Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΔΑΝΙΗΛ

Δανιήλ, κεφάλαιο 2

49 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (12)
  1. 1

    ΕΝ τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονόσορ ἐνυπνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ' αὐτοῦ.

    Κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας του ὁ Ναβουχοδονόσορ εἶδεν ἕνα ὄνειρον, τὸ ὁποῖον τοῦ ἔφερε τόσην ταραχὴν καὶ σύγχυσιν εἰς τὸ πνεῦμα, ὥστε δὲν ἠμποροῦσε να κοιμηθῇ, διότι ὁ ὕπνος τὸν ἐγκατέλειψε.

  2. 2

    καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ, καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.

    Τότε ὁ βασιλιᾶς διέταξε νὰ καλέσονν τοὺς ἐξορκιστάς <οἱ ὁποῖοι μαγεύουν καὶ ἰατρεύουν μὲ ὠδές> καὶ τοὺς μάγους καὶ τοὺς φαρμακούς <θαυματοποιοὺς μάντεις καὶ γόητες> καὶ τοὺς ἱερεῖς - μάγους Χαλδαίους, ποὺ ἀνῆκαν εἰς τὴν ἀρχαίαν φυλὴν τοῦ Βαβυλωνιακοῦ ἔθνους, διὰ νὰ εἴπουν εἰς τὸν βασιλιᾶ τὸ περιεχόμενον καὶ τὴν σημασίαν ὅλων ὅσων εἶδεν εἰς τὸ ὄνειρόν του.Ὅλοι δὲ αὐτοὶ ἦλθαν καὶ παρουσιάσθησαν ἐνώπιον τοῦ βασιλιᾶ.

  3. 3

    καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· ἠνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον.

    Τότε ὁ βασιλιᾶς εἶπεν εἰς αὐτούς: <Εἶδα ἕνα ὄνειρον, καὶ ἐταράχθη καὶ ἐσυγχύσθη τὸ πνεῦμα μου τόσον πολύ, ὥστε δὲν ἐνθυμοῦμαι τὸ περιεχόμενόν του>.

  4. 4

    καὶ ἐλάλησαν οἰ Χαλδαῖοι τῷ βασιλεῖ συριστί· βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· σὺ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισί σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.

    Καὶ οἱ Χαλδαίοι, δηλαδὴ ὅλες οἱ τάξεις τῶν μάγων, ὡμίλησαν εἰς τὸν βασιλιᾶ εἰς τὴν Ἀραμαϊκὴν καὶ τοῦ εἶπαν: <Βασιλιᾶ· εἴθε νὰ ζῇς εἰς τοὺς αἰῶνας τῶν αἰώνων <νὰ μείνῃς ἀθάνατος>! Σὺ εἰπὲ εἰς ἡμᾶς τοὺς δούλους σου τὸ ὄνειρον ποὺ εἶδες, καὶ ἡμεῖς θὰ σοῦ ἀποκαλύψωμεν καὶ ἀνακοινώσωμεν τὴν ἑρμηνείαν του>.

  5. 5

    ἀπεκρίθη ὁ βασιλεὺς τοῖς Χαλδαίοις· ὁ λόγος ἀπ' ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ, εἰς ἀπώλειαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται·

    Ὁ βασιλιᾶς ἀπάντησε εἰς τοὺς Χαλδαίους: <Τὸ ὄνειρον ποὺ εἶδα τὸ ἐλησμόνησα <ἤ, κατ' ἄλλην ἑρμηνείαν: Αὐτὴ εἶναι ἡ σταθερὴ καὶ ἀμετακλήτη ἀπόφασίς μου>· ἐὰν δὲν μου γνωρίσετε σεῖς τὸ ὄνειρον τὸ ὁποῖον εἶδα, καὶ δὲν μοῦ γνωστοποιήσετε τὴν ἑρμηνείαν του, θὰ θανατωθῆτε, τὰ δὲ σπίτια σας καὶ ἡ περιουσία σας θὰ κατασχεθοῦν καὶ θὰ διαρπαγοῦν.

  6. 6

    ἐὰν δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήψεσθε παρ' ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι.

    Ἐὰν ὅμως μοῦ γνωρίσετε τὸ ὄνειρον καὶ τὴν ἑρμηνείαν του, θὰ λάβετε ἀπὸ ἐμὲ ἀμοιβὲς καὶ δῶρα καὶ μεγάλες τιμές.Λοιπόν· γνωρίσατέ μου τὸ ὄνειρον ποὺ εἶδα, καὶ τὴν ἑρμηνείαν του>.

  7. 7

    ἀπεκρίθησαν δεύτερον καὶ εἶπαν· ὁ βασιλεὺς εἰπάτω τὸ ἐνύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν.

    Οἱ Χαλδαῖοι ἀπεκρίθησαν διὰ δευτέραν φορὰν καὶ τοῦ εἶπαν: <Ἂς εἰπῇ ὁ βασιλιᾶς τὸ ὄνειρόν του εἰς ἡμᾶς τοὺς δούλους του, καὶ ἡμεῖς θὰ τοῦ ἀποκαλύψωμεν καὶ θὰ τοῦ ἀνακοινώσωμεν τὴν ἑρμηνείαν του>.

  8. 8

    καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν· ἐπ' ἀληθείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι εἴδετε ὅτι ἀπέστη ἀπ' ἐμοῦ τὸ ρῆμα.

    Ἀλλ’ ὁ βασιλιᾶς ἀνταπάντησε καὶ εἶπε: <Διαπιστώνω χωρὶς ἀμφιβολίαν ὅτι σεῖς προσπαθεῖτε νὰ κερδίζετε διὰ τῆς ἀναβολῆς χρόνον <διὰ νὰ μὴ θανατωθῆτε>, διότι διεπιστώσατε <ἐκεῖνο ποὺ σᾶς εἶπα> ὅτι ἐλησμόνησα τὸ ὄνειρον ποὺ εἶδα.

  9. 9

    ἐὰν οὖν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ρῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἴπατέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι.

    Ἐὰν λοιπὸν δὲν μοῦ γνωρίσετε τὸ ὄνειρον <καὶ δὲν μοῦ ἀποκαλύψετε τὴν ἑρμηνείαν του>, ἔχω σχηματίσει σταθερὰν τὴν πεποίθησιν ὅτι συνεφωνήσατε μεταξύ σας νὰ μοῦ εἰπῆτε λόγια παραπλανητικὰ καὶ ἀνειλικρινῆ, μέχρις ὅτου περάσῃ ὁ καιρὸς καὶ λησμονηθῇ ἡ ὑπόθεσις αὐτή.Λοιπὸν μὴ καθυστερεῖτε γνωρίσατέ μου τὸ ὄνειρον ποὺ εἶδα, καὶ τότε ἐγὼ θὰ βεβαιωθῶ ὅτι θὰ μοῦ γνωστοποιήσετε καὶ τὴν ἑρμηνείαν του>.

  10. 10

    ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως καὶ λέγουσιν· οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς, ὅστις τὸ ρῆμα τοῦ βασιλέως δυνήσεται γνωρίσαι, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ρῆμα τοιοῦτον οὐκ ἐπερωτᾷ ἐπαοιδόν, μάγον καὶ Χαλδαῖον·

    Οἱ Χαλδαίοι, ἀδυνατοῦντες νὰ ἐκπληρώσουν τὴν ἐπιθυμίαν τοῦ βασιλιᾶ, ἀπεκρίθησαν καὶ τοῦ εἶπαν: <Δὲν ὑπάρχει κανεὶς ἄνθρωπος ἐπάνω εἰς τὴν γῆν ὁ ὁποῖος θὰ ἠμπορέσῃ νὰ ἀνταποκριθῇ εἰς τὴν ἐπιθυμίαν τοῦ βασιλιᾶ καὶ νὰ δώσῃ λύσιν εἰς τὸ πρόβλημά του.Διὰ τοῦτο κανεὶς μεγάλος βασιλιᾶς καὶ ἰσχυρὸς ἄρχοντας <ἢ διοικητής> δὲν ἐπεχείρησε νὰ θέσῃ ποτὲ τέτοιο ἐρώτημα εἰς ἐξορκιστήν <ποὺ μαγεύει καὶ ἰατρεύει μὲ ὠδές>, εἰς μάγον καὶ εἰς Χαλδαῖον <ἱερέα - μάγον Χαλδαῖον, ποὺ ἀνήκει εἰς τὴν ἀρχαίαν φυλὴν τοῦ Βαβυλωνιακοῦ ἔθνους>.

  11. 11

    ὅτι ὁ λόγος, ὃν ὁ βασιλεὺς ἐπερωτᾷ, βαρύς, καὶ ἕτερος οὐκ ἔστιν, ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως, ἀλλ' οἱ θεοί, ὧν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός.

    Διότι ἡ ἀπαίτησις τοῦ βασιλιᾶ εἶναι μεγάλη καὶ πολὺ δύσκολη, καὶ δὲν ὑπάρχει κανεὶς ἄλλος ὁ ὁποῖος νὰ γνωρίζῃ καὶ νὰ ἠμπορῇ νὰ ἀποκαλύψῃ τὸ ὄνειρον καὶ τὸ περιεχόμενόν του εἰς τὸν βασιλιᾶ, παρὰ μόνον οἱ θεοί, οἱ ὁποῖοι ὅμως δὲν κατοικοῦν μεταξὺ ἠμῶν τῶν θνητῶν ἀνθρώπων>.

  12. 12

    τότε ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ εἶπεν ἀπολέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος·

    Τότε ὁ βασιλιᾶς Ναβουχοδονόσορ ἐκυριεύθη ἀπὸ μεγάλον θυμὸν καὶ ἐπάνω εἰς τὴν ὀργήν του διέταξε νὰ θανατώσουν ὅλους τοὺς σοφοὺς τῆς Βαβυλῶνος, δηλαδὴ τοὺς ἐπαοιδούς, μάγους, φαρμακοὺς καὶ Χαλδαίους.

  13. 13

    καὶ τὸ δόγμα ἐξῆλθε, καὶ οἱ σοφοὶ ἀπεκτέννοντο, καὶ ἐζήτησαν Δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν.

    Τὸ βασιλικὸν διάταγμα ἐξεδόθη, καὶ οἱ σοφοὶ ἄρχισαν νὰ φονεύωνται <ἤ, κατ' ἄλλην ἑρμηνείαν: Ὅταν τὸ βασιλικὸν διάταγμα περὶ ἐκτελέσεως τῶν σοφῶν ἐξεδόθη>· τότε ἀνεζήτησαν τὸν Δανιὴλ καὶ τοὺς φίλους του, διὰ νὰ φονεύσουν καὶ αὐτούς.

  14. 14

    τότε Δανιὴλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τῷ ᾿Αριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος·

    Τότε ὁ Δανιὴλ ἀπάντησε μὲ φρόνησιν καὶ εὐφυΐαν, προσοχὴν καὶ διάκρισιν εἰς τὸν Ἀριώχ, τὸν ἀρχιμάγειρον τοῦ βασιλιᾶ, ὁ ὁποῖος ἐξῆλθε διὰ νὰ φονεύσῃ τοὺς σοφοὺς τῆς Βαβυλῶνος.

  15. 15

    ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως; ἐγνώρισε δὲ ὁ ᾿Αριὼχ τὸ ρῆμα τῷ Δανιήλ.

    <Ἄρχοντα τοῦ βασιλιᾶ· διὰ ποῖον λόγον ἐξεδόθη ἡ σκληρὰ αὐτὴ ἀπόφασις καὶ διαταγὴ ἀπὸ τὸν βασιλιᾶ;> Ὁ Ἀριὼχ ἔδωκεν ἐξηγήσεις καὶ ἔκαμε γνωστὴν εἰς τὸν Δανιὴλ τὴν ὅλην ὑπόθεσιν.

  16. 16

    καὶ Δανιὴλ εἰσῆλθε καὶ ἠξίωσε τὸν βασιλέα, ὅπως χρόνον δῷ αὐτῷ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγείλῃ τῷ βασιλεῖ.

    Τότε ὁ Δανιὴλ εἰσῆλθεν εἰς τὰ ἀνάκτορα καὶ ἐζήτησεν ἀπὸ τὸν βασιλιᾶ νὰ τοῦ δώσῃ ὀλίγον χρόνον, νὰ παράσχῃ ὀλίγην ἀναβολὴν τῆς ἐκτελέσεως τῆς διαταγῆς, αὐτὸς δὲ <ὑπεσχέθη ὅτι> θὰ ἀποκαλύψῃ εἰς τὸν βασιλιᾶ τὸ ὄνειρον ποὺ εἶδε, καὶ τὴν ἑρμηνείαν του.

  17. 17

    καὶ εἰσῆλθε Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ ᾿Ανανίᾳ καὶ τῷ Μισαὴλ καὶ τῷ ᾿Αζαρίᾳ τοῖς φίλοις αὐτοῦ τὸ ρῆμα ἐγνώρισε·

    Κατόπιν τοῦτον ὁ Δανιὴλ ἐμβῆκε εἰς τὸ διαμέρισμά του, ποὺ εὑρίσκετο εἰς τὸ ἀνάκτορον, καὶ ἐγνωστοποίησε τὰ συμφαίνοντα εἰς τὸν Ἀνανίαν, τὸν Μισαὴλ καὶ τὸν Ἀζαρίαν, τοὺς φίλους του.

  18. 18

    καὶ οἰκτιρμοὺς ἐζήτουν παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ ὑπὲρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος.

    Ὁ Δανιὴλ καὶ οἱ τρεῖς φίλοι του ἐζητοῦσαν μὲ προσευχήν, συμπάθειαν καὶ εὐσπλαγχνίαν ἀπὸ τὸν μόνον ἀληθινὸν καὶ ζωντανὸν Θεόν, τὸν Θεὸν τοῦ οὐρανοῦ, νὰ τοὺς ἀποκαλύψῃ τὸ μυστηριῶδες ὄνειρον καὶ τὸ νόημά του, ὥστε νὰ μὴ θανατωθοῦν ὁ Δανιὴλ καί οἰ φίλοι του μαζὶ μὲ τοὺς ὑπολοίπους σοφοὺς τῆς Βαβυλῶνος.

  19. 19

    τότε τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη· καὶ εὐλόγησε τὸν Θεὸν τοῦ οὐρανοῦ Δανιὴλ

    Κατόπιν τούτου ἀπεκαλύφθη εἰς τὸν Δανιὴλ εἰς ὀπτασίαν, τὴν ὁποίαν εἶδε κατὰ τὴν διάρκειαν τῆς νύκτας, τὸ μυστηριῶδες ὄνειρον.Καὶ ὁ Δανιὴλ ἐδοξολόγησε τὸν μόνον ἀληθινὸν καὶ ζωντανὸν Θεόν, τὸν Θεὸν τοῦ οὐρανοῦ,

  20. 20

    καὶ εἶπεν· εἴη τὸ ὄνομα τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι·

    καὶ εἶπεν: <Ἂς εἶναι τὸ ὄνομα τοῦ Κυρίου δοξασμένον καὶ εὐλογημένον ἀπὸ τὸν αἰῶνα τῆς παρούσης ζωῆς καὶ μέχρι τὸν ἀτελεύτητον αἰῶνα τοῦ μέλλοντος <δηλαδή: Αἰωνίως καὶ ἀτελευτήτως>, διότι ἡ ἄπειρος σοφία καὶ γνῶσις ἀνήκουν εἰς Αὐτόν!

  21. 21

    καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν·

    Καὶ Αὐτὸς κυβερνᾷ καὶ μεταβάλλει ἐποχὲς καὶ χρόνους· Αὐτὸς ἀναδεικνύει, ἐνθρονίζει βασιλεῖς καὶ ἐκθρονίζει, δίδει σοφίαν εἰς τοὺς σοφοὺς καὶ γνῶσιν εἰς τοὺς συνετοὺς καὶ γνωστικούς.

  22. 22

    αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστι·

    Αὐτὸς ἀποκαλύπτει τὰ βαθιὰ καὶ ἀπρόσιτα καὶ τὰ ὅλως διόλου κρυφὰ καὶ μυστικὰ γεγονότα· Αὐτὸς ὡς παντογνώστης γνωρίζει ὅσα συμβαίνουν μέσα εἰς τὸ σκοτάδι, διότι μαζί του παραμένει καὶ κατοικεῖ τὸ φῶς.

  23. 23

    σοί, ὁ Θεὸς τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν δέδωκάς μοι καὶ νῦν ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν παρὰ σοῦ καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι.

    Εἰς Σέ, ποὺ εἶσαι ὁ Θεὸς τῶν πατέρων μου, ἀναπέμπω δοξολογίαν καὶ ὕμνον, διότι μοῦ ἔχεις δώσει σοφίαν καὶ δύναμιν, τώρα δὲ μοῦ ἐγνλωρισες καὶ μοῦ ἀπεκάλυψες ὅσα ἐζητήσαμεν διὰ τῆς προσευχῆς ἀπὸ Σέ, δηλαδὴ μᾶς ἀπεκάλυψες τὸ περιεχόμενον καὶ τὴν ἑρμηνείαν τοῦ ὀνείρου τοῦ βασιλιᾶ>.

  24. 24

    καὶ ἦλθε Δανιὴλ πρὸς ᾿Αριώχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ· τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ.

    Μετὰ τὴν ἀποκάλυψιν αὐτὴν ἀπὸ τὸν Θεόν, ὁ Δανιὴλ ἦλθεν εἰς τὸν ἀρχιμάγειρα Ἀριώχ, τὸν ὁποῖον ὁ βασιλιᾶς εἶχε καταστήσει ὑπεύθυνον διὰ νὰ θανατώσῃ καὶ ἀφανίσῃ τοὺς σοφοὺς τῆς Βαβυλῶνος <ἐπαοιδούς, μάγους, φαρμακούς, Χαλδαίους>, καὶ εἶπε πρὸς αὐτόν: <Τοὺς σοφοὺς τῆς Βαβυλῶνος μὴ τοὺς θανατώσῃς· ἀλλ' ὁδήγησε καὶ παρουσίασέ με ἐνώπιόν του βασιλιᾶ, ἐγὼ δὲ θὰ ἀποκαλύψω εἰς αὐτὸν τὸ περιεχόμενον καὶ τὴν ἑρμηνείαν τοῦ ὀνείρου>.

  25. 25

    τότε ᾿Αριὼχ ἐν σπουδῇ εἰσήγαγε τὸν Δανιὴλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ· εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς ᾿Ιουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ.

    Τότε ὁ Ἀριὼχ ὠδήγησεν ἐπειγόντως τὸν Δανιὴλ καὶ τὸν παρουσίασεν ἐνώπιον τοῦ βασιλιᾶ καὶ εἶπεν εἰς αὐτόν: <Εὑρῆκα ἕνα ἄνδρα μεταξὺ τῶν Ἰουδαίων αἰχμαλώτων, ὁ ὁποῖος θὰ εἰπῇ καὶ θὰ ἑρμηνεύσῃ τὸ ὄνειρον τοῦ βασιλιᾶ>.

  26. 26

    καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπε τῷ Δανιήλ, οὗ τὸ ὄνομα Βαλτάσαρ· εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον, ὃ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ;

    Καὶ ὁ βασιλιᾶς ἀπάντησε καὶ εἶπε πρὸς τὸν Δανιήλ, τοῦ ὁποίου τὸ ὄνομα ἦταν Βαλτάσαρ: <Ἠμπορεῖς πράγματι νὰ μοῦ εἰπῇς καὶ νὰ μοῦ φανερώσῃς τὸ ὄνειρον τὸ ὁποῖον εἶδα, καὶ τὴν ἑρμηνείαν του;>

  27. 27

    καὶ ἀπεκρίθη Δανιὴλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπε· τὸ μυστήριον, ὃ ὁ βασιλεὺς ἐπερωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βαασιλεῖ,

    Καὶ ὁ Δανιήλ, ἀτενίζων τὸν βασιλιᾶ, ἀπεκρίθη καὶ εἶπε: <Τὸ μυστηριῶδες ὄνειρον καὶ ἡ ἑρμηνεία του, περὶ τοῦ ὁποίου ὁ βασιλιᾶς ἐρωτᾷ μὲ ἐνδιαφέρον νὰ μάθῃ, δὲν εἶναι ἔργον σοφῶν, μάγων, ἐξορκιστῶν, ἀστρολόγων νὰ τοῦ τὸ ἀναγγείλουν καὶ νὰ τοῦ τὸ ἐρμηνεύσουν

  28. 28

    ἀλλ' ἤ ἐστι Θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια καὶ ἐγνώρισε τῷ βασιλεῖ Ναβουχοδονόσορ ἃ δεῖ γενέσθαι ἐπ' ἐσχάτων τῶν ἡμερῶν. τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου, τοῦτό ἐστι.

    ἀλλ' ὑπάρχει ὁ μόνος ἀληθινὸς καὶ ζωντανὸς Θεὸς εἰς τὸν οὐρανόν, ὁ ὁποῖος φανερώνει καὶ ἀποκαλύπτει μυστήρια καὶ Αὐτὸς ἐγνωστοποίησεν εἰς τὸν βασιλιᾶ Ναβουχοδονόσορα αὐτὰ τὰ ὁποῖα πρόκειται νὰ συμβοῦν κατὰ τοὺς τελευταίους χρόνους <κατὰ τὶς ἔσχατες ἡμέρες, μέχρι τῆς ἐποχῆς τὸν Μεσσία>.Λοιπόν· τὸ ὄνειρόν σου καὶ οἱ ὁράσεις ποὺ εἶδες μὲ τὶς διανοητικές σου δυνάμεις, ἐνῷ ἐκοιμᾶσο, εἶναι τὸ ἀκόλουθον:

  29. 29

    σύ, βασιλεῦ, οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέ σοι ἃ δεῖ γενέσθαι.

    Σύ, βασιλιᾶ, ἐνῷ ἤσουν ξαπλωμένος εἰς τὸ κρεββάτι σου, ἐσκέπτεσο τί θὰ συμβῇ εἰς τὸ μέλλον σχετικῶς μὲ τὴν πορείαν τῆς αὐτοκρατορίας σου· καὶ ὁ Θεός, ὁ ὁποῖος κατοικεῖ εἰς τὸν οὐρανὸν καὶ ὁ ὁποῖος φανερώνει καὶ ἀποκαλύπτει μυστήρια, συγκατέβη καὶ ἐγνωστοποίησεν εἰς σὲ αὐτὰ τὰ ὁποῖα πρόκειται νὰ συμβοῦν.

  30. 30

    καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλ' ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρίσαι, ἵνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς.

    Εἰς ἐμὲ δὲ ἀπεκαλύφθη τὸ μυστηριῶδες τοῦτο ὄνειρον, ὄχι διότι ὑπάρχει εἰς ἐμὲ σοφία ἢ ἱκανότης περισσότερη ἀπὸ ὅση ὑπάρχει εἰς ἄλλους ἀνθρώπους, ἀλλὰ δι' αὐτὸν καὶ μόνον τὸν σκοπόν <μοῦ ἀπεκαλύφθη τοῦτο ἀπὸ τὸν Θεόν> διὰ νὰ γνωστοποιήσω εἰς τὸν βασιλιᾶ τὴν ἑρμηνείαν τοῦ ὀνείρου, ὥστε νὰ ἐννοήσῃς καὶ λάβῃς ἀπάντησιν εἰς τὶς σκέψεις, τὶς ἀπορίες καὶ τὰ ἐρωτήματα τῆς διανοίας σου>.

  31. 31

    σύ, βασιλεῦ, ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, μεγάλη ἡ εἰκὼν ἐκείνη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερής, ἑστῶσα πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά·

    <Σύ, βασιλιᾶ, ἔβλεπες εἰς τὸ ὄνειρόν σου, καὶ ἰδού! Ἐμπρός σου εὑρίσκετο ἕνα ἄγαλμα· μεγάλο ἦταν τὸ ἄγαλμα ἐκεῖνο, καὶ ἡ ὄψις του ὑπερεῖχεν, ἦταν ἔξοχη, ὑπερήφανη.Τὸ ἄγαλμα ἐστέκετο ἐνώπιόν σου, καὶ ἡ θέα του ἦταν φοβερή!

  32. 32

    εἰκών, ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ,

    Ἡ κεφαλὴ τοῦ πελωρίου τούτου ἀγάλματος ἦταν κατασκευασμένη ἀπὸ καθαρὸ χρυσάφι· τὰ χέρια καὶ τὸ στῆθος καὶ οἱ βραχίονές του ἦσαν ἀσημένιοι· ἡ κοιλία καὶ οἱ μηροὶ ἦσαν χάλκινοι·

  33. 33

    αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος τι σιδηροῦν καὶ μέρος τι ὀστράκινον.

    οἱ κνῆμες ἦσαν σιδερένιες, καὶ τὰ πόδια του ἦσαν ἕνα μέρος σιδερένια καὶ ἕνα μέρος πήλινα.

  34. 34

    ἐθεώρεις ἕως οὗ ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ ἐλέπτυνεν αὐτοὺς εἰς τέλος.

    Ἔβλεπες τὸ ἄγαλμα τοῦτο <βασιλιᾶ> καὶ τὸ παρατηροῦσες ἐκστατικός, μέχρις ὅτου λίθος ἀπεκόπη ἀπὸ ὄρος χωρὶς τὴν ἐπέμβασιν ἀνθρωπίνου χεριοῦ καὶ ἐκτύπησε τὸ ἄγαλμα εἰς τὰ πόδια, ποὺ ἦσαν ἀπὸ σίδηρον καὶ πηλόν, καὶ τὰ συνέτριψεν ἐξ ὁλοκλήρου.

  35. 35

    τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρακον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσός, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς· καὶ ἐξῇρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενήθη ὄρος μέγα καὶ ἐπλήρωσε πᾶσαν τὴν γῆν.

    Ταυτοχρόνως συνετρίβησαν διὰ μιᾶς ὁ πηλός, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χρυσὸς καὶ ἔγιναν ὡσὰν σκόνη ἀπὸ ψιλὸν καὶ τριμμένον ἄχυρον εἰς ἁλῶνι κατὰ τὸ θέρος.Ἄνεμος δὲ ἰσχυρὸς διεσκόρπισε τὸν κορνιαχτὸν καὶ τὰ ἐξηφάνισε, χωρὶς νὰ ἀφήσῃ κανένα ἴχνος ἀπὸ αὐτά.Ὁ δὲ λίθος, ὁ ὁποῖος ἐκτύπησε τὸ πελώριον ἄγαλμα, ἔγινε ὄρος τεράστιον καὶ ἐγέμισεν ὁλόκληρον τὴν γῆν>.

  36. 36

    τοῦτό ἐστι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως.

    <Αὐτὸ ἦταν τὸ ὄνειρον <τὸ ὁποῖον εἶδες, βασιλιᾶ>.Τώρα λοιπὸν θὰ εἰποῦμε ἐνώπιον τοῦ βασιλιᾶ τὴν ἑρμηνείαν, τὸ νόημά του.

  37. 37

    σύ, βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν,

    Σύ, βασιλιᾶ, ὁ ὁποῖος εἶσαι <βασιλεὺς βασιλέων>· σύ, εἰς τὸν ὁποῖον ὁ μόνος ἀληθινὸς καὶ ζῶν Θεὸς τοῦ οὐρανοῦ ἔδωκε βασιλείαν <μοναρχίαν> ἰσχυράν, κραταιὰν καὶ ἔνδοξον, ὥστε νὰ ἐξουσιάζῃς ὡς κυρίαρχος μονάρχης

  38. 38

    ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων, θηρία τε ἁγροῦ καὶ πετεινὰ οὐρανοῦ καὶ ἰχθύας τῆς θαλάσσης ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέ σε κύριον πάντων, σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ.

    εἰς κάθε τόπον εἰς τὸν ὁποῖον κατοικοῦν οἱ ἄνθρωποι καὶ τὰ ἄγρια θηρία τοῦ δάσους καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης· σύ, λοιπόν, εἰς τὰ χέρια τοῦ ὁποίου ὁ Θεὸς παρέδωκεν ὅλα αὐτὰ καὶ σὲ κατέστησε κυρίαρχον καὶ ἐξουσιαστὴν ὅλων αὐτῶν, σὺ εἶσαι ἡ χρυσὴ κεφαλὴ τοῦ ἀγάλματος!

  39. 39

    καὶ ὀπίσω σου ἀναστήσεται βασιλεία ἑτέρα ἥττων σου καὶ βασιλεία τρίτη, ἥτις ἐστὶν ὁ χαλκός, ἣ κυριεύσει πάσης τῆς γῆς.

    Καὶ ἔπειτα ἀπὸ σὲ θὰ ἔλθῃ ἄλλη, δεύτερη βασιλεία, κατώτερη εἰς δύναμιν ἀπὸ τὴν ἰδικήν σου, καὶ ἔπειτα ἀπὸ αὐτὴν ἄλλη, τρίτη βασιλεία, ἡ ὁποία συμβολίζεται διὰ τοῦ χαλκοῦ τοῦ πελωρίου ἀγάλματος· ἡ βασιλεία αὐτὴ θὰ κυριαρχήσῃ ἐφ' ὅλης τῆς γῆς.

  40. 40

    καὶ βασιλεία τετάρτη, ἥτις ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει.

    Ἔπειτα ἀπὸ αὐτὴν θὰ ἀκολουθήσῃ τετάρτη βασιλεία, ἡ ὁποία θὰ εἶναι ἰσχυρὰ ὅπως ὁ σίδηρος.Ὅπως ὁ σίδηρος συντρίβει, κονιορτοποιεῖ, δαμάζει καὶ ὑποτάσσει τὰ πάντα, κατὰ παρόμοιον τρόπον καὶ ἡ τετάρτη αὐτὴ βασιλεία θὰ συντρίψῃ, θὰ νικήσῃ καὶ θὰ ὑποτάξη ὅλες τὶς προηγούμενες βασιλεῖες.

  41. 41

    καὶ ὅτι εἶδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ρίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ·

    Τὸ ὅτι δὲ εἶδες τὰ πόδια καὶ τὰ δάκτυλα τοῦ ἀγάλματος νὰ εἶναι ἐν μέρει μὲν πήλινα, ἐν μέρει δὲ σιδερένια, τοῦτο σημαίνει ὅτι ἡ βασιλεία αὐτὴ δὲν θὰ εἶναι συμπαγής, ἀλλὰ διηρημένη καὶ διχασμένη· ὅμως εἰς τὴν βασιλείαν αὐτὴν θὰ ὑπάρχῃ κάτι ἀπὸ τὴν στερεότητα <τὴν ρίζαν> τοῦ σιδήρου, ὅπως εἶδες τὸν σίδηρον νὰ εἶναι ἀναμεμειγμένος, χωρὶς ὅμως στερεὰν συνοχήν, μὲ τὸν πηλὸν <δηλαδή: Ἡ βασιλεία αὐτὴ θὰ εἶναι ἀνομοιογενής· θὰ ἀποτελῆται ἀπὸ λαοὺς ἰσχυρούς, ἀλλὰ καὶ ἀδυνάτους>.

  42. 42

    καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ ἀπ' αὐτῆς ἔσται συντριβόμενον.

    Τὰ δάκτυλα τῶν ποδιῶν τοῦ ἀγάλματος ἦσαν ἐν μέρει σιδερένια, ἐν μέρει δὲ πήλινα· τοῦτο σημαίνει ὅτι ἕνα τμῆμα τῆς τετάρτης αὐτῆς βασιλείας θὰ εἶναι ἰσχυρόν <ὅπως ὁ σίδηρος> καὶ ἄλλο τμῆμα τῆς θὰ εἶναι εὔθραυστον.

  43. 43

    ὅτι εἶδες τὸν σίδηρον ἀναμεμειγμένον τῷ ὀστράκῳ, συμμειγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμείγνυται μετὰ τοῦ ὀστράκου.

    Τὸ ὅτι εἶδες τὸν σίδηρον νὰ εἶναι ἀναμεμειγμένος μὲ τὸν πηλόν, τοῦτο σημαίνει ὅτι οἱ λαοὶ ποὺ ἀποτελοῦν τὴν τετάρτην βασιλείαν θὰ εἶναι ἀνάμεικτοι.Δὲν θὰ συνδέωνται ὅμως στενά, κατὰ τρόπον συμπαγῆ, ὁ ἕνας μὲ τὸν ἄλλον, ὅπως ἀκριβῶς ὁ σίδηρος δὲν ἀναμειγνύεται καὶ δὲν συνενώνεται στενὰ μὲ τὸν πηλόν.

  44. 44

    καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας.

    Καὶ κατὰ τὴν ἐποχὴν τῶν βασιλέων τῆς τετάρτης ἐκείνης βασιλείας ὁ Θεὸς τοῦ οὐρανοῦ θὰ ἀναστήσῃ βασιλείαν, ἡ ὁποία οὐδέποτε θὰ καταστροφή, καὶ τοιουτοτρόπως ἡ αἰωνία αὐτὴ βασιλεία τοῦ Θεοῦ δὲν θὰ καταλυθῇ, ὥστε νὰ περιέλθῃ εἰς τὰ χέρια ἄλλου βασιλείου, τὸ ὁποῖον θὰ τὴν διαδεχθῇ.Ἢ βασιλεία αὐτὴ τοῦ Θεοῦ θὰ συντρίψῃ, θὰ θρυμματίσῃ καὶ θὰ λιχνίσῃ ὅλες τὶς βασιλεῖες τοῦ κόσμου, ἐνῷ αὐτὴ θὰ ὑψωθῆ, θὰ κυριαρχήσῃ παντοῦ καὶ θὰ ὑπάρχῃ πάντοτε εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων!

  45. 45

    ὃν τρόπον εἶδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν καὶ ἐλέπτυνε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν, ὁ Θεὸς ὁ μέγας ἐγνώρισε τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ ἀληθινὸν τὸ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.

    Καθὼς ἀκριβῶς εἶδες, βασιλιᾶ, ὅτι ἀπὸ ὄρος ἀπεκόπη λίθος χωρὶς τὴν ἐπέμβασιν ἀνθρωπίνων χεριῶν καὶ συνέτριψε καὶ ἐθρυμμάτισε τὸν πηλόν, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον καὶ τὸν χρυσόν, <ἔτσι> ὁ Θεὸς ὁ μέγας καὶ παντοδύναμος συγκατέβη καὶ ἐγνωστοποίησεν εἰς τὸν βασιλιᾶ αὐτὰ τὰ ὁποῖα πρόκειται νὰ συμβοῦν κατὰ τὴν ἐποχὴν ποὺ θὰ ἀκολουθήσῃ εὐθὺς ἔπειτα ἀπὸ αὐτὸν καὶ εἰς τὸ ἀπώτερον μέλλον.Τὸ ὄνειρον δὲ <ποὺ εἶδες> εἶναι ἀληθινόν, περιέχει μήνυμα σπουδαῖον, θεῖον ἡ δὲ ἑρμηνεία του εἶναι πιστὴ καὶ βεβαία>.

  46. 46

    τότε ὁ βασιλεὺς Ναβουχοδονόσορ ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιὴλ προσεκύνησε καὶ μαναὰ καὶ εὐωδίας εἶπε σπεῖσαι αὐτῷ.

    Ὅταν ὁ βασιλιᾶς Ναβουχοδονόσορ ἄκουσε τὸ ὄνειρον καὶ τὴν ἑρμηνείαν του, ἔπεσε πρηνὴς εἰς τὴν γῆν καὶ ἐπροσκύνησε μὲ σεβασμὸν τὸν Δανιήλ· διέταξε δὲ νὰ προσφέρουν εἰς τὸν Θεόν, ἐν τῷ προσώπῳ τοῦ Δανιήλ, θυσίαν ἀναίμακτον καὶ εὐώδη θυμιάματα.

  47. 47

    καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπε τῷ Δανιήλ· ἐπ' ἀληθείας ὁ Θεὸς ὑμῶν αὐτός ἐστι Θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια, ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο.

    Ἀπεκρίθη δὲ ὁ βασιλιᾶς εἰς τὸν Δανιὴλ καὶ εἶπε: <Πραγματικὰ καὶ ἀληθινὰ ὁ Θεός σας εἶναι ὁ Θεὸς τῶν ἄλλων ποὺ θεωροῦνται θεοί, καὶ ὁ κύριος καὶ ἄρχων τῶν βασιλέων, καὶ αὐτὸς ὁ ὁποῖος φανερώνει καὶ ἀποκαλύπτει μυστήρια, καθ’ ὅσον μόνον σὺ ἠμπόρεσες νὰ μοῦ ἀποκαλύψῃς καὶ νὰ μοῦ ἑρμηνεύσῃς τὸ μυστηριῶδες αὐτὸ ὄνειρον ποὺ εἶδα>.

  48. 48

    καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιὴλ καὶ δόματα μεγάλα καὶ πολλὰ ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπῶν ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος.

    Ὁ βασιλιᾶς ἐτίμησε πολὺ καὶ ἐδόξασε τὸν Δανιήλ, τοῦ ἔδωκε δὲ βαρύτιμα καὶ πολλὰ δῶρα· καὶ τὸν κατέστησε κυβερνήτην καὶ διοικητὴν ὁλοκλήρου τῆς ἐπαρχίας Βαβυλῶνος καὶ ἄρχοντα - προϊστάμενον τῶν σατραπῶν καὶ ὅλων τῶν σοφῶν τῆς Βαβυλῶνος.

  49. 49

    καὶ Δανιὴλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδράχ, Μισὰχ καὶ ᾿Αβδεναγώ· καὶ Δανιὴλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως.

    Ὁ δὲ Δανιὴλ ἐζήτησεν ἀπὸ τὸν βασιλιᾶ, ὁ ὁποῖος καὶ διώρισεν ὡς ὑπευθύνους διοικητὰς διὰ τὶς ὑποθέσεις τῆς ἐπαρχίας τῆς Βαβυλῶνος τὸν Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ.Ὁ ἴδιος δὲ ὁ Δανιὴλ παρέμεινεν εἰς τὴν ἀνακτορικὴν αὐλὴν ὡς αὐλάρχης καὶ ἰδιαίτερος τοῦ βασιλιᾶ.