Β΄ Παραλειπομένων, κεφάλαιο 30
- 1
ΚΑΙ ἀπέστειλεν ᾿Εζεκίας ἐπὶ πάντα ᾿Ισραὴλ καὶ ᾿Ιούδα καὶ ἐπιστολὰς ἔγραψαν ἐπὶ τὸν ᾿Εφραὶμ καὶ Μανασσῆ ἐλθεῖν εἰς οἶκον Κυρίου εἰς ῾Ιερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ ᾿Ισραήλ.
Ο βασιλιᾶς Ἐζεκίας ἔστειλεν ἀγγελιαφόρους εἰς ὅλους τοὺς κατοίκους τοῦ βασιλείου τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα· ἔγραψεν ἐπίσης ἐπιστολὲς καὶ τὶς ἔστειλε πρὸς τὶς φυλὲς τοῦ Ἐφραίμ καὶ τοῦ Μανασσῆ· δι’ αὐτῶν τοὺς ἐπροσκαλοῦσε νὰ ἔλθουν εἰς τὸν ναὸν τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλήμ, διὰ νὰ ἐορτάσουν τὸ Πάσχα πρὸς τιμὴν καὶ δόξαν τοῦ Κυρίου, τοῦ Θεοῦ τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 2
καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἐν ῾Ιερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ μηνὶ τῷ δευτέρῳ·
Ὁ βασιλιᾶς καὶ οἱ ἄρχοντες καὶ ὅλη ἡ συνάθροισις ἐκείνων, ποὺ συνεκεντρώθησαν εἰς τὴν Ἱερουσαλήμ, συνεσκέφθησαν καὶ συνεφώνησαν νὰ ἐορτάσουν τὸ Πάσχα κατὰ τὸν δεύτερον μῆνα τοῦ Ἰουδαϊκοῦ θρησκευτικοῦ ἔτους (=τὸν Ἰγιάρ, ὁ ὁποῖος ἀντιστοιχεῖ πρὸς τὸν ἰδικόν μας Ἀπρίλιον /Μάϊον).
- 3
οὐ γὰρ ἠδυνάσθησαν ποιῆσαι αὐτὸ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς οὐχ ἡγνίσθησαν ἱκανοί, καὶ ὁ λαὸς οὐ συνήχθη εἰς ῾Ιερουσαλήμ.
Θὰ ἑώρταζαν δὲ τὸ Πάσχα κατὰ τὸν δεύτερον μῆνα, διότι δὲν ἠμπόρεσαν νὰ τὸ ἐορτάσουν εἰς τὸν καθωρισμένον ἀπὸ τὸν Νόμον πρῶτον μῆνα (= τὸν Νισάν), ἐπειδὴ Δὲν εἶχαν ἀκόμη καθαρισθῆ καὶ ἀγνισθῆ ἀρκετοὶ ἱερεῖς καὶ ἐπὶ πλέον ἐπειδὴ δὲν εἶχε συγκεντρωθῆ ὁ λαὸς εἰς τὴν Ἱερουσαλήμ.
- 4
καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας.
Ἡ ἀπόφασις καὶ ἡ τακτοποίησις αὐτὴ ἐφάνη ἀρεστὴ εἰς τὸν βασιλιᾶ καὶ εἰς ὅλην τὴν συνάθροισιν τοῦ λαοῦ.
- 5
καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ ᾿Ισραὴλ ἀπὸ Βηρσαβεὲ ἕως Δάν, ἐλθόντας ποιῆσαι τὸ φασὲκ Κυρίῳ Θεῷ ᾿Ισραὴλ εἰς ῾Ιερουσαλήμ, ὅτι πλῆθος οὐκ ἐποίησε κατά τὴν γραφήν.
Ἔτσι ἀπεφάσισαν νὰ στεῖλουν προκήρυξιν - πρόσκλησιν εἰς ὅλον τὸν Ἰσραηλιτικὸν λαόν, ἀπὸ τὴν Βηρσαβεέ (ποὺ εὑρίσκετο εἰς τὸ νοτιώτερον ἄκρον τῆς χώρας) μέχρι τὴν Δάν (ποὺ εὑρίσκετο εἰς τὸ βορειότερον ἄκρον)· μὲ τὴν προκήρυξιν ἐκαλοῦντο ὅλοι οἱ Ἰσραηλῖται νὰ ἔλθουν διὰ νὰ ἐορτάσουν τὸ Πάσχα εἰς τιμὴν καὶ δόξαν τοῦ Κυρίου, τοῦ Θεοῦ τοῦ Ἰσραήλ, εἰς τὴν Ἱερουσαλήμ, ἐφ’ ὅσον μεγάλο πλῆθος τοῦ λαοῦ δὲν εἶχεν ἑορτάσει τὸ Πάσχα, ὅπως ὥριζεν ὁ Νόμος.
- 6
καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα ᾿Ισραὴλ καὶ ᾿Ιούδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες· οἱ υἱοὶ ᾿Ισραὴλ ἐπιστρέψατε πρὸς Κύριον Θεὸν ῾Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ισραήλ, καὶ ἐπιστρέψει τοὺς ἀνασεσωσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως ᾿Ασσούρ·
Οἱ ἀπεσταλμένοι, σύμφωνα μὲ τὴν ἐντολὴν τοῦ βασιλιᾶ, ἐπῆγαν μαζὶ μὲ τὶς ἐπιστολὲς τοῦ βασιλιᾶ καὶ τῶν ἀρχόντων εἰς ὅλον τὸ βασίλειον τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα καὶ ἀπηύθυναν τὴν ἀκόλουθον πρόσκλησιν: «Ἰσραηλῖται, ἐπιστρέψατε μὲ μετάνοιαν εἰς τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἀβραάμ, τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰσραήλ (=Ἰακώβ), καὶ Ἐκεῖνος θὰ φέρῃ πίσω ὅσους δὲν ἔχουν φονευθῇ, ἀλλ’ ἔχουν σωθῇ καὶ κρατοῦνται αἰχμάλωτοι εἰς τὰ χέρια τοῦ βασιλιᾶ τῶν Ἀσσυρίων.
- 7
καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν, καθὼς ὑμεῖς ὁρᾶτε.
Μὴ γίνεσθε ἀποστάται ὅπως οἱ προπάτορές σας καὶ οἱ ἀδελφοί (συγγενεῖς) σας, οἱ ὁποῖοι ἀπεμακρύνθησαν ἀπὸ τὸν Κύριον, τὸν Θεὸν τῶν πατέρων των, καὶ τοὺς ὁποίους, ὅπως διαπιστώνετε καὶ σεῖς οἱ ἴδιοι, ὁ Κύριος ἐτιμώρησεν αὐστηρὰ καὶ τοὺς παρέδωκεν εἰς καταστροφήν.
- 8
καὶ νῦν μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς οἱ πατέρες ὑμῶν· δότε δόξαν Κυρίῳ τῷ Θεῷ καὶ εἰσέλθετε εἰς τὸ ἁγίασμα αὐτοῦ, ὃ ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ ἀποστρέψει ἀφ' ὑμῶν θυμὸν ὀργῆς.
Τώρα λοιπὸν μὴ κάνετε μὲ τὴν ἀπείθειαν σας σκληρὲς τὶς καρδιές σας, ὅπως τὶς ἔκαναν οἱ προπάτορές σας. Ὑποταχθῆτε εἰς Αὐτὸν καὶ δοξάσατε τὸν Κύριον, τὸν Θεόν· ἐλᾶτε εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰσέλθετε εἰς τὸν ἅγιον Ναόν του, τὸν ὁποῖον ὁ ἴδιος καθηγίασε, διὰ νὰ μένῃ ἅγιος παντοτινά, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ μὲ τὴν εὐλαβῆ τήρησιν τῶν θείων ἐντολῶν δουλεύσατε εἰς τὸν Κύριον, τὸν Θεόν σας· τότε θὰ ἀποστρέψῃ καὶ Ἐκεῖνος τὸν θυμὸν τῆς σφοδρὰς ἀγανακτήσεώς του ἀπὸ σας.
- 9
ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς Κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς ἔναντι πάντων τῶν αἰχμαλωτισάντων αὐτούς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην, ὅτι ἐλεήμων καὶ οἰκτίρμων Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν, ἐάν ἐπιστρέψωμεν πρὸς αὐτόν.
Διότι ἐὰν σεῖς ἐπιστρέψετε μὲ μετάνοιαν εἰς τὸν Κύριον, τότε καὶ οἱ ἀδελφοί (συγγενεῖς) σας καὶ τὰ παιδιά σας θὰ τύχουν εὐσπλαγχνίας καὶ συμπαθείας ἀπὸ ἐκείνους, οἱ ὁποῖοι τοὺς αἰχμαλώτισαν. Ἐπὶ πλέον ὁ Κύριος θὰ φέρῃ πίσω ἐλευθέρους τοὺς αἰχμαλώτους ἐκείνους εἰς τὴν χώραν αὐτήν, διότι ὁ Κύριος, ὁ Θεός μας, εἶναι ἐλεήμων καὶ εὐσπλαγχνικὸς καὶ δὲν θὰ στρέψῃ μὲ ἀδιαφορίαν τὸ πρόσωπόν του ἀπὸ σᾶς, ἐὰν ἐπιστρέψωμεν μὲ μετάνοιαν πρὸς Αὐτόν».
- 10
καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει ᾿Εφραὶμ καὶ Μανασσῆ καὶ ἕως Ζαβουλών, καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμωκώμενοι·
Καί οἰ ἀπεσταλμένοι ἐπήγαιναν ἀπὸ τὴν μίαν πόλιν εἰς τὴν ἄλλην διὰ τῆς ὀρεινῆς περιοχῆς τῶν φυλῶν Ἐφραὶμ καὶ Μανασσῆ μέχρι τῆς περιοχῆς Ζαβουλών (εἰς τὰ βόρεια)· ἀλλὰ ὁ λαὸς (τοῦ βασιλείου τοῦ Ἰσραήλ) τοὺς ἐπερίπαιζε καὶ τοὺς ἐχλεύαζε!
- 11
ἀλλὰ ἄνθρωποι ᾿Ασὴρ καὶ ἀπὸ Μανασσῆ καὶ ἀπὸ Ζαβουλὼν ἐνετράπησαν καὶ ἦλθον εἰς ῾Ιερουσαλὴμ καὶ εἰς ᾿Ιούδα.
Παρ’ ὅλα αὐτά, ὡρισμένοι ἀπὸ τὶς φυλὲς Ἀσήρ, Μανασσῆ καὶ Ζαβουλὼν εἶχαν συγκινηθῆ, κατανυγῆ καὶ ταπεινωθῆ ἀπὸ τὸ μήνυμα τῶν ἀπεσταλμένων καὶ ἦλθαν εἰς τὴν Ἱερουσαλήμ, εἰς τὸ βασίλειον τοῦ Ἰούδα.
- 12
καὶ ἐγένετο χεὶρ Κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν τοῦ ποιῆσαι κατὰ τὰ προστάγματα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ Κυρίου,
Τὸ στοργικὸν καὶ προστατευτικὸν χέρι τοῦ Κυρίου εἰργάζετο μεταξύ των, ὥστε νὰ ἐνώσῃ τὶς καρδιές των καὶ νὰ τοὺς κάμῃ νὰ συμφωνήσουν ὅλοι καὶ νὰ ὑπακούσουν εἰς τὰ προστάγματα τοῦ βασιλιᾶ καὶ τῶν ἀρχόντων, σύμφωνα μὲ τὴν ἐντολὴν τοῦ Κυρίου, καὶ νὰ ἔλθουν εἰς τὰ Ἱεροσόλυμα διὰ νὰ ἐορτάσουν τὸ Πάσχα.
- 13
καὶ συνήχθησαν εἰς ῾Ιερουσαλὴμ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐκκλησία πολλὴ σφόδρα.
Ἔτσι μεγάλο πλῆθος λαοῦ συνεκεντρώθη εἰς τὰ Ἱεροσόλυμα διὰ νὰ ἑορτάσῃ τὴν Ἑορτὴν τῶν Ἀζύμων (=τὸ Πάσχα) κατὰ τὸν δεύτερον μῆνα τοῦ Ἰουδαϊκοῦ θρησκευτικοῦ ἔτους· ἡ συνάθροισις τοῦ λαοῦ ὑπῆρξε πάρα πολὺ μεγάλη.
- 14
καὶ ἀνέστησαν καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν ῾Ιερουσαλήμ καὶ πάντα, ἐν οἷς ἐθυμίων τοῖς ψευδέσι, κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κέδρων.
Ὅλοι αὐτοὶ ἐσηκώθηκαν καὶ ἔρριψαν κάτω καὶ ἀπεμάκρυναν τὰ εἰδωλολατρικὰ θυσιαστήρια, ποὺ ὑπῆρχαν εἰς τὴν Ἱερουσαλήμ. Ἐπίσης καὶ ὅλα τὰ θυσιαστήρια, εἰς τὰ ὁποῖα προσέφεραν θυμίαμα εἰς τοὺς ψεύτικους εἰδωλολατρικοὺς θεούς, τὰ κατέστρεψαν καὶ τὰ ἔρριψαν εἰς τὴν κοιλάδα τοῦ χειμάρρου τῶν Κέδρων.
- 15
καὶ ἔθυσαν τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐνετράπησαν καὶ ἡγνίσθησαν καὶ εἰσήνεγκαν ὁλοκαυτώματα ἐν οἴκῳ Κυρίου.
Μετὰ τὸν καθαρισμὸν αὐτὸν τῆς Ἱερουσαλὴμ προσέφεραν τὴν θυσίαν διὰ τὸ Πάσχα κατὰ τὴν δεκάτην τετάρτην ἡμέραν τοῦ δευτέρου μηνός. Οἱ ἱερεῖς καὶ οἱ Λευῖται συνεκινήθησαν, ἐταπεινώθησαν, κατενύγησαν, ἀφοῦ δὲ συνησθάνθησαν τὴν ἐνοχήν των, ἐκαθαρίσθησαν καὶ ἠγνίσθησαν καὶ ἔτσι προσέφεραν θυσίαν ὁλοκαυτωμάτων εἰς τὸν ναὸν τοῦ Κυρίου.
- 16
καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτῶν κατὰ τὸ κρίμα αὐτῶν, κατὰ τὴν ἐντολὴν Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ, καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν Λευιτῶν·
Οἱ Λευῖται κατέλαβαν τὶς καθωρισμένες θέσεις των εἰς τὸν Ναὸν κατὰ τὰ κανονισμένα, σύμφωνα μὲ τὶς ὁδηγίες ποὺ εἶχε δώσει ὁ Μωϋσῆς, ὁ ἄνθρωπος τοῦ Θεοῦ. Οἱ δὲ ἱερεῖς ἐλάμβαναν τὸ αἷμα τῶν υὐσιῶν ἀπὸ τὰ χέρια τῶν Λευϊτῶν καὶ ἐρράντιζαν μὲ αὐτὸ τὸ θυσιαστήριον.
- 17
ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη, καὶ οἱ Λευῖται ἦσαν τοῦ θύειν τὸ φασὲκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ Κυρίῳ.
Ἐπειδὴ ὅμως πολλοὶ ἀπὸ τὴν μεγάλην ἐκείνην συνάθροισιν τοῦ πλήθους δὲν εἶχαν νομικῶς καθαρισθῆ καὶ ἀγνισθῆ, δὲν ἠμποροῦσαν νὰ σφάζουν τὰ ζῶα διὰ τὴν θυσίαν τοῦ Πάσχα· διὰ τοῦτο ἔσφαζαν τὰ ζῶα διὰ λογαριασμόν των οἱ Λευῖται καὶ τὰ ἐπρόσφεραν εἰς τὸν Κύριον.
- 18
ὅτι τὸ πλεῖστον τοῦ λαοῦ ἀπὸ ᾿Εφραὶμ καὶ Μανασσῆ καὶ ᾿Ισσάχαρ καὶ Ζαβουλὼν οὐχ ἡγνίσθησαν, ἀλλ' ἔφαγον τὸ φασὲκ παρὰ τὴν γραφήν. καὶ προσηύξατο ᾿Εζεκίας περὶ αὐτῶν λέγων· Κύριος ἀγαθὸς ἐξιλασάσθω
Τοῦτο συνέβη, διότι τὸ μεγαλύτερον μέρος τοῦ λαοῦ, ποὺ εἶχε συγκεντρωθῆ κυρίως ἀπὸ τὶς φυλὲς τοῦ Ἐφραίμ, τοῦ Μανασσῆ, τοῦ Ἰσσάχαρ καὶ τοῦ Ζαβουλών, δὲν εἶχαν καθαρισθῆ καὶ ἀγνισθῆ· ἐν τούτοις, παρ’ ὅλον ὅτι ἦσαν νομικῶς ἀκάθαρτοι, ἔφαγαν καὶ αὐτοὶ τὸ Πάσχα κατ’ ἐξαίρεσιν, ἂν καὶ παρέβαιναν τὴν γραπτὴν ἐντολὴν περὶ καθαρισμοῦ τοῦ Μωσαϊκοῦ νόμου. Δι' αὐτοὺς ὅμως προσηυχήθη ὁ Ἐζεκίας εἰς τὸν Κύριον καὶ εἶπεν: «Ὤ! Κύριε· σύ, ποὺ εἶσαι ἀγαθός, γίνε ἵλεως καὶ συγχώρησε
- 19
ὑπὲρ πάσης καρδίας κατευθυνούσης ἐκζητῆσαι Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων.
ὅλους, ὅσοι στρέφουν σταθερὰ τὴν καρδία των εἰς σέ, ὥστε νὰ ζητοῦν μὲ πόθον πολὺν τὴν βοήθειαν καὶ τὴν προστασίαν σου τοῦ Κυρίου, τοῦ Θεοῦ τῶν πατέρων των, ἔστω καὶ ἂν αὐτοὶ δὲν εἶναι νομικῶς καθαροὶ καὶ ἁγνοί, ὅπως ἀπαιτεῖ ὁ καθαρισμὸς διὰ τελετῶν καὶ θυσιῶν τοῦ ἁγίου Ναοῦ σου».
- 20
καὶ ἐπήκουσε Κύριος τῷ ᾿Εζεκίᾳ καὶ ἰάσατο τὸν λαόν.
Ὁ Κύριος ἄκουσε εὐμενῶς τὴν προσευχὴν τοῦ Ἐζεκία καὶ ἐσυγχώρησε καὶ ἔδωκεν εἰρήνην καὶ ἀνάπαυσιν εἰς τὸν λαόν, ὁ ὁποῖος ἔφαγε τὸ Πάσχα, ἐνῷ ἦταν νομικῶς ἀκάθαρτος, καὶ δὲν τὸν ἐτιμώρησε.
- 21
καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ οἱ εὑρεθέντες ἐν ῾Ιερουσαλὴμ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ καὶ καθυμνοῦντες τῷ Κυρίῳ ἡμέραν καθ' ἡμέραν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ Κυρίῳ.
Καὶ οἱ Ἰσραηλῖται, ποὺ εἶχαν συναθροισθῇ καὶ εὑρίσκοντο εἰς τὴν Ἱερουσαλήμ, ἑώρτασαν τὴν Ἑορτὴν τῶν Ἀζύμων, δηλαδὴ τὸ Πάσχα, ἐπὶ ἑπτὰ ἡμέρες μὲ μεγάλην χαράν, ὑμνῦντες τὸν Κύριον μὲ τὰ μουσικά των ὄργανα.
- 22
καὶ ἐλάλησεν ᾿Εζεκίας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ Κυρίῳ· καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας θύοντες θυσίαν σωτηρίου καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.
Ὁ Ἐζεκίας ἐπῄνεσε τοὺς Λευῖτες καὶ ἐνεθάρρυνε τὶς καρδιές των, μάλιστα δὲ ἐκείνους, οἱ ὁποῖοι ἔδειξαν τόσην κατανόησιν, προθυμίαν καὶ διάθεσιν ἀγαθὴν εἰς τὸ νὰ ὑπηρετήσουν καὶ νὰ λατρεύσουν τὸν Κύριον. Ἔτσι ἐτελείωσαν τὴν Ἑορτὴν τῶν Ἀζύμων, δηλαδὴ τὸν ἐορτασμὸν τοῦ Πάσχα, προσφέροντες ἐπὶ ἑπτὰ ἡμέρες εὐχαριστήριες θυσίες σωτηρίου καὶ ὑμνοῦντες καὶ δοξάζοντες τὸν Κύριον, τὸν Θεὸν τῶν πατέρων των.
- 23
καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας· καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ.
Μετὰ τὶς ἑπτὰ ἡμέρες, κατὰ τὶς ὁποῖες ἑώρτασαν τὸ Πάσχα, ὅλη ἡ συνάθροισις τῶν Ἰσραηλιτῶν συνεσκέφθη καὶ ἀπεφάσισεν ὁμοφώνως νὰ ἐορτάσουν τὸ Πάσχα καὶ ἐπὶ ἄλλες ἑπτὰ ἀκόμη ἡμέρες. Ἔτσι ἑώρτασαν τὸ Πάσχα καὶ ἐπὶ ἄλλες ἑπτὰ ἡμέρες μὲ εὐφροσύνην.
- 24
ὅτι ᾿Εζεκίας ἀπήρξατο τῷ ᾿Ιούδᾳ τῇ ἐκκλησίᾳ χιλίους μόσχους καὶ ἑπτακισχίλια πρόβατα, καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας, καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆθος.
Διότι ὁ Ἐζεκίας προσέφερεν εἰς τὴν συνάθροισιν ἐκείνην τοῦ Ἰούδα χίλια (1.000) μοσχάρια καὶ ἑπτὰ χιλιάδες (7.000) πρόβατα, οἱ δὲ ἄρχοντες προσέφεραν διὰ τὸν λαὸν ἄλλα χίλια (1.000) μοσχάρια καὶ δέκα χιλιάδες (10.000) πρόβατα. Ἐπίσης μεγάλος ἀριθμὸς τῶν ἱερέων ἐκαθαρίσθη καὶ ἐξηγνίσθη σύμφωνα μὲ τὶς περὶ καθαρισμοῦ διατάξεις τοῦ Νόμου.
- 25
καὶ ηὐφράνθη πᾶσα ἡ ἐκκλησία, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶσα ἡ ἐκκλησία ᾿Ιούδα καὶ οἱ εὑρεθέντες ἐξ ῾Ιερουσαλὴμ καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γῆς ᾿Ισραὴλ καὶ οἱ κατοικοῦντες ᾿Ιούδα.
Ἔτσι ἐγέμισεν ἀπὸ εὐφροσύνην ὅλη ἡ συνάθροισις, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὅλοι οἰ Ἰουδαῖοι, ποὺ εἶχαν συναθροισθῇ, καὶ ὅσοι ἑκατοικοῦσαν εἰς τὴν Ἱερουσαλὴμ καὶ οἱ ἐθνικοί, ποὺ εἶχαν προσελκυσθῆ εἰς τὴν Ἰουδαϊκὴν πίστιν καὶ ἔγιναν προσήλυτοι, οἱ ὁποῖοι εἶχαν ἔλθει ἀπὸ τὸ βόρειον βασίλειον τοῦ Ἰσραήλ (κατ’ ἄλλην ἑρμηνείαν: Οἱ ξένοι, ποὺ ἦλθαν ἀπὸ τὸ βόρειον βασίλειον τοῦ Ἰσραὴλ καὶ ἐγκατεστάθησαν εἰς τὸ βασίλειον τοῦ Ἰούδα), καὶ ὅλοι οἱ κάτοικοι τοῦ βασιλείου τοῦ Ἰούδα.
- 26
καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν ῾Ιερουσαλήμ· ἀπὸ ἡμερῶν Σαλωμὼν υἱοῦ Δαυὶδ βασιλέως ᾿Ισραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν ῾Ιερουσαλήμ.
Ἔγινε δὲ μεγάλη εὐφροσύνη καὶ λαμπροὶ πανηγυρισμοὶ εἰς τὴν Ἱερουσαλήμ. Ἀπὸ τὴν ἐποχὴν τῆς βασιλείας τοῦ Σολομῶντος, τοῦ υἱοῦ τοῦ Δαβίδ, βασιλιᾶ τοῦ ἐνωμένου βασιλείου τοῦ Ἰσραήλ, κατὰ τὴν ὁποίαν ἔγινε ἡ καθιέρωσις καὶ τὰ ἐγκαίνια τοῦ Ναοῦ, δὲν ἔγινε ἄλλη ἑορτὴ τόσον χαρούμενη καὶ λαμπρά, ὅσον αὐτὴ εἰς τὴν Ἱερουσαλήμ.
- 27
καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευῖται καὶ εὐλόγησαν τὸν λαόν· καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτῶν, καὶ ἦλθεν ἡ προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ εἰς τὸν οὐρανόν.
Κατόπιν ἐσηκώθηκαν οἱ ἱερεῖς, ποὺ προήρχοντο ἀπὸ τοὺς Λευῖτες (κατὰ τὸ Ἑβραϊκόν: Οἱ ἱερεῖς καὶ οἱ Λευῖται), καὶ εὐλόγησαν τὸν λαόν. Καὶ ἡ προσευχή των ἔγινε εἰσακουστὴ εἰς τὸ ἅγιον κατοικητήριον τοῦ Θεοῦ εἰς τὸν οὐρανὸν καὶ ἔτσι ἐπεσφραγίσθη ἡ εὐλογία των ἀπὸ τὸν Θεόν.
