Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΕΣΔΡΑΣ

Β΄ Έσδρας, κεφάλαιο 5

17 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (10)
  1. 1

    ΚΑΙ ἐπροφήτευσεν ᾿Αγγαῖος ὁ προφήτης καὶ Ζαχαρίας ὁ τοῦ ᾿Αδδὼ προφητείαν ἐπὶ τοὺς ᾿Ιουδαίους τοὺς ἐν ᾿Ιούδᾳ καὶ ῾Ιερουσαλὴμ ἐν ὀνόματι Θεοῦ ᾿Ισραὴλ ἐπ᾿ αὐτούς.

    Τὴν ἐποχὴν ἐκείνην ἄρχισαν νὰ προφητεύουν ἐν ὀνόματι τοῦ Θεοῦ τοῦ Ἰσραὴλ καὶ νὰ κηρύσσουν τὸ θέλημα τοῦ Κυρίου πρὸς τοὺς Ἰουδαίους, ποὺ ἐζοῦσαν εἰς τὴν περιοχὴν τῆς Ἰουδαίας καὶ τὴν πόλιν τῶν Ἱεροσολύμων, οἱ προφῆται Ἀγγαῖος καὶ Ζαχαρίας, ὁ ἀπόγονος τοῦ Ἀδδώ.

  2. 2

    τότε ἀνέστησαν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦς υἱὸς ᾿Ιωσεδὲκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν ῾Ιερουσαλήμ, καὶ μετ᾿ αὐτῶν οἱ προφῆται τοῦ Θεοῦ βοηθοῦντες αὐτοῖς.

    Μὲ τὸ κήρυγμα αὐτὸ τῶν Προφητῶν ἐπῆραν θάρρος καὶ ἐσηκώθηκαν καὶ ἄρχισαν νὰ κτίζουν τὸν Ναὸν τοῦ Θεοῦ εἰς τὴν Ἱερουσαλὴμ ὁ Ζοροβάβελ, ὁ υἱὸς τοῦ Σαλαθιήλ, καὶ ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ἰωσεδέκ. Μαζί των ἦσαν καὶ οἱ προφῆται τοῦ Θεοῦ Ἀγγαῖος καὶ Ζαχαρίας, οἱ ὁποῖοι τοὺς ἐβοηθοῦσαν εἰς τὰ ἔργα των καὶ τοὺς ἐνεψύχωναν.

  3. 3

    ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπ᾿ αὐτοὺς Θανθαναΐ ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζαναΐ καὶ οἱ σύνδουλοι αὐτῶν καὶ τοιάδε εἶπαν αὐτοῖς· τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι;

    Ἐνῷ δὲ αὐτοὶ ἔκτιζαν τὸν Ναόν, ἦλθε πρὸς αὐτοὺς ὁ Θανθαναΐ, ποὺ ἦτο διοικητὴς τῆς πέραν τοῦ Εὐφράτου ποταμοῦ περιοχῆς, καὶ ὁ Σαθαρβουζαναῒ καὶ οἱ σύντροφοί των καὶ τοὺς εἶπαν: Ποιὸς σᾶς ἔδωσε τὴν ἔγκρισιν νὰ κτίσετε αὐτὸν τὸν Ναὸν καὶ τὴν βοήθειαν διὰ νὰ τὸν ἀνεγείρετε καὶ πάλιν;

  4. 4

    τότε ταῦτα εἴποσαν αὐτοῖς· τίνα ἐστὶ τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην;

    Τοὺς ἐρώτησαν ἐπίσης: Πῶς ὀνομάζονται οἱ ἄνδρες, ποὺ οἰκοδομοῦν τὴν πόλιν αὐτήν;

  5. 5

    καὶ οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν ᾿Ιούδα, καὶ οὐ κατήργησαν αὐτοὺς ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχθη· καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου.

    Τὸ βλέμμα τοῦ Θεοῦ ὅμως παρακολουθοῦσε καὶ ἐπροστάτευε τοὺς Ἰουδαίους, ποὺ εἶχαν ἐπιστρέψει ἀπὸ τὴν αἰχμαλωσίαν, καὶ ἔτσι δὲν τοὺς ἐμπόδισαν αὐτοὶ νὰ συνεχίσουν τὸ ἔργον τῆς ἀνεγέρσεως κατὰ τὸ διάστημα ποὺ ἐζητήθη γραπτῶς ἡ γνώμη καὶ ἀπόφασις τοῦ βασιλέως Δαρείου. Ἡ δὲ βασιλικὴ ἁπάντησις διὰ τὸ θέμα τοῦτο ἀπεστάλη μὲ τὸν ἴδιον γραμματέα, ποὺ ἔγραψε καὶ μετέφερε τὴν σχετικὴν ἐπιστολὴν εἰς τὸν Δαρεῖον.

  6. 6

    Διασάφησις ἐπιστολῆς, ἧς ἀπέστειλε Θανθαναΐ ὁ ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζαναΐ καὶ οἱ σύνδουλοι αὐτῶν ᾿Αφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ Δαρείῳ τῷ βασιλεῖ·

    Τὸ περιεχόμενον τῆς ἐπιστολῆς, ποὺ ἔστειλαν εἰς τὸν βασιλέα Δαρεῖον ὁ διοικητὴς τῆς πέραν τοῦ Εὐφράτου ποταμοῦ περιοχῆς Θανθαναῒ καὶ ὁ Σαθαρβουζαναῒ καὶ οἱ σύντροφοί των Ἀφαρσαχαῖοι, ποὺ διέμεναν πέραν τοῦ Εὐφράτου, εἶναι αὐτὸ ποὺ καταγράφεται κατωτέρω.

  7. 7

    ρήμασι ἀπέστειλαν πρὸς αὐτόν, καὶ τάδε γέγραπται ἐν αὐτῶ· «Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα.

    Ἔκαμαν δηλαδὴ ἀναφορὰν πρὸς τὸν βασιλέα καὶ ἔγραψαν τὰ ἑξῆς εἰς αὐτήν: Εὐχόμεθα πλήρη εἰρήνην καὶ σταθερότητα εἰς τὸν βασιλέα Δαρεῖον.

  8. 8

    γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐπορεύθημεν εἰς τὴν ᾿Ιουδαίαν χώραν εἰς οἶκον τοῦ Θεοῦ τοῦ μεγάλου, καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς, καὶ ξύλα ἐντίθενται ἐν τοῖς τοίχοις, καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν.

    Θέλομεν νὰ ἀνακοινώσωμεν εἰς τὸν βασιλέα ὅτι ἐπήγαμεν εἰς τὴν περιοχὴν τῆς Ἰουδαίας καὶ εἰς τὸν τόπον τοῦ Ναοῦ τοῦ μεγάλου Θεοῦ, καὶ εἴδαμεν ὅτι ὁ Ναὸς αὐτὸς κτίζεται τώρα μὲ ἐκλεκτοὺς λίθους καὶ ἐντοιχίζονται εἰς αὐτὸν καὶ ξύλα. Τὸ ὅλον ἔργον γίνεται μὲ ἐπιδεξιότητα καὶ προοδεύει καὶ τελειοποιεῖται χάρις εἰς τὰ ἐργατικὰ καὶ ἱκανὰ χέρια τῶν ἀνθρώπων αὐτῶν.

  9. 9

    τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους, καὶ οὕτως εἴπαμεν αὐτοῖς· τίς ἔθηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι;

    Ἐρωτήσαμεν δὲ τοὺς προκρίτους τῶν ἀνθρώπων ἐκείνων καὶ τοὺς εἴπαμεν συγκεκριμένως τὰ ἑξῆς: Ποιὸς σᾶς ἔδωσε τὴν ἔγκρισιν νὰ κτίσετε αὐτὸν τὸν Ναὸν καὶ τὴν δυνατότητα νὰ τὸν ἀνεγείρετε καὶ πάλιν;

  10. 10

    καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι, ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν.

    Ἐπήραμεν ἐπίσης καὶ τὰ ὀνόματά των, διὰ νὰ σοῦ τὰ γράψωμεν ἕνα πρὸς ἕνα καὶ νὰ σοῦ γνωστοποιήσωμεν τὰ στοιχεῖα τῶν ἀρχόντων τῶν Ἰουδαίων.

  11. 11

    καὶ τοιοῦτο τὸ ρῆμα ἀπεκρίθησαν ἡμῖν λέγοντες· ἡμεῖς ἐσμεν δοῦλοι τοῦ Θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ οἰκοδομοῦμεν τὸν οἶκον, ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλά, καὶ βασιλεὺς τοῦ ᾿Ισραὴλ μέγας ᾠκοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν αὐτοῖς.

    Αὐτοὶ δὲ οἱ ἄνθρωποι ἀπεκρίθησαν ὡς ἑξῆς εἰς τὰς ἐρωτήσεις μας: Ἐμεῖς εἴμαστε δοῦλοι τοῦ Θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ κτίζομεν καὶ πάλιν τὸν Ναόν, ποὺ ἦτο κτισμένος εἰς τὸν τόπον αὐτὸν πρὸ πολλῶν ἐτῶν. Τὸν Ναὸν ἐκεῖνον τὸν εἶχε κτίσει καὶ τελειοποιήσει διὰ τοὺς Ἰσραηλίτας ἕνας μέγας βασιλεὺς τοῦ Ἰσραήλ.

  12. 12

    ἀφ᾿ ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν Θεὸν τοῦ οὐρανοῦ, ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου καὶ τὸν οἶκον τοῦτον κατέλυσε καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα.

    Ὅταν ὅμως οἱ πατέρες μας παρώργισαν τὸν Θεὸν τοῦ οὐρανοῦ μὲ τὰς ἁμαρτίας των, τοὺς παρέδωσε πρὸς τιμωρίαν των εἰς τὰ χέρια τοῦ βασιλέως τῆς Βαβυλῶνος Ναβουχοδονόσορος τοῦ Χαλδαίου, καὶ αὐτὸς κατέστρεψε τὸν Ναὸν ἐκεῖνον καὶ ἔσυρεν αἰχμάλωτον εἰς τὴν Βαβυλῶνα τὸν λαὸν τοῦ Ἰσραήλ.

  13. 13

    ἀλλ᾿ ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως Κῦρος ὁ βασιλεὺς ἔθετο γνώμην τὸν οἶκον τοῦ Θεοῦ τοῦτον οἰκοδομηθῆναι.

    Κατὰ τὸ πρῶτον ὅμως ἔτος τῆς βασιλείας τοῦ βασιλέως τῶν Περσῶν Κύρου ὁ βασιλεὺς Κῦρος ἔδωσε τὴν ἄδειαν καὶ τὴν ἔγκρισίν του νὰ κτισθῇ ὁ Ναὸς αὐτὸς τοῦ Θεοῦ.

  14. 14

    καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ Θεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ Ναβουχοδονόσορ ἐξήνεγκεν ἀπὸ τοῦ οἴκου τοῦ ἐν ῾Ιερουσαλὴμ καὶ ἀπήνεγκεν αὐτὰ εἰς τὸν ναὸν τοῦ βασιλέως, ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἀπὸ τοῦ ναοῦ τοῦ βασιλέως καὶ ἔδωκε τῷ Σαβανασὰρ τῷ θησαυροφύλακι, τῷ ἐπὶ τοῦ θησαυροῦ

    Τὰ δὲ σκεύη τοῦ Ναοῦ τοῦ Θεοῦ, τὰ χρυσᾶ καὶ τὰ ἀσημένια, ποὺ τὰ ἐπῆρεν ἀπὸ τὸν Ναὸν τῶν Ἱεροσολύμων ὁ Ναβονχοδονόσορ καὶ τὰ μετέφερεν εἰς τὸν ναὸν τοῦ βασιλέως τῆς Βαβυλῶνος, τὰ ἔβγαλεν ὁ βασιλεὺς Κῦρος ἀπὸ τὸν ναὸν τοῦ βασιλέως τῆς Βαβυλῶνος καὶ τὰ παρέδωσεν εἰς τὸν θησαυροφύλακα Σαβανασάρ, ποὺ ἦτο ὑπεύθυνος διὰ τὴν φύλαξιν τῶν θησαυρῶν.

  15. 15

    καὶ εἶπεν αὐτῷ· πάντα τὰ σκεύη λάβε καὶ πορεύου, θὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν ῾Ιερουσαλὴμ εἰς τὸν τόπον αὐτῶν.

    Τοῦ εἶπε μάλιστα καὶ τὰ ἑξῆς ὁ βασιλεὺς Κῦρος: (Πάρε ὅλα τὰ σκεύη καὶ πήγαινε καὶ τοποθέτησέ τα εἰς τὸν Ναὸν τῆς Ἱερουσαλήμ, καθένα εἰς τὸν τόπον του.

  16. 16

    τότε Σαβανασὰρ ἐκεῖνος ἦλθε καὶ ἔδωκε θεμελίους τοῦ οἴκου τοῦ Θεοῦ ἐν ῾Ιερουσαλήμ· καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη καὶ οὐκ ἐτελέσθη.

    Κατόπιν τῆς ἐντολῆς αὐτῆς τοῦ βασιλέως Κύρου ὁ ἄνθρωπος ἐκεῖνος, δηλαδὴ ὁ Σαβανασάρ, ἦλθεν ἐδῶ ἐπὶ τόπον καὶ ἐθεμελίωσε τὸν Ναὸν τὸν Θεοῦ εἰς τὴν Ἱερουσαλήμ. Ἀπὸ τότε δὲ ἕως τώρα κτίζεται ὁ Ναὸς αὐτός, χωρὶς ὅμως νὰ ἔχῃ ὁλοκληρωθῇ.

  17. 17

    καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, ἐπισκεπήτω ἐν τῷ οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ ἐκεῖνον τὸν ἐν ῾Ιερουσαλήμ. καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς».

    Τώρα λοιπόν, ἂν τὸ κρίνῃ καλὸν ὁ βασιλεύς, ἂς δώσῃ ἐντολὴν νὰ γίνῃ ἔρευνα εἰς τὸ βασιλικὸν θησαυροφυλάκιον τῆς Βαβυλῶνος. Τὸ λέγομεν αὐτό, βασιλεῦ, διότι θέλομεν νὰ ἑξακριβώσῃς ἐὰν πράγματι ἐδόθη ἄδεια καὶ ἔγκρισις ἀπὸ τὸν βασιλέα Κῦρον να ἀνεγερθῇ ὁ Ναὸς αὐτὸς τοῦ Θεοῦ, ποὺ εἶναι εἰς τὴν Ἱερουσαλήμ. Καὶ ἀφοῦ ἐνημερωθῇ ὁ βασιλεύς, ἂς εὐαρεστηθῇ νὰ μᾶς στείλῃ κάποιαν ἀπάντησιν ὡς πρὸς τὸ θέμα αὐτό.