Β΄ Παραλειπομένων, κεφάλαιο 29
- 1
ΚΑΙ ᾿Εζεκίας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτῶν καὶ εἴκοσιν ἐννέα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ᾿Αββὰ θυγάτηρ Ζαχαρίου.
Όταν ὁ Ἐζεκιας ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον, ἦταν εἴκοσι πέντε ἐτῶν. Ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ εἴκοσι ἐννέα ἔτη. Ἡ μητέρα του ὠνομάζετο Ἀββὰ καὶ ἦταν κόρη τοῦ Ζαχαρία.
- 2
καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
Ὁ Ἐζεκίας ἔζησε σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου, ἀκολουθῶν εἰς ὅλα τὸ παράδειγμα τοῦ Δαβίδ, τοῦ προπάτορός του.
- 3
καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ μηνὶ τῷ πρώτῳ ἀνέῳξε τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.
Συνέβη δὲ τοῦτο: Μόλις ἀνέβη εἰς τὸν βασιλικὸν θρόνον, ἀμέσως κατὰ τὸν πρῶτον μῆνα ἄνοιξε τὶς πύλες τοῦ ναοῦ τοῦ Κυρίου καὶ τὶς ἐπεσκεύασε.
- 4
καὶ εἰσήγαγε τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλῖτος τὸ πρὸς ἀνατολὰς καὶ εἶπεν αὐτοῖς·
Κατόπιν διέταξε νὰ εἰσέλθουν οἱ ἱερεῖς καὶ οἱ Λευῖται εἰς τὸν Ναόν, τοὺς συνεκέντρωσεν εἰς τὸ ἀνατολικὸν κλίτος (κατ’ ἄλλους: Εἰς τὴν ἀνατολικὴν πλευρὰν τῆς ἐξωτερικῆς αὐλῆς τοῦ Ναοῦ) καὶ τοὺς εἶπεν:
- 5
ἀκούσατε, οἱ Λευῖται, νῦν ἁγνίσθητε καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων·
«Ἀκοῦστε με, Λευῖται· τώρα καθαρισθῆτε, ἑξαγνισθῆτε πρῶτα σεῖς, κατόπιν δὲ καθαρίστε καὶ ἑξαγνίστε τὸν ναὸν τοῦ Κυρίου, τοῦ Θεοῦ τῶν πατέρων σας· βγάλτε ἔξω ἀπὸ τὸν ἅγιον τόπον τοῦ Ναοῦ κάθε ὑλικὴν ἀκαθαρσίαν καὶ κάθε εἰδωλολατρικὸν ἀντικείμενον.
- 6
ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου Θεοῦ ἡμῶν καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον αὐτῶν ἀπὸ τῆς σκηνῆς Κυρίου καὶ ἔδωκαν αὐχένα
Διότι οἱ πατέρες μας ἀπεστάτησαν καὶ ἀπεμακρύνθησαν ἀπὸ τὸν Κύριον, τὸν Θεόν μας, παρεσύρθησαν εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμαν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· κατήντησαν εἰς τὴν εἰδωλολατρίαν. Ἐγκατέλειψαν τὸν Θεὸν καὶ ἔστρεψαν τὸ πρόσωπόν των ἀπὸ τὴν Σκηνὴν τοῦ Κυρίου (τοῦ Μαρτυρίου) καὶ ἔστρεψαν μὲ περιφρόνησιν τὴν πλάτην των εἰς τὸν Θεόν!
- 7
καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ θυμίαμα οὐκ ἐθυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ Θεῷ ᾿Ισραήλ.
Ἀκόμη ἔκλεισαν τὶς πύλες τοῦ Ναοῦ, ἔσβησαν τὶς λυχνίες καὶ ἔπαυσαν νὰ προσφέρουν θυμίαμα καὶ θυσίες ὁλοκαυτωμάτων εἰς τὸν ἅγιον Θεὸν τοῦ Ἰσραήλ.
- 8
καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν ᾿Ιούδαν καὶ τὴν ῾Ιερουσαλὴμ καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.
Ἕνεκα τῆς μεγάλης αὐτῆς ἀποστασίας καὶ ἀσεβείας ὠργίσθη πάρα πολὺ ὁ Κύριος, ἄναψε ὁ θυμός του κατὰ τοῦ Ἰουδαϊκοῦ λαοῦ καὶ τῆς Ἱερουσαλήμ, τοὺς ἐγκατέλειψε καὶ τοὺς ἀφῆκε νὰ γίνουν ἀντικείμενον τρόμου, ἐκπλήξεως, ἑξαφανισμοῦ καὶ χλευασμοῦ, ὅπως καὶ σεῖς τὸ βλέπετε καὶ τὸ διαπιστώνετε μὲ τὰ μάτια σας.
- 9
καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν ἐν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν.
Καὶ νά· οἱ πατέρες σας ἐφονεύθησαν εἰς τοὺς πολέμους ἀπὸ τὴν μάχαιραν καὶ οἱ υἱοί σας καὶ οἱ θυγατέρες σας καὶ οἱ γυναῖκες σας συνελήφθησαν αἰχμάλωτοι καὶ ὠδηγήθησαν εἰς ξένην χώραν· τὸ θλιβερὸν δὲ αὐτὸ γεγονὸς συνεχίζεται ἀκόμη καὶ τώρα!
- 10
ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην Κυρίου Θεοῦ ᾿Ισραήλ, καὶ ἀποστρέψει τὴν ὀργὴν τοῦ θυμοῦ αὐτοῦ ἀφ' ἡμῶν.
Ἐξ αἰτίας ὅλων αὐτῶν τῶν συμφορῶν ἀπεφάσισα τώρα μὲ ὅλην μου τὴν ψυχὴν νὰ συνάψωμεν συμφωνίαν καὶ συνθήκην φιλίας μὲ τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ, διὰ νὰ ἀπομακρυνθῆ ἀπὸ ἡμᾶς ὁ θυμὸς καὶ νὰ σβήσῃ ἡ ὀργὴ καὶ ἡ ἐναντίον μας δικαία ἀγανάκτησίς του.
- 11
καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ᾑρέτικε Κύριος στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουργοῦντας καὶ θυμιῶντας.
Τώρα λοιπὸν μὴ ἀμελήσετε καὶ μὴ ἀδρανήσετε διὰ τὸ ἔργον αὐτό· διότι σεῖς εἶσθε ἐκεῖνοι, τοὺς ὁποίους ἐδιάλεξε ὁ Κύριος νὰ στέκεσθε ἐνώπιον του καὶ νὰ τὸν ὑπηρετῆτε εἰς τὸν Ναόν του μὲ τὸ νὰ τελῆτε τὰ τῆς λατρείας καὶ νὰ ὁδηγῆτε τὸν λαὸν νὰ τὸν λατρεύουν καὶ νὰ τοῦ προσφέρουν θυμίαμα».
- 12
καὶ ἀνέστησαν οἱ Λευῖται, Μαὰθ ὁ τοῦ ᾿Αμασὶ καὶ ᾿Ιωὴλ ὁ τοῦ ᾿Αζαρίου ἐκ τῶν υἱῶν Καὰθ καὶ ἐκ τῶν υἱῶν Μεραρὶ Κὶς ὁ τοῦ ᾿Αβδὶ καὶ ᾿Αζαρίας ὁ τοῦ ᾿Ιαλλελήλ, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνὶ ᾿Ιωδαὰδ ὁ τοῦ Ζεμμὰθ καὶ ᾿Ιωαδὰμ ὁ τοῦ ᾿Ιωαχά,
Τότε ἐσηκώθησαν καὶ ἄρχισαν τὸ ἔργον αὐτὸ οἱ ἀκόλουθοι δεκατέσσερις Λευῖται: Ὁ Μαάθ, ὁ υἱὸς τοῦ Ἀμασί, καὶ ὁ Ἰωήλ, ὁ υἱὸς τοῦ Ἀζαρία, ἀπόγονοι τοῦ Καάθ. Ἀπὸ τοὺς ἀπογόνους τοῦ Μεραρὶ ὁ Κίς, ὁ υἱὸς τοῦ Ἀβδί, καὶ ὁ Ἀζαρίας, ὁ υἱὸς τοῦ Ἰαλλελήλ. Ἀπὸ τοὺς ἀπογόνους τοῦ Γεδσὼν ὁ Ἰωδαάδ, ὁ υἱὸς τοῦ Ζεμμάθ, καὶ ὁ Ἰωαδάμ, ὁ υἱὸς τοῦ Ἰωαχά.
- 13
καὶ τῶν υἱῶν ᾿Ελισαφὰν Ζαμβρὶ καὶ ᾿Ιεϊήλ, καὶ τῶν υἱῶν ᾿Ασὰφ Ζαχαρίας καὶ Ματθανίας,
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἐλισαφὰν ὁ Ζαμβρὶ καὶ ὁ Ἰεϊήλ. Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀσὰφ ὁ Ζαχαρίας καὶ ὁ Ματθανίας.
- 14
καὶ τῶν υἱῶν Αἰμὰν ᾿Ιεϊὴλ καὶ Σεμεΐ, καὶ τῶν υἱῶν ᾿Ιδιθοὺν Σαμαίας καὶ ᾿Οζιήλ,
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Αἰμὰν ὁ Ἰεϊὴλ καὶ ὁ Σεμεΐ. Ἀπὸ δὲ τοὺς ἀπογόνους τοῦ Ἰδιθοὺν ὁ Σαμαίας καὶ ὁ Ὀζιήλ.
- 15
καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτῶν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου καθαρίσαι τὸν οἶκον Κυρίου.
Οἱ Λευῖται αὐτοὶ συνεκέντρωσαν τοὺς ἀδελφούς των Λευΐτας καί, ἀφοῦ ἐκαθαρίσθησαν καὶ ἐξηγνίσθησαν, ἀνέλαβαν κατὰ τὴν διαταγὴν τοῦ βασιλιᾶ, καὶ σύμφωνα μὲ τὸν νόμον τοῦ Κυρίου, νὰ καθαρίσουν τὸν ναὸν τοῦ Κυρίου.
- 16
καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ Κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου, καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κέδρων ἔξω.
Καὶ οἱ ἱερεῖς ἐμπῆκαν εἰς τὸ ἐσωτερικὸν τοῦ ναοῦ τοῦ Κυρίου (εἰς τὰ Ἅγια) διὰ νὰ τὸ καθαρίσουν καὶ τὸ ἑξαγνίσουν καὶ ἔβγαλαν ἀπὸ τὰ Ἅγια ἔξω ἀπὸ τὴν αὐλὴν τοῦ ναοῦ τοῦ Κυρίου ὅλα τὰ νομικῶς ἀκάθαρτα ἀντικείμενα, ποὺ εὑρέθησαν μέσα εἰς τὸν ναὸν τοῦ Κυρίου (κατ' ἄλλην ἑρμηνείαν: Ἔβγαλαν ἀπὸ τὰ Ἅγια καὶ ἀπὸ τὴν ἐσωτερικὴν αὐλὴν τοῦ Ναοῦ ὅλα τὰ νομικῶς ἀκάθαρτα ἀντικείμενα), ἀπὸ ὅπου τὰ παρέλαβαν οἱ Λευῖται καὶ τὰ ἐπέταξαν ἔξω ἀπὸ τὴν αὐλὴν τοῦ Ναοῦ καὶ ἔξω ἀπὸ τὴν πόλιν, εἰς τὴν κοιλάδα τοῦ χειμάρρου τῶν Κέδρων.
- 17
καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ πρώτῃ νουμηνίᾳ τοῦ πρώτου μηνὸς ἁγνίσαι καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου συνετέλεσαν.
Τὸ ἔργον τοῦ καθαρισμοῦ καὶ ἁγνισμοῦ τὸ ἄρχισαν τὴν πρώτην ἡμέραν τοῦ πρώτου μηνὸς καὶ κατὰ τὴν ὀγδόην ἡμέραν τοῦ μηνὸς ἐμπῆκαν μέσα εἰς τὸν ναὸν τοῦ Κυρίου καὶ ἐκαθάρισαν καὶ ἐξήγνισαν τὸν ναὸν τοῦ Κυρίου μέσα σὲ ὀκτὼ ἡμέρες. Ἐτελείωσαν δὲ ὅλην τὴν ἐργασίαν τὴν δεκάτην τρίτην (κατ’ ἄλλην γραφήν: Τὴν δεκάτην ἕκτην) ἡμέραν τοῦ πρώτου μηνός.
- 18
καὶ εἰσῆλθαν ἔσω πρὸς ᾿Εζεκίαν τὸν βασιλέα καὶ εἶπαν· ἡγνίσαμεν πάντα τὰ ἐν οἴκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς·
Κατόπιν ἐπῆγαν εἰς τὰ ἀνάκτορα, παρουσιάσθησαν εἰς τὸν βασιλιᾶ Ἐζεκίαν καὶ τοῦ ἀνεκοίνωσαν: «Ἐκαθαρίσαμεν καὶ ἐξηγνίσαμεν ὅλα, ὅσα ὑπάρχουν εἰς τὸν ναὸν τοῦ Κυρίου, δηλαδὴ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ὅλα τὰ ἱερὰ ἀντικείμενά του καὶ τὴν Τράπεζαν τῆς Προθέσεως καὶ ὅλα τὰ ἱερὰ ἀντικείμενά της.
- 19
καὶ πάντα τὰ σκεύη, ἃ ἐμίανεν ὁ βασιλεὺς ῎Αχαζ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ, ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν, ἰδού ἐστιν ἐναντίον τοῦ θυσιαστηρίου Κυρίου.
Ἐπὶ πλέον ἐκαθαρίσαμεν καὶ ὅλα τὰ ἱερὰ ἀντικείμενα, τὰ ὁποῖα ἐμόλυνε καὶ ἐβεβήλωσεν ὁ βασιλιᾶς Ἄχαζ κατὰ τὴν διάρκειαν τῆς βασιλείας του, ὅταν ἀπεστάτησεν ἀπὸ τὸν Κύριον. Ὅλα αὐτὰ τὰ ἐτοιμάσαμε, τὰ ἐκαθαρίσαμεν καὶ τὰ ἐξηγνίσαμεν καὶ νά· αὐτὰ εἶναι ἕτοιμα ἐμπρὸς εἰς τὸ θυσιαστήριον τοῦ Κυρίου».
- 20
καὶ ὤρθρισεν ᾿Εζεκίας ὁ βασιλεὺς καὶ συνήγαγε τοὺς ἄρχοντας τῆς πόλεως καὶ ἀνέβη εἰς οἶκον Κυρίου
Εἰς τὸ ἄκουσμα τῆς ἀνακοινώσεως τῶν Λευϊτῶν ὁ βασιλιᾶς Ἐζεκίας δὲν ἔχασε καθόλου καιρόν. Ἐσηκώθη πολὺ πρωῒ καὶ συνεκέντρωσεν ὅλους τοὺς ἐπισήμους καὶ ἄρχοντες τῆς πόλεως καὶ ἀνέβη μαζί των εἰς τὸν ναὸν τοῦ Κυρίου.
- 21
καὶ ἀνήνεγκε μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ ᾿Ισραὴλ καὶ εἶπε τοῖς υἱοῖς ᾿Ααρὼν τοῖς ἱερεῦσιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου.
Καὶ ἐπρόσφερε ὡς θυσίαν ἑπτὰ μοσχάρια καὶ ἑπτὰ κριάρια καὶ ἑπτὰ ἀρνιὰ καὶ ἑπτὰ τράγους διὰ τὶς ἁμαρτίες τοῦ βασιλικοῦ οἴκου (τοῦ βασιλιᾶ καὶ τῶν προκατόχων του) καὶ διὰ τοὺς λειτουργοὺς τοῦ Ναοῦ (τοὺς ἱερεῖς καὶ τοὺς Λευῖτες) καὶ γενικῶς δι’ ὅλον τὸν Ἰσραηλιτικὸν λαὸν (κατ’ ἄλλην γραφήν: Τὸν Ἰουδαϊκον λαόν), ὁ ὁποῖος μὲ τὴν ἑκουσίαν συγκατάθεσίν του ἐβαρύνετο μὲ τὴν ἐνοχὴν τῆς ἀποστασίας. Καὶ ὁ βασιλιᾶς Ἐζεκίας διέταξε τοὺς ἱερεῖς, τοὺς ἀπογόνους τοῦ Ἀαρών, νὰ ἀνεβοῦν εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τοῦ Κυρίου, διὰ νὰ προσφέρουν τις θυσίες αὐτές.
- 22
καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἷμα καὶ προσέχεαν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριούς, καὶ προσέχεαν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς ἀμνούς, καὶ περιέχεον τὸ αἷμα τῷ θυσιαστηρίῳ·
Ἔτσι ἔσφαξαν τὰ μοσχάρια καὶ οἱ ἱερεῖς ἐπῆραν τὸ αἷμα καὶ ἐρράντισαν μὲ αὐτὸ τὸ θυσιαστήριον. Ἔπειτα ἔσφαξαν τὰ κριάρια καὶ ἐρράντισαν ἐπίσης μὲ τὸ αἷμα τὸ θυσιαστήριον. Ἔσφαξαν ἐπίσης τὰ ἀρνιὰ καὶ μὲ τὸ αἷμα των ἐρράντισαν τὸ θυσιαστήριον.
- 23
καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπ' αὐτούς,
Κατόπιν ἔφεραν τοὺς τράγους, οἱ ὁποῖοι ἐπρόκειτο νὰ θυσιασθοῦν διὰ τίς ἁμαρτίες, ἐμπρὸς εἰς τὸν βασιλιᾶ καὶ τὴν συνάθροισιν τοῦ λαοῦ. Τότε ὁ βασιλιᾶς καὶ ἡ συνάθροισις τοῦ λαοῦ (οἱ ἀρχηγοὶ καὶ ἐπίσημοι τοῦ λαοῦ) ἔβαλαν τὰ χέρια των ἐπάνω εἰς τοὺς τράγους.
- 24
καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς καί ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς ᾿Ισραήλ, ὅτι εἶπεν ὁ βασιλεύς, περὶ παντὸς ᾿Ισραὴλ ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας.
Κατόπιν οἱ ἱερεῖς ἔσφαξαν τοὺς τράγους καὶ ἔχυσαν (ἐρράντισαν) τὸ αἷμα των εἰς τὸ θυσιαστήριον ὡς θυσίαν ἐξιλεώσεως καὶ ἑξαγνισμοῦ ὑπὲρ ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ, διότι ὁ βασιλιᾶς διέταξε νὰ προσφερθῆ ἡ θυσία τῶν ὁλοκαυτωμάτων καὶ ἡ θυσία διὰ τὶς ἁμαρτίες ὑπὲρ ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 25
καὶ ἔστησε τοὺς Λευίτας ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις καί ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυὶδ τοῦ βασιλέως καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ καὶ Νάθαν τοῦ προφήτου, ὅτι διὰ ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν.
Ὁ Ἐζεκίας ἐγκατέστησε τοὺς Λευῖτες εἰς τὸν ναὸν τοῦ Κυρίου μὲ κύμβαλα καὶ λύρες καὶ ἄρπες, σύμφωνα μὲ ὅσα εἶχε διατάξει ὁ βασιλιᾶς Δαβὶδ καὶ ὁ προφήτης Γὰδ τοῦ βασιλιᾶ Δαβὶδ καὶ ὁ προφήτης Νάθαν. Διότι τέτοια ἦταν ἡ ἐντολὴ τοῦ Θεοῦ, ἡ ὁποία διεβιβάσθη διὰ τῶν προφητῶν.
- 26
καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυὶδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξι.
Ἔτσι οἱ Λευῖται ἐστάθησαν μὲ τὰ μουσικὰ ὄργανα τοῦ Δαβίδ (κύμβαλα, λύρες, ἄρπες) καὶ οἱ ἱερεῖς μὲ τὶς ἱερὲς σάλπιγγες.
- 27
καὶ εἶπεν ᾿Εζεκίας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ᾄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυὶδ βασιλέως ᾿Ισραήλ.
Τότε ὁ Ἐζεκίας διέταξε νὰ προσφέρουν τὴν θυσίαν τῶν ὁλοκαυτωμάτων ἐπάνω εἰς τὸ θυσιαστήριον. Καὶ μόλις ἄρχισαν νὰ προσφέρουν τὴν θυσίαν τῶν ὁλοκαυτωμάτων, ἄρχισαν ἐπίσης νὰ ψάλλουν ὕμνους πρὸς τιμὴν τοῦ Κυρίου καὶ νὰ σαλπίζουν οἱ ἱερὲς σάλπιγγες καὶ νὰ παίζουν τὰ μουσικὰ ὄργανα (κύμβαλα, λύρες, ἄρπες) τοῦ Δαβίδ, τοῦ βασιλιᾶ τοῦ Ἰσραήλ.
- 28
καὶ πᾶσα ἡ ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ᾄδοντες, καὶ σάλπιγγες σαλπίζουσαι, ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις.
Ταυτοχρόνως ὅλη ἡ συνάθροισις τοῦ λαοῦ ἐπροσκυνοῦσε καὶ ἐλάτρευε τὸν Θεόν, οἱ ψάλται ἔψαλλαν, οἱ δὲ ἱερὲς σάλπιγγες ἐσάλπιζαν συνεχῶς, μέχρις ὅτου ἐτελείωσεν ὅλη ἡ θυσία τῶν ὁλοκαυτωμάτων.
- 29
καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν.
Ὅταν δὲ ἐτελείωσαν τὴν προσφορὰν τῶν θυσιῶν, ὁ βασιλιᾶς καὶ ὅλοι, ὅσοι εὑρέθησαν ἐκεῖ, ἐγονάτισαν, ἔκλιναν μὲ εὐλάβειαν καὶ σιωπηλὰ τὸ μέτωπόν των εἰς τὴν γῆν καὶ ἐπροσκύνησαν (ἐλάτρευσαν ταπεινά) τὸν Θεόν.
- 30
καὶ εἶπεν ᾿Εζεκίας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευίταις ὑμνεῖν τὸν Κύριον ἐν λόγοις Δαυὶδ καὶ ᾿Ασὰφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ καὶ ἔπεσον καὶ προσεκύνησαν.
Τότε ὁ βασιλιᾶς Ἐζεκίας καὶ οἱ ἄρχοντες εἶπαν εἰς τοὺς Λευῖτες νὰ ὑμνοῦν τὸν Κύριόν μὲ τοὺς ὕμνους καὶ τὶς ὠδὲς τοῦ Δαβὶδ καὶ τοῦ προφήτου Ἀσάφ. Αὐτοὶ δὲ ἔψαλλαν τοὺς ὕμνους μὲ μεγάλην χαράν, ἔπειτα δὲ ἔπεσαν εἰς τὴν γῆν, προσκυνοῦντες εὐλαβικὰ καὶ λατρεύοντες ταπεινὰ τὸν Θεόν.
- 31
καὶ ἀπεκρίθη ᾿Εζεκίας καὶ εἶπε· νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καί φέρετε θυσίας αἰνέσεως εἰς οἶκον Κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεις εἰς οἶκον Κυρίου καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις.
Κατόπιν ὁ Ἐζεκίας ἔλαβε πάλιν τὸν λόγον καὶ εἶπε: «Τώρα πλέον, ποὺ ἔχετε καθαρισθῆ καὶ ἑξαγνισθῆ διὰ τὸν Κύριον, πλησιάστε καὶ προσφέρετε Θυσίες αἰνέσεως (εὐχαριστίας) εἰς τὸν ναὸν τοῦ Κυρίου». Τότε ἡ συνάθροισις προσέφερε θυσίες καὶ αἰνέσεις εἰς τὸν ναὸν τοῦ Κυρίου· καὶ ἐκεῖνοι ποὺ ἦσαν πρόθυμοι, προσέφεραν Θυσίες ὁλοκαυτωμάτων.
- 32
καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως, ἧς ἀνήνεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατόν, ἀμνοὶ διακόσιοι· εἰς ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα.
Ὃ ἀριθμὸς τῶν ὁλοκαυτωμάτων, ποὺ προσέφερεν ἢ συνάθροισις (οἳ ἄρχοντες καὶ οἱ ἐπίσημοι ποὺ ἦσαν παρόντες), ἦσαν: Ἑβδομῆντα (70) μοσχάρια, ἑκατὸν (100) κριάρια καὶ διακόσια (200) ἀρνιά. Ὅλα αὐτὰ τὰ ζῶα προωρίζοντο ὡς θυσία ὁλοκαυτώματος εἰς τὸν Κύριον.
- 33
καὶ οἱ ἡγιασμένοι μόσχοι ἑξακόσιοι, πρόβατα τρισχίλια.
Προσέφεραν ἀκόμη ὡς ἀφιερώματα εἰς τὸν Θεὸν ἑξακόσια (600) μοσχάρια καὶ τρεῖς χιλιάδες (3.000) πρόβατα.
- 34
ἀλλ' ἢ οἱ ἱερεῖς ἦσαν ὀλίγοι καὶ οὐκ ἠδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται, ἕως οὗ συνετελέσθη τὸ ἔργον καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς.
Ἀλλ’ ἐπειδή οἰ ἱερεῖς ἦσαν λίγοι καὶ δὲν ἠμποροῦσαν νὰ γδάρουν τὰ ζῶα, ποὺ προσεφέροντο ὡς θυσία ὁλοκαυτώσεως, τοὺς ἐβοήθησαν οἱ ἀδελφοὶ τῶν, οἱ Λευῖται, μέχρις ὅτου ἐτελείωσαν τὴν ἐργασίαν καὶ μέχρις ὅτου ἐκαθαρίσθησαν καὶ ἠγνίσθησαν καὶ οἱ (ἄλλοι) ἱερεῖς· διότι οἱ Λευῖται ὑπῆρξαν περισσότερον πρόθυμοι καὶ ἀπεδείχθησαν περισσότερον εὐσυνείδητοι διὰ τὸν καθαρισμὸν καὶ ἑξαγνισμόν των ἀπὸ ὅ,τι ὑπῆρξαν οἱ ἱερεῖς.
- 35
καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασι τῆς τελειώσεως τοῦ σωτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεως· καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου.
Μαζὶ μὲ τὸ πλῆθος τῶν ὁλοκαυτωμάτων, ποὺ ὑπῆρχαν διὰ θυσίαν, ὑπῆρχαν ἐπίσης καὶ τὰ κομμάτια τῶν λιπαρῶν κρεάτων, ποὺ ἐπρόσφεραν οἱ ἱερεῖς ὡς εἰρηνικὲς θυσίες καὶ τὰ κατάλοιπα τῶν ὁποίων ἐτρώγοντο ἀπὸ τοὺς ἱερεῖς καὶ τὸν λαόν· ἀκόμη ὑπῆρχαν οἱ σπονδὲς διὰ τὶς θυσίες τῶν ὁλοκαυτωμάτων. Ἔτσι ἀποκατεστάθη καὶ ἐτακτοποιήθη ἡ λατρεία καὶ ἡ προσφορὰ τῶν θυσιῶν εἰς τὸν ναὸν τοῦ Κυρίου.
- 36
καὶ ηὐφράνθη ᾿Εζεκίας καὶ πᾶς ὁ λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν Θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος.
Ὁ Ἐζεκίας εὐχαριστήθη πολὺ καὶ ἐσκίρτησεν ἀπὸ χαράν, ὅπως ἐπίσης καὶ ὅλος ὁ λαός, διότι ὁ Θεὸς ἐτοίμασε τὸν λαὸν καὶ ἀποκατέστησε τὴν λατρείαν εἰς τὸν Ναόν· καὶ ἀκόμη διότι ὅλα αὐτὰ ἔγιναν τόσον ἔξαφνα καὶ γρήγορα.
