνώπιόν σου, ἀλλ' ἐπὶ τοὺς οἰκτιρμούς σου τοὺς πολλούς, Κύριε.

    Σκύψε, Θεέ μου, ἀπὸ τὸ ὕψος τοῦ οὐρανοῦ, πλησίασε τὸ αὐτί σου εἰς τὸ στόμα μου καὶ ἄκουσε τὴν προσευχήν μου.Ἀνοιξε τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ τὴν τελείαν καταστροφήν μας καὶ τὸν ἀφανισμὸν τῆς πόλεώς σου <Ἱερουσαλήμ>, εἰς τὴν ὁποίαν ἐγίνετο ἐπίκλησις τοῦ ὀνόματός σου.Διότι Σὲ ἱκετεύομεν προσπίπτοντες ἐνώπιόν σου, ὄχι στηριζόμενοι εἰς τὶς ἀρετές μας, ἀλλ’ εἰς τοὺς πολλοὺς οἰκτιρμούς σου, Κύριε!

  19. 19

    εἰσάκουσον, Κύριε, ἱλάσθητι Κύριε, πρόσχες Κύριε καὶ ποίησον· μὴ χρονίσῃς ἕνεκέν σου, ὁ Θεός μου, ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου. -

    Εἰσάκουσε, Κύριε, τὴν προσευχήν μου.Δεῖξε, Κύριε, ἔλεος καὶ συμπάθειαν.Εὐδόκησε νὰ προσέξῃς τὴν φωνήν μας, Κύριε, καὶ νὰ ἐργασθῇς τὴν σωτηρίαν μας.Μὴ βραδύνῃς ἕνεκα τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν σου, Θεέ μου, διότι τὸ ὄνομά σου ἀνεφέρετο ἀκαταπαύστως καὶ ἐδοξάζετο εἰς τὴν πόλιν σου <Ἱερουσαλήμ> καὶ εἰς τὸν λαόν σου>.

  20. 20

    Καὶ ἔτι ἐμοῦ λαλοῦντος καὶ προσευχομένου καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου ᾿Ισραὴλ καὶ ριπτοῦντος τὸν ἔλεόν μου ἐναντίον τοῦ Κυρίου τοῦ Θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου

    Ἐνῷ δὲ ἐγὼ ὁ Δανιὴλ συνέχιζα νὰ ὁμιλῶ καὶ νὰ προσεύχωμαι εἰς τὸν Θεὸν καὶ νὰ ἐξομολογοῦμαι ἐνώπιόν του τὶς ἁμαρτίες μου καὶ τὶς ἁμαρτίες τοῦ Ἰσραηλιτικοῦ λαοῦ μου καὶ νὰ ρίπτω τὸν ἑαυτόν μου εἰς τὸ ἔλεος τοῦ Κυρίου καὶ Θεοῦ μου διὰ τὴν ἀπελευθέρωσιν καὶ τὴν δόξαν τοῦ ἁγίου τοῦ ὄρους·

  21. 21

    καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ καὶ ἰδοὺ ἀνὴρ Γαβριήλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς.

    ἐνῷ ἐπίσης ἐγὼ συνέχιζα ἀκόμη νὰ ὁμιλῶ εἰς τὸν Θεὸν προσευχόμενος, ἰδού! Ὁ ἄνδρας Γαβριήλ, τὸν ὁποῖον εἶδα ἀρχικῶς εἰς τὴν προηγουμένων ὅρασιν, κατέβη πρὸς ἐμὲ μὲ γρήγορον πέταγμα καὶ μὲ ἄγγισε κατὰ τὴν ὥραν τῆς ἐσπερινῆς θυσίας.

  22. 22

    καὶ συνέτισέ με καὶ ἐλάλησε μετ' ἐμοῦ καὶ εἶπε· Δανιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν·

    Μοῦ διάνοιξε τὸν νοῦν, μὲ ἐφώτισε καὶ μοῦ ἔδωκε σύνεσιν καὶ σοφίαν, ὡμίλησε δὲ μαζί μου καὶ μοῦ εἶπε: <Δανιήλ, τώρα ἦλθα νὰ σὲ διαφωτίσω, νὰ σὲ διδάξω σοφίαν καὶ νὰ σοῦ δώσω σύνεσιν.

  23. 23

    ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθε λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι. ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ· καὶ ἐννοήθητι ἐν τῷ ρήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ.

    Εἰς τὴν ἀρχὴν τῆς παρακλήσεως καὶ τῆς ἱκεσίας σου ἐδόθη διαταγὴ ἀπὸ τὸν θρόνον τοῦ Θεοῦ <πρὸς τοὺς ἀγγέλους>, καὶ ἐγὼ ἦλθα νὰ σοῦ δώσω ἀπάντησιν εἰς ὅσα ἐζητοῦσες ἀπὸ τὸν Θεὸν καὶ νὰ σοῦ προείπω ὅσα θὰ γίνουν εἰς τὸ μέλλον διότι σὺ εἶσαι ἄνθρωπος ἰδιαιτέρως ἀγαπητός <ἐκλεκτός> τοῦ Θεοῦ, μὲ εὐγενεῖς πόθους καὶ ἀγαθὲς ἐπιθυμίες.Πρόσεξε, λοιπόν, ἐννόησε τὸ βαθὺ νόημα τοῦ λόγου τὸν ὁποῖον θὰ σοῦ εἰπῶ, καὶ κατανόησε ἀκριβῶς τὸ περιεχόμενον τῆς ὁράσεως ποὺ θὰ σοῦ ἀποκαλύψω αἰνιγματωδῶς>.

  24. 24

    ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ ἀπαλεῖψαι τὰς ἀνομίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.

    <Ἑβδομῆντα ἑβδομάδες ἐτῶν <490 ἔτη> ἔχουν καθορισθῆ σχετικῶς μὲ τὸν λαόν σου καὶ τὴν ἁγίαν σοῦ πόλιν, τὴν Ἱερουσαλήμ, ὥστε <μετὰ τὴν παρέλευσιν τῶν ἑβδομῆντα αὐτῶν ἑβδομάδων> νὰ τεθῇ τέλος εἰς τὶς παραβάσεις καὶ τὶς ἁμαρτίες <νὰ συμπληρωθῇ ἡ ἀποστασία>· νὰ τεθῇ σφραγῖδα τέρματος εἰς τὴν ἁμαρτίαν, νὰ ἑξαλειφθοῦν οἱ ἀνομίες καὶ νὰ ἐξιλεωθοῦν οἱ ἀδικίες· νὰ ἔλθῃ <ἀποκατασταθῇ> δὲ αἰώνια δικαιοσύνη καὶ νὰ λάβῃ τέλος, νὰ κλεισθῇ, ἐκπληρωθῇ καὶ σφραγισθῇ κάθε εἴδους δρᾶσις <ἡ ὁποία ἀναφέρεται εἰς τὸν Μεσσίαν Χριστόν>· καὶ νὰ σιγήσῃ κάθε <χριστολογικός> Προφήτης καὶ νά <ἤ: Διότι τότε θά> χρισθῇ ὁ κατ’ ἐξοχὴν Ἅγιος, ὁ ἁγιώτατος ὅλων τῶν ἁγίων <ὁ Μεσσίας, ὁ Δεσπότης Χριστός>.

  25. 25

    καὶ γνώσῃ καὶ συνήσεις· ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι ῾Ιερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ ἐκκενωθήσονται οἱ καιροί.

    Συνεπῶς, μάθε, κατανόησε καλὰ τοῦτο: Ἀπὸ τὴν στιγμὴν ποὺ θὰ ἀκουσθῇ ὁ λόγος <ἤ: Ἀπὸ τότε ποὺ θὰ ἐκδοθῇ τὸ διάταγμα>, ὁ ὁποῖος θὰ ἀφορᾷ εἰς τὴν ἐπάνοδον καὶ ἀνοικοδόμησιν τῆς Ἱερουσαλήμ, μέχρι τῶν χρόνων τῆς ἐμφανίσεως τοῦ Ἀρχηγοῦ, ὁ ὁποῖος θὰ χρισθῇ ἀπὸ Ἐμέ, θὰ περάσουν ἑπτὰ ἑβδομάδες ἔτων <49 ἔτη> καὶ ἄλλες ἑξῆντα δύο ἑβδομάδες ἔτων <434 ἔτη>.Καί <μετὰ τὶς πρῶτες ἑπτὰ ἑβδομάδες ἐτῶν> θὰ ἐπιστρέψῃ ὁ Ἰουδαϊκὸς λαός, ὁ ὁποῖος ζῇ τώρα εἰς τὴν αἰχμαλωσίαν, καὶ θὰ ἀνοικοδομηθοῦν πλατεῖες καὶ τείχη <τῆς Ἱερουσαλήμ>, κάτω <ὅμως> ἀπὸ δυσκολίες καὶ ἀγωνιώδεις περιστάσεις.

  26. 26

    καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξηκονταδύο ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμοῖς.

    Καὶ μετὰ τὶς ἑξῆντα δύο ἑβδομάδες ἔτων <434 ἔτη> θὰ θανατωθῇ Ἐκεῖνος ὁ ὁποῖος φέρει τὸ καθ’ αὐτὸ χρῖσμα, ὁ Χριστὸς Κυρίου, χωρὶς νὰ ὑπάρχῃ εἰς αὐτὸν καμμία ἐνοχὴ ἁμαρτίας <ἤ: Θὰ πληγῇ μὲ θάνατον, ἀλλὰ δὲν ὑπάρχει θάνατος δι’ Αὐτόν· η, κατ’ ἄλλους: Θὰ πληγῇ μὲ θάνατον, ὁ δὲ λαὸς ὁ ὁποῖος τὸν ἀρνήθηκε καὶ τὸν ἀπέρριψε δὲν θὰ ὑπάρχῃ πλέον>.Καὶ ὁ λαὸς ἐνὸς ἡγεμόνος, ὁ ὁποῖος θὰ ἔλθῃ, θὰ καταστρέψῃ τὴν πόλιν <Ἱερουσαλήμ> καὶ τὸ θυσιαστήριον <τὸν Ναόν> <ἤ, κατ’ ἄλλους: Ἡ πόλις καὶ τὸ θυσιαστήριον θὰ καταστραφοῦν μαζὶ μὲ τοὺς ἄρχοντας τῶν χρόνων ἐκείνων>.Οἱ κάτοικοι τῆς Ἱερουσαλὴμ καὶ τὸ θυσιαστήριον θὰ ὑποστοῦν τέτοιαν πανωλεθρίαν, ὡσὰν νὰ ἔχουν κατακλυσθῇ ἀπὸ αἰφνιδίαν θύελλαν καὶ ἀπροσδόκητον πλημμύραν! Μέχρι δὲ τὸ τέλος τοῦ αἰφνιδίου τούτου πολέμου, ὁ ὁποῖος θὰ σαρώσῃ καὶ θὰ ἀφανίσῃ τὰ πάντα, θὰ ἰσχύῃ διάταγμα ἐρημώσεως <ἢ κατ’ ἄλλους: Τὸ τέλος τοῦ ἡγεμόνος ἐκείνου, ὁ ὁποῖος θὰ ἔλθῃ, θὰ εἶναι ἡ καταστροφή, μέχρι δὲ τὸ τέλος θὰ ὑπάρχῃ πόλεμος καὶ καταστραφή, πράγματα ποὺ ἔχουν ἐξαγγελθῇ ἀπὸ τὸν Θεόν>.

  27. 27

    καὶ δυναμώσει διαθήκην πολλοῖς, ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως τῆς συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.

    Καὶ τότε <ὁ Χριστός> θὰ συνάψῃ νέαν ἰσχυρὰν διαθήκην διὰ πολλούς, ἐπὶ μίαν ἑβδομάδα <ἑπτὰ ἔτη>· καὶ κατὰ τὸ μέσον τῆς ἑβδομάδος αὐτῆς <εἰς τὰ 3, 1/2 ἔτη, ὅταν θὰ προσφερθῇ ἡ σταυρικὴ θυσία τοῦ Σωτῆρος Χριστοῦ> θὰ παύσουν πλέον ἀπὸ τοῦ νὰ προσφέρωνται εἰς Ἐμὲ οἱ παλαιὲς αἱματηρὲς καὶ ἀναίμακτες θυσίες.Εἰς δὲ τὸν Ναόν <τὸ ἱερὸν ἤ: <Τὸ πτερύγιον> = τὴν κορνίζαν τῆς στέγης τοῦ Ναοῦ> θὰ εἰσαχθοῦν πράγματα βέβηλα, σιχαμερὰ εἴδωλα, πράξεις βδελυρὲς καὶ ἀπεχθεῖς, ποὺ θὰ προκαλέσουν τὴν ἐρήμωσιν.Τοῦτο δὲ θὰ διαρκέσῃ μέχρις ὅτου ἡ καθωρισμένη <ἀπὸ τὸν Θεόν> ὁλοκληρωτικὴ τελικὴ καταστροφὴ καὶ κρίσις καλύψουν ἐκεῖνον ὁ ὁποῖος ἐρημώνει τὴν χώραν <ἤ, κατ' ἄλλους: Μέχρις ὅτου τελειώσῃ ὁ χρόνος ὁ ὁποῖος ἔχει ὁρισθῇ διὰ τὴν ἐρήμωσιν καὶ καταστροφὴν αὐτήν>.