Β΄ Έσδρας, κεφάλαιο 6
- 1
ΤΟΤΕ Δαρεῖος ὁ βασιλεὺς ἔθηκε γνώμην καὶ ἐπεσκέψατο ἐν ταῖς βιβλιοθήκαις, ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι.
Τότε ὁ βασιλεὺς Δαρεῖος διέταξε καὶ ἔγινεν ἔρευνα εἰς τὰ Ἀρχεῖα τοῦ κράτους, ποὺ ἐφυλάσσοντο εἰς τὸ Θησαυροφυλάκιον τῆς Βαβυλῶνος.
- 2
καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει κεφαλὶς μία, καὶ τοῦτο ἦν γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα·
Καὶ εὑρέθη τελικῶς εἰς τὸν πύργον τῆς πόλεως ἕνα χειρόγραφον, εἰς τὸ ὁποῖον ἦτο γραμμένον τὸ ἑξῆς κείμενον:
- 3
«᾿Εν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος ὁ βασιλεὺς ἔθηκε γνώμην περὶ οἴκου Θεοῦ τοῦ ἐν ῾Ιερουσαλήμ· οἶκος οἰκοδομηθήτω καὶ τόπος, οὗ θυσιάζουσι τὰ θυσιάσματα· καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα, πλάτος αὐτοῦ πήχεων ἑξήκοντα,
Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ βασιλέως Κύρου ἀπεφάσισε τὰ ἑξῆς ὁ βασιλεὺς Κῦρος ὡς πρὸς τὸν Ναὸν τοῦ Θεοῦ, ποὺ εὑρίσκετο εἰς τὴν Ἱερουσαλήμ: Νὰ οἰκοδομηθῇ ὁ Ναὸς αὐτὸς καὶ νὰ ἀναστηλωθῇ ὁ τόπος, ὅπου προσφέρουν τὰς θυσίας των οἱ Ἰουδαῖοι. Καθωρίσθηκαν δὲ ὡς διαστάσεις τοῦ Ναοῦ ἑξῆντα πήχεις (32 περίπου μέτρα) ὕψος καὶ ἑξῆντα πήχεις πλάτος.
- 4
καὶ δόμοι λίθινοι κραταιοὶ τρεῖς, καὶ δόμος ξύλινος εἷς, καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται·
Θὰ ἔχῃ δὲ τρεῖς σειρὰς λίθων ἀνθεκτικῶν καὶ μίαν σειρὰν ξύλων, ὥστε τὸ ὅλον οἰκοδόμημα νὰ γίνῃ στερεόν. Ἡ δὲ δαπάνη διὰ τὴν κατασκευὴν θὰ καλυφθῇ ἀπὸ τὸ ταμεῖον τοῦ βασιλέως.
- 5
καὶ τὰ σκεύη οἴκου τοῦ Θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονόσορ ἐξήνεγκεν ἀπὸ τοῦ οἴκου τοῦ ἐν ῾Ιερουσαλὴμ καὶ ἐκόμισεν εἰς Βαβυλῶνα, καὶ δοθήτω καὶ ἀπελθέτω εἰς τὸν ναὸν τὸν ἐν ῾Ιερουσαλὴμ ἐπὶ τόπου, οὗ ἐτέθη ἐν οἴκῳ τοῦ Θεοῦ.
Τὰ δὲ ἀσημένια καὶ τὰ χρυσᾶ σκεύη τοῦ Ναοῦ, ποὺ τὰ εἶχε πάρει ὁ Ναβουχοδονόσορ ἀπὸ τὸν Ναὸν τῶν Ἱεροσολύμων καὶ τὰ μετέφερεν εἰς τὴν Βαβυλῶνα, πρέπει νὰ δοθοῶν πίσω εἰς τοὺς Ἰουδαίους καὶ νὰ μεταφερθοῦν διὰ νὰ τοποθετηθοῦν εἰς τὸν Ναὸν τῆς Ἱερουσαλήμ, καθένα εἰς τὸν τόπον, ὅπου εἶχαν τοποθετηθῆ εἰς τὸν Ναὸν ἐκεῖνον.
- 6
νῦν δώσετε, ἔπαρχοι πέραν τοῦ ποταμοῦ Σαθαρβουζαναΐ καὶ οἱ σύνδουλοι αὐτῶν ᾿Αφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ, μακρὰν ὄντες ἐκεῖθεν
Τώρα λοιπὸν σεῖς, οἱ διοικηταὶ καὶ κρατικοὶ ὑπάλληλοι τῆς πέραν τοῦ Εὐφράτου ποταμοῦ περιφερείας, ὁ Σαθαρβουζαναῒ καὶ οἱ σύντροφοι τῶν Ἀφαρσαχαῖοι, ποὺ εὑρίσκεσθε πέραν τοῦ ποταμοῦ, δῶστε εἰς τοὺς ἀνθρώπους ἐκείνους τὴν εὐχέρειαν νὰ ἀνεγείρουν τὸν Ναὸν καὶ ἀπομακρυνθῆτε ἀπὸ ἐκεῖ.
- 7
νῦν ἄφετε τὸ ἔργον οἴκου τοῦ Θεοῦ· οἱ ἀφηγούμενοι τῶν ᾿Ιουδαίων καὶ οἱ πρεσβύτεροι τῶν ᾿Ιουδαίων οἶκον τοῦ Θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ.
Νὰ ἀφήσετε πλέον ἐλεύθερον τὸ ἔργον τῆς ἀνεγέρσεως τοῦ Ναοῦ τοῦ Θεοῦ. Οἱ ἄρχοντες τῶν Ἰουδαίων καὶ οἱ πρεσβύτεροί των ἂς ἀνεγείρουν ἀνεμπόδιστοι τὸν Ναὸν ἐκεῖνον τοῦ Θεοῦ εἰς τὸν τόπον του.
- 8
καὶ ἀπ᾿ ἐμοῦ γνώμη ἐτέθη, μὴ ποτέ τι ποιήσητε μετὰ τῶν πρεσβυτέρων τῶν ᾿Ιουδαίων τοῦ οἰκοδομηθῆναι οἶκον τοῦ Θεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθῆναι·
Ἀπεφάσισα δὲ ἐγὼ ὁ ἴδιος καὶ σᾶς λέγω νὰ μὴ κάνετε ποτὲ κάτι, ποὺ θὰ δυσκολεύσῃ τοὺς ἄρχοντας τῶν Ἰουδαίων καὶ θὰ τοὺς ἐμποδίσῃ νὰ κτίσουν ἐκεῖνον τὸν Ναὸν τοῦ Θεοῦ. Νὰ δίδεται μάλιστα ἐπιμελῶς κάθε οἰκονομικὴ βοήθεια εἰς τοὺς ἀνθρώπους ἐκείνους ἀπὸ τὰ ὑπάρχοντα τοῦ βασιλέως, ἀπὸ τοὺς φόρους δηλαδὴ ποὺ εἰσπράττονται εἰς τὴν πέραν τοῦ Εὐφράτου ποταμοῦ περιοχήν, ὥστε νὰ μὴ ματαιωθῇ ἡ ἀνέγερσις τοῦ Ναοῦ.
- 9
καὶ ὃ ἂν ὑστέρημα, καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ Θεῷ τοῦ οὐρανοῦ, πυρούς, ἅλας, οἶνον, ἔλαιον, κατὰ τὸ ρῆμα ἱερέων τῶν ἐν ῾Ιερουσαλὴμ ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ, ὃ ἐὰν αἰτήσωσιν,
Καὶ ὀτιδήποτε τοὺς λείπει, δηλαδὴ μοσχάρια, κριάρια καὶ ἀρνιὰ διὰ τὰς θυσίας τῶν ὁλοκαυτωμάτων πρὸς τὸν Θεὸν τοῦ οὐρανοῦ, καθὼς ἐπίσης καὶ σιτάρια, ἁλάτι, κρασί καὶ λάδι, νὰ τοὺς τὸ δίδετε σεῖς κάθε ἡμέραν, συμφώνως πρὸς τὰς ὑποδείξεις τῶν ἱερέων τῆς Ἱερουσαλήμ. Νὰ τοὺς δίδετε ὀτιδήποτε σᾶς ζητήσουν.
- 10
ἵνα ὦσιν εὐωδίας προσφέροντες τῷ Θεῷ τοῦ οὐρανοῦ καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ υἱῶν αὐτοῦ.
Θέλω νὰ ἔχουν τὴν εὐχέρειαν νὰ προσφέρουν ἐκ τὸν Θεὸν τοῦ οὐρανοῦ θυσίας ἀρεστὰς εἰς Ἐκεῖνον, καὶ νὰ προσεύχωνται διὰ τὴν ζωὴν τοῦ βασιλέως καὶ τῶν υἱῶν του.
- 11
καὶ ἀπ᾿ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος, ὃς ἀλλάξει τὸ ρῆμα τοῦτο, καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος παγήσεται ἐπ᾿ αὐτοῦ, καὶ ὁ οἶκος αὐτοῦ τὸ κατ᾿ ἐμὲ ποιηθήσεται.
Ἀπεφάσισα ἐπίσης ἐγὼ ὅτι κάθε ἄνθρωπος, ποὺ θὰ ἐπιχειρήσῃ νὰ ἀλλάξῃ τὴν διαταγήν μου αὐτήν, θὰ τιμωρηθῇ. Θὰ βγάλουν δηλαδὴ ἕνα ξύλον, ἀπὸ αὐτὰ μὲ τὰ ὁποῖα εἶναι φτιαγμένον τὸ σπίτι του, καὶ θὰ τὸν σταυρώσουν ὄρθιον εἰς τὸ ξύλον αὐτό, ποὺ θὰ στερεωθῇ εἰς τὸ ἔδαφος. Ὀτιδήποτε δὲ ὑπάρχει εἰς τὸ σπίτι του, θὰ δημευθῇ καὶ θὰ ἀνήκῃ πλέον εἰς ἐμὲ, τὸν βασιλέα.
- 12
καὶ ὁ Θεός, οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ, καταστρέψει πάντα βασιλέα καὶ λαόν, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν ῾Ιερουσαλήμ. ἐγὼ Δαρεῖος ἔθηκα γνώμην· ἐπιμελῶς ἔσται».
Ἀλλὰ καὶ ὁ Θεός, τοῦ Ὁποίου τὸ Ὄνομα λατρεύεται ἐκεῖ καὶ ὁ Ὁποῖος κατοικεῖ εἰς τὸν τόπον ἐκεῖνον, θὰ καταστρέψῃ ὁπωσδήποτε κάθε βασιλιᾶ καὶ λαόν, ποὺ θὰ ἀπλώσῃ τὸ χέρι του διὰ νὰ ἀλλοιώσῃ ἢ νὰ καταστρέψῃ τὸν Ναὸν τοῦ Θεοῦ ποὺ ὑπάρχει εἰς τὴν Ἱερουσαλήμ. Ἐγώ, ὁ βασιλεὺς Δαρεῖος, τὸ ἀπεφάσισα. Νὰ ἐφαρμοσθῇ λοιπὸν ἡ ἀπόφασις μὲ κάθε προσοχήν.
- 13
Τότε Θανθαναΐ ὁ ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαθαρβουζαναΐ καὶ οἱ σύνδουλοι αὐτοῦ, πρὸς ὃ ἀπέστειλε Δαρεῖος ὁ βασιλεύς, οὕτως ἐποίησαν ἐπιμελῶς.
Μετὰ τὴν ἀπάντησιν αὐτὴν τοῦ βασιλέως ὁ ἔπαρχος τῆς πέραν τοῦ Εὐφράτου ποταμοῦ περιφερείας Θανθαναῒ καὶ ὁ Σαθαρβουζαναῒ καὶ οἱ σύντροφοί του ἐφήρμοσαν μὲ κάθε ἐπιμέλειαν καὶ προσοχὴν αὐτά, ποὺ διέταξεν εἰς τὴν ἐπιστολήν του ὁ βασιλεὺς Δαρεῖος.
- 14
καὶ οἱ πρεσβύτεροι τῶν ᾿Ιουδαίων ᾠκοδομοῦσαν καὶ οἱ Λευῖται ἐν προφητείᾳ ᾿Αγγαίου τοῦ προφήτου καὶ Ζαχαρίου υἱοῦ ᾿Αδδὼ καὶ ἀνῳκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης Θεοῦ ᾿Ισραὴλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ ᾿Αρθασασθὰ βασιλέων Περσῶν.
Ἔτσι οἱ προεστοὶ τῶν Ἰουδαίων καὶ οἱ Λευῖται δὲν διέκοψαν τὸ ἔργον, ἀλλὰ συνέχιζαν τὴν ἀνέγερσιν τοῦ Ναοῦ μὲ τὴν συμπαράστασιν καὶ βοήθειαν τῶν προφητῶν Ἀγγαίου καὶ Ζαχαρίου, τοῦ ἀπογόνου τοῦ Ἀδδώ, οἱ ὁποῖοι τοὺς ἐτόνωναν μὲ τὰ κηρύγματά των. Καὶ ἔκτισαν καὶ ἐτελειοποίησαν τὸν Ναὸν συμφώνως πρὸς τὴν ἐντολὴν τοῦ Θεοῦ τοῦ Ἰσραὴλ καὶ μὲ τὴν ἔγκρισιν καὶ διαταγὴν τῶν βασιλέων τῆς περσικῆς αὐτοκρατορίας Κύρου, Δαρείου καὶ Ἀρταξέρξου.
- 15
καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς ᾿Αδάρ, ὅ ἐστιν ἔτος ἕκτον τῆς βασιλείας Δαρείου τοῦ βασιλέως.
Ἡ ἀποπεράτωσις τῆς ἀνεγέρσεως τοῦ Ναοῦ αὐτοῦ ἔγινε τὴν τρίτην ἡμέραν τοῦ μηνὸς Ἀδὰρ καὶ κατὰ τὸ ἕκτον ἔτος τῆς βασιλείας τοῦ βασιλέως Δαρείου.
- 16
καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας, ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ ἐν εὐφροσύνῃ.
Μετὰ δὲ τὴν ἀποπεράτωσιν τῆς ἀνεγέρσεως τοῦ Ναοῦ οἱ Ἰσραηλῖται, οἱ ἱερεῖς δηλαδή, οἱ Λευῖται καὶ ὅλος ὁ ὑπόλοιπος λαός, ποὺ ἐπέστρεψεν ἀπὸ τὴν βαβυλώνιον αἰχμαλωσίαν, ἐτέλεσαν μὲ χαρὰν καὶ εὐφροσύνην τὰ ἐγκαίνια τοῦ Ναοῦ τοῦ Θεοῦ.
- 17
καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ μόσχους ἑκατόν, κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάρους αἰγῶν ὑπὲρ ἁμαρτίας ὑπὲρ παντὸς ᾿Ισραὴλ δώδεκα εἰς ἀριθμὸν φυλῶν ᾿Ισραήλ.
Προσέφεραν δὲ καὶ ἐθυσίασαν κατὰ τὴν τελετὴν τῶν ἐγκαινίων τοῦ Ναοῦ τοῦ Θεοῦ ἑκατό (100) μοσχάρια, διακόσια (200) κριάρια, τετρακόσια (400) ἀρνιὰ καὶ δώδεκα (12) τράγους, ἰσαρίθμους πρὸς τὰς φυλὰς τοῦ Ἰσραήλ, διὰ τὴν ἐξιλέωσιν τῶν ἁμαρτιῶν ὅλων τῶν Ἰσραηλιτῶν.
- 18
καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν καὶ τοὺς Λευίτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ Θεοῦ τοῦ ἐν ῾Ιερουσαλὴμ κατὰ τὴν γραφὴν βίβλου Μωυσῆ.
Καὶ ἐγκατέστησαν τοὺς ἱερεῖς, διηρημένους εἰς τὰς τάξεις των, καὶ τοὺς Λευΐτας, χωρισμένους καὶ αὐτοὺς εἰς τὰ διάφορα τμήματά των, διὰ νὰ ἱερουργοῦν καὶ ὑπηρετοῦν τὸν Θεόν, ποὺ λατρεύεται εἰς τὴν Ἱερουσαλήμ, συμφώνως πρὸς ὅσα ἔχουν γραφῆ εἰς τὸν Νόμον τοῦ Μωϋσέως.
- 19
Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου.
Μετὰ ταῦτα οἱ Ἰουδαῖοι, ποὺ ἐπέστρεψαν ἀπὸ τὴν βαβυλώνιον αἰχμαλωσίαν, ἑώρτασαν τὸ Πάσχα τὴν δεκάτην τετάρτην ἡμέραν τοῦ πρώτου μηνός.
- 20
ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ Λευῖται, ἕως εἷς πάντες καθαροί, καὶ ἔσφαξαν τὸ πάσχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι καὶ ἑαυτοῖς.
Ἑώρτασαν δὲ τὸ Πάσχα, διότι ἤδη εἶχαν ἑξαγνισθῇ οἱ ἱερεῖς καὶ οἱ Λευῖται. Ὅλοι των, μέχρις ἐνός, ἦσαν καθαροί, ὅπως ὥριζεν ὁ Νόμος τοῦ Θεοῦ. Καὶ ἔσφαξαν οἱ Λευῖται τὸν πασχάλιον ἀμνὸν δι’ ὅλους τοὺς Ἰουδαίους, ποὺ ἐπέστρεψαν ἀπὸ τὴν Βαβυλῶνα, καθὼς καὶ διὰ τοὺς ἀδελφούς των, τοὺς ἱερεῖς, καὶ διὰ τοὺς ἑαυτούς των.
- 21
καὶ ἔφαγον υἱοὶ ᾿Ισραὴλ τὸ πάσχα, οἱ ἀπὸ τῆς ἀποικεσίας καὶ πᾶς ὁ χωριζόμενος τῆς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι Κύριον Θεὸν ᾿Ισραήλ.
Ἐπῆραν δὲ μέρος εἰς τὴν ἑορτὴν καὶ ἔφαγαν τὸν πασχάλιον ἀμνὸν ὅλοι οἰ Ἰσραηλῖται, ποὺ ἐπέστρεψαν ἀπὸ τὴν βαβυλώνιον αἰχμαλωσίαν, καθὼς καὶ ὅλοι, ὅσοι ἀπεμάκρυναν τοὺς ἑαυτούς των ἀπὸ τοὺς μολυσμοὺς τῶν εἰδωλολατρικῶν λαῶν τῆς γῆς καὶ ἐνώθηκαν μὲ τοὺς Ἰσραηλίτας, διὰ νὰ ἐπικαλοῦνται καὶ λατρεύουν ὅπως ἐκεῖνοι τὸν Κύριον καὶ Θεὸν τοῦ Ἰσραήλ.
- 22
καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ, ὅτι εὔφρανεν αὐτοὺς Κύριος καὶ ἐπέστρεψε καρδίαν βασιλέως ᾿Ασσοὺρ ἐπ᾿ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ Θεοῦ ᾿Ισραήλ.
Ἑώρτασαν ἐπίσης καὶ τὴν ἑορτὴν τῶν Ἀζύμων ἐπὶ ἑπτὰ ἡμέρας μὲ χαρὰν καὶ εὐφροσύνην. Ἐχαίροντο δέ, διότι τοὺς ἐγέμισε μὲ εὐφροσύνην ὁ Κύριος, ἀφ' ὅτου ἔστρεψε τὴν καρδιὰν τοῦ βασιλέως τῶν Ἀσσυρίων, τοῦ βασιλέως δηλαδὴ τῆς περσικῆς αὐτοκρατορίας ποὺ περιελάμβανε καὶ τὴν Ἀσσυρίαν, καὶ τοῦ ἔδωσε τὴν διάθεσιν νὰ βοηθήσῃ τοὺς Ἰουδαίους καὶ νὰ ἐνδυναμώσῃ τὰ χέρια των, ὥστε νὰ οἰκοδομήσουν τὸν Ναὸν τοῦ Θεοῦ τοῦ Ἰσραήλ.
