Δανιήλ, κεφάλαιο 1
- 1
ΕΝ ἔτει τρίτῳ τῆς βασιλείας ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς ῾Ιερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν.
Κατὰ τὸ τρίτον ἔτος τῆς βασιλείας τοῦ Ἰωακείμ, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα, ὁ Ναβουχοδονόσορ, ὁ βασιλιᾶς τῆς Βαβυλῶνος, ἐπέδραμε κατὰ τῆς Ἱερουσαλὴμ καὶ τὴν ἐπολιορκοῦσε.
- 2
καὶ ἔδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σενναὰρ οἴκου τοῦ Θεοῦ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ τοῦ Θεοῦ αὐτοῦ.
Καὶ ὁ Κύριος παρέδωκεν αἰχμάλωτον εἰς τὰ χέρια τοῦ Ναβουχοδονόσορος τὸν Ἰωακείμ, βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα, ὅπως ἐπίσης καὶ ἕνα μέρος ἀπὸ τὰ ἱερὰ σκεύη τοῦ Ναοῦ τοῦ Θεοῦ, τὰ ὁποῖα ὁ Ναβουχοδονόσορ μετέφερεν εἰς τὴν χώραν Σενναάρ, δηλαδὴ τὴν Βαβυλῶνα, διὰ τὸν ναὸν τοῦ Θεοῦ του, τοῦ Μαρδούχ, πολιούχου τῆς Βαβυλῶνος καὶ προστάτου τοῦ Ναβουχοδονόσορος.Τὰ ἱερὰ αὐτὰ σκεύη ὁ βασιλιᾶς τῆς Βαβυλῶνος τὰ ἐτοποθέτησεν εἰς τὸ θησαυροφυλάκιον τοῦ Θεοῦ του.
- 3
καὶ εἶπεν ὁ βασιλεὺς τῷ ᾿Ασφανὲζ τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας ᾿Ισραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμὶν
Καὶ ὁ βασιλιᾶς Ναβουχοδονόσορ διέταξε τὸν Ἀσφανέζ, τὸν ἀρχιευνοῦχον του, ὁ ὁποῖος ἦταν ὁ μεγάλος αὐλάρχης του, νὰ ἐκλέξῃ καὶ νὰ φέρῃ εἰς τὰ ἀνάκτορα ἀπὸ τοὺς αἰχμαλώτους Ἰσραηλῖτες καὶ ἰδιαιτέρως ἀπὸ τοὺς ἀπογόνους τῶν Ἰουδαίων βασιλέων καὶ ἀπὸ τοὺς εὐγενεῖς,
- 4
νεανίσκους. οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος καὶ καλοὺς τῇ ὄψει καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γινώσκοντας γνῶσιν καὶ διανοουμένους φρόνησιν καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ ἐνώπιον τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων.
νέους κατὰ τὴν ἡλικίαν, εἰς τοὺς ὁποίους νὰ μὴ ὑπάρχῃ σωματικὸν ἐλάττωμα <νὰ εἶναι ἀρτιμελεῖς>, ὡραίους κατὰ τὴν ἐμφάνισιν, ἐμπείρους εἰς κάθε εἶδος σοφίας, προικισμένους καὶ δεκτικοὺς ἀγωγῆς, ὥστε νὰ ἀφομοιώνουν πᾶσαν γνῶσιν, εὐφυεῖς δὲ καὶ ὀξυδερκεῖς καὶ ἱκανούς, καταλλήλους καὶ σφριγηλούς, ὥστε νὰ δύνανται νὰ ὑπηρετοῦν εἰς τὴν βασιλικὴν αὐλήν.Τοὺς νέους αὐτοὺς ἔπρεπε νὰ προσέξῃ ὁ Ἀσφανὰζ ὥστε νὰ τοὺς διδάξῃ τὴν φιλολογίαν <καὶ γενικῶς τὴν ἐπιστήμην>, τὴν γλῶσσαν καὶ τὴν γραφὴν τῶν Χαλδαίων <Βαβυλωνίων>.
- 5
καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ' ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ καὶ θρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως.
Ὁ βασιλιᾶς Ναβουχοδονόσορ ἔδωκεν ἐπίσης διαταγὴν νὰ χορηγῆται εἰς αὐτοὺς καθημερινῶς τροφὴ ἀπὸ τὴν βασιλικὴν τράπεζαν καὶ κρασὶ ἀπὸ ἐκεῖνο τὸ ὁποῖον ἔπινεν ὁ ἴδιος ὁ βασιλιᾶς.Οἱ νέοι θὰ ἐτρέφοντο καὶ θὰ ἐξεπαιδεύοντο ἐπὶ τρία ἔτη· μετὰ τὴν περίοδον αὐτὴν θὰ ἔπρεπε νὰ ἐμφανισθοῦν ἐνώπιον τοῦ βασιλιᾶ καὶ νὰ ἀναλάβουν ὑπηρεσίαν εἰς τὴν βασιλικὴν αὐλήν.
- 6
καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ᾿Ιούδα Δανιὴλ καὶ ᾿Ανανίας καὶ ᾿Αζαρίας καὶ Μισαήλ.
Μεταξὺ τῶν εὐγενῶν Ἰουδαίων νέων, οἱ ὁποῖοι ἐπελέγησαν διὰ νὰ ὑπηρετοῦν εἰς τὴν βασιλικὴν αὐλὴν τῶν Βαβυλωνίων, ἦσαν ὁ Δανιήλ, ὁ Ἀνανίας, ὁ Ἀζαρίας καὶ ὁ Μισαήλ.
- 7
καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα τῷ Δανιὴλ Βαλτάσαρ καὶ τῷ ᾿Ανανίᾳ Σεδρὰχ καὶ τῷ Μισαὴλ Μισὰχ καὶ τῷ ᾿Αζαρίᾳ ᾿Αβδεναγώ.
Καὶ ὁ ἀρχιευνοῦχος Ἀσφανὲζ ἔδωκεν εἰς αὐτοὺς ἀντὶ τῶν ἰουδαϊκῶν ὀνομάτων ὀνόματα βαβυλωνιακά.Τοιουτοτρόπως τὸν Δανιὴλ ὠνόμασε Βαλτάσαρ, τὸν Ἀνανίαν Σεδράχ, τὸν Μισαὴλ Μισὰχ καὶ τὸν Ἀζαρίαν Ἀβδεναγώ.
- 8
καὶ ἔθετο Δανιὴλ εἰς τὴν καρδίαν αὐτοῦ ὡς οὐ μὴ ἀλισγηθῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ ποτοῦ αὐτοῦ καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὡς οὐ μὴ ἀλισγηθῇ.
Καὶ ὁ Δανιήλ, ὁ ὁποῖος ἔλαβε σταθερὰν ἀπόφασιν νὰ μὴ μολυνθῇ, δηλαδὴ νὰ μὴ φάγῃ ἀπὸ τὰ φαγητὰ τὰ θεωρούμενα ὡς ἀκάθαρτα ἀπὸ τοὺς Ἰουδαίους, ποὺ προσεφέροντο εἰς τὸ βασιλικὸν τραπέζι, καὶ ἀπὸ τὸ κρασί ποὺ ἔπινεν ὁ βασιλιᾶς, ἐζήτησεν ἐπιμόνως καὶ παρεκάλεσε τὸν ἀρχιευνοῦχον νὰ τοῦ ἐπιτρέψῃ ὥστε νὰ μὴ φάγῃ ἀπὸ αὐτὰ καὶ μολυνθῇ.
- 9
καὶ ἔδωκεν ὁ Θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου.
Καὶ ὁ Θεὸς εὐδόκησεν ὥστε ὁ Δανιὴλ νὰ ἀντιμετωπισθῇ μὲ εὔνοιαν καὶ συμπάθειαν ἐκ μέρους τοῦ ἀρχιευνούχου.
- 10
καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιήλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, μή ποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ.
Εἶπε δὲ ὁ ἀρχιευνοῦχος Ἀσφανὲζ εἰς τὸν Δανιήλ: <Φοβοῦμαι ἐγὼ τὸν κύριόν μου, τὸν βασιλιᾶ, ὁ ὁποῖος διέταξε καὶ καθώρισε τὸ φαγητὸν καὶ τὸ ποτόν σας, μήπως ἰδῇ τὰ πρόσωπά σᾶς ἀδύνατα καὶ χλωμὰ ἀπὸ τὴν νηστείαν, ἐν συγκρίσει πρὸς τὰ πρόσωπα τῶν ἄλλων παιδιῶν, τῶν συνομηλίκων σας, καὶ τοιουτοτρόπως γίνετε αἰτία νὰ φονευθῶ, νὰ χάσω τὸ κεφάλι μου, μὲ διαταγὴν τοῦ βασιλιᾶ>.
- 11
καὶ εἶπε Δανιὴλ πρὸς ᾿Αμελσάδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ Δανιήλ, ᾿Ανανίαν, Μισαήλ, ᾿Αζαρίαν·
Τότε ὁ Δανιὴλ εἶπε πρὸς τὸν αὐλικὸν Ἀμελσάδ, τὸν ὁποῖον ὁ ἀρχιευνοῦχος εἶχεν ὁρίσει ὑπεύθυνον διὰ τοὺς Δανιήλ, Ἀνανίαν, Μισαὴλ καὶ Ἀζαρίαν:
- 12
πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγώμεθα καὶ ὕδωρ πιώμεθα·
<Παρακαλῶ δοκίμασε τοὺς δούλους σου ἐπὶ δέκα ἡμέρες.Κατὰ τὴν διάρκειαν τῶν ἡμερῶν αὐτῶν ἂς μᾶς δώσουν μόνον χορταρικά, λαχανικὰ καὶ ὄσπρια νὰ φάγωμεν καὶ μόνον νερὸ νὰ πιοῦμε.
- 13
καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἐὰν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου.
Κατόπιν ἴδε τὰ πρόσωπά μας καὶ σύγκρινέ τα μὲ τὰ πρόσωπα τῶν νέων παιδιῶν τὰ ὁποῖα τρώγουν φαγητὰ ἀπὸ τὴν βασιλικὴν τράπεζαν· σύμφωνα δὲ μὲ τὶς διαπιστώσεις ποὺ θὰ κάμῃς, ἐνέργησε καὶ μεταχειρίσου μας ἀναλόγως>.
- 14
καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα.
Ὁ Ἀμελσὰδ ἐδέχθη τὸ αἴτημά των καὶ τοὺς ἐδοκίμασεν, ὅπως ἐζήτησαν, ἐπὶ δέκα ἡμέρες.
- 15
καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυραὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως.
Μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν διεπιστώθη ὅτι τὰ πρόσωπά των ἦσαν ὡραιότερα εἰς ἐμφάνισιν, τὰ δὲ σώματά των ὑγιέστερα καὶ ἰσχυρότερα ἀπὸ ἐκεῖνα τῶν νεαρῶν παιδιῶν, τὰ ὁποῖα ἐσιτίζοντο μὲ φαγητὰ ἀπὸ τὴν βασιλικὴν τράπεζαν.
- 16
καὶ ἐγένετο ᾿Αμελσὰδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν καὶ ἐδίδου αὐτοῖς σπέρματα.
Κατόπιν τῆς διαπιστώσεως αὐτῆς ὁ Ἀμελσὰδ ἀπέσυρε καὶ ἀφαιροῦσε τὴν πλουσίαν βασιλικὴν τροφήν, ποὺ ἔπρεπε νὰ φάγουν οἱ τέσσερις Ἰουδαῖοι νέοι, ὅπως ἐπίσης τὸ κρασί, ποὺ ἔπρεπε νὰ πιοῦν, καὶ ἔδιδεν εἰς αὐτοὺς χορταρικά, λαχανικὰ καὶ ὄσπρια.
- 17
καὶ τὰ παιδάρια ταῦτα, οἱ τέσσαρες αὐτοί, ἔδωκεν αὐτοῖς ὁ Θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιὴλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις.
Καὶ εἰς τοὺς νέους αὐτούς, τοὺς τέσσερις Ἰουδαίους, ὁ Θεὸς ἔδωκε σύνεσιν, ὥστε νὰ διακρίνουν πῶς πρέπει νὰ φέρωνται, καὶ φρόνησιν, ἐξυπνάδα, ἱκανότητα καὶ πρόοδον εἰς τὰ χαλδαϊκὰ γράμματα καὶ τὴν βαβυλωνιακὴν σοφίαν.Ἰδιαιτέρως μάλιστα ὁ Δανιὴλ εἶχε τὴν ἱκανότητα νὰ ἐξηγῇ κάθε εἶδος ὀπτασίας ποὺ ἔβλεπε κάποιος εἰς ὥραν ἐγρηγόρσεως, καὶ νὰ ἑρμηνεύῃ ὄνειρα <ἰδικά του ἢ ἄλλων> ποὺ ἔβλεπαν κατὰ τὴν διαρκειαν τοῦ ὕπνου.
- 18
καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονόσορ.
Μετὰ δὲ τὴν λῆξιν τῆς χρονικῆς περιόδου ποὺ καθώρισεν ὁ βασιλιᾶς νὰ παρουσιάσουν τοὺς νέους αὐτοὺς ἐνώπιόν του, ὁ ἀρχιευνοῦχος ὡδήγησε τούτους ἐνώπιον τοῦ Ναβουχοδονόσορος.
- 19
καὶ ἐλάλησε μετ' αὐτῶν ὁ βασιλεύς, καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιὴλ καὶ ᾿Ανανίᾳ καὶ Μισαὴλ καὶ ᾿Αζαρίᾳ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.
Ὁ βασιλιᾶς συνωμίλησε μαζί των, μεταξὺ δὲ ὅλων τῶν ἄλλων νέων τῆς βασιλικῆς αὐλῆς δὲν εὑρέθη κανεὶς ὅμοιος πρὸς τὸν Δανιήλ, τὸν Ἀνανίαν, τὸν Μισαὴλ καὶ τὸν Ἀζαρίαν.Κατόπιν τούτου οἰ τέσσερις αὐτοὶ Ἰουδαῖοι προσελήφθησαν εἰς τὴν βασιλικὴν αὐλήν, διὰ νὰ ὑπηρετοῦν τὸν βασιλιᾶ.
- 20
καὶ ἐν παντὶ ρήματι σοφίας καὶ ἐπιστήμης, ὧν ἐζήτησε παρ' αὐτῶν ὁ βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.
Καὶ εἰς κάθε ζήτημα σοφίας καὶ ἐπιστήμης εἰς τὸ ὁποῖον τοὺς ἐξήτασεν ὁ βασιλιᾶς τοὺς εὑρῆκε δέκα φορὲς καλυτέρους καὶ ἀνωτέρους ἀπὸ ὅλους τοὺς ἐξορκιστὰς καὶ τοὺς μάγους <δηλαδὴ τοὺς σοφωτέρους τῶν Χαλδαίων> ποὺ εὑρίσκοντο εἰς ὅλον τὸ βασίλειόν του.
- 21
καὶ ἐγένετο Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως.
Ἔμεινε δὲ ὁ Δανιὴλ συνεχῶς εἰς τὴν βασιλικὴν βαβυλωνιακὴν αὐλὴν μέχρι τοῦ πρώτου ἔτους τῆς βασιλείας τοῦ Κύρου, τοῦ βασιλιᾶ τῶν Περσῶν <δηλαδὴ μέχρι τὸ 538 π.Χ.>.
