Άσμα Ασμάτων, κεφάλαιο 1
- 1
ΑΣΜΑ ἆσμάτων, ὅ ἐστι τῷ Σαλωμών.
Τὸ Ἆσμα τῶν ᾀσμάτων, τὸ ὁποῖον εἶναι τοῦ Σολομῶντος.
- 2
Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,
Ἂς μοῦ δώσῃ ὁ Νυμφίος ἀμέσως ἀπὸ τὸ στόμα του τὸ φίλημα τῆς καταλλαγῆς καὶ τῆς υἱοθεσίας· αἱ ἐξ ἀγάπης θωπεῖαι σου, ὦ Νυμφίε, καὶ οἱ κρουνοὶ τῆς χάριτος, οἱ ὡς γάλα πνευματικὸν ἐκ τῶν νοητῶν μαστῶν σου ἐκτρέφοντες τὰ ἀρνία σου, εὐφραίνουν περισσότερον ἀπὸ οἶνον.
- 3
καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μῦρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,
Καὶ ἡ εὐωδία τῶν ἀρετῶν σου καὶ τῶν ἀπὸ σοῦ προχεομένων χαρισμάτων εἶναι ἀσυγκρίτως ὑπέρτερα ἀπὸ ὅλα τὰ ἀρώματα τοῦ κόσμου. Τὸ Ὄνομά σου φανερούμενον διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος εὐωδιάζει σὰν μῦρον ἀπὸ δοχεῖον, ποὺ ἐξεκενώθη καὶ μεταδίδεται ἐξ αὐτοῦ ζωογόνον θεῖον ἄρωμα. Διὰ τοῦτο αἱ νεανικαὶ καὶ ἁγναὶ ψυχαὶ σὲ ἠγάπησαν.
- 4
εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε.
Σὲ προσείλκυσαν διὰ τῆς ἀγάπης των· διότι εἶπαν: Θὰ τρέξωμεν ὀπίσω ἀπὸ τὴν εὐωδίαν τῶν ἀρωμάτων σου. Ὁ βασιλεὺς μὲ εἰσήγαγεν εἰς τὰ ἰδιαίτερα διαμερίσματά του καὶ μοῦ ἀπεκάλυψεν ἀποκρύφους θησαυροὺς τῆς σοφίας του, ἀνακράζει ἡ Νύμφη. Καὶ ἠμεῖς, ἀνταπαντᾷ ὁ χορὸς τῶν νεανίδων, θὰ ἀγαλλώμεθα καὶ θὰ εὐφραινώμεθα ἐξ αἰτίας σου, ποὺ τόσον συνεδέθης μὲ τὸν Νυμφίον. Θὰ ἀγαπήσωμεν παραπάνω ἀπὸ τὸν οἶνον τὰς μεθυστικὰς θωπείας σου, ἐκ τῶν ὁποίων ὡς ἀπὸ θείων μαστῶν ἐκρέουν αἱ φωτιστικαὶ χάριτες τοῦ Πνεύματος· διότι σὲ ἠγάπησεν ὁ Νυμφίος, ποὺ μεταβάλλει τὰ στρεβλὰ εἰς ἴσια καὶ εὐθέα.
- 5
μέλαινά εἰμι ἐγὼ καὶ καλή, θυγατέρες ῾Ιερουσαλήμ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρρεις Σαλωμών.
Μελαψὴ εἶμαι ἐγὼ τώρα λόγῳ τῆς ἐκ τοῦ παλαιοῦ ἀνθρώπου σκοτιζούσης κληρονομίας, ἀλλὰ γίνομαι εὔμορφος διὰ τῆς πρὸς τὸν Νυμφίον κοινωνίας μου, ὦ θυγατέρες Ἱερουσαλήμ· μαύρη σὰν τὰς σκηνὰς τῶν Κηδαρινῶν, ἀλλὰ καὶ ὡραία, ὅπως ἢ σκηνὴ καὶ τὰ παραπετάσματα τοῦ Σολομῶντος.
- 6
μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.
Μή μοῦ ρίψετε περίεργα βλέμματα ἐξ αἰτίας τοῦ ὅτι εἶμαι μαυρισμένη. Ἔχω τὸ χρῶμα αὐτό, διότι μὲ ἔκαυσεν ὁ ἥλιος. Οἱ παραγνωρίσαντες τὸν Νυμφίον κατὰ σάρκα ἀδελφοί μου καὶ ἄρχοντες τοῦ παλαιοῦ Ἰσραὴλ ἐφιλονίκησαν ἐξ αἰτίας μου· μὲ ἔβαλαν φύλακα εἰς ξένα ἀμπέλια. Τὴν ἀπὸ κληρονομίας ἰδικήν μου ἄμπελον δὲν ἐφύλαξα.
- 7
ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾿ ἀγέλαις ἑταίρων σου.
Ἀναγγειλέ μου, ποῦ εἶσαι σύ, τὸν ὁποῖον ἠγάπησεν ἡ ψυχή μου· ποὺ ποιμαίνεις τὰ πρόβατά σου· ποὺ ἀναπαύεσαι μαζὶ μὲ αὐτὰ κατὰ τὸ μεσημέρι· εἰπέ μου, ποὺ θὰ σὲ συναντήσω, μήπως κατὰ τὴν ἀναζήτησίν σου καταντήσω ὁμοία πρὸς γυναῖκα κρυφὴν καὶ περιπλανωμένην μέσα στὶς στάνες τῶν συντρόφων σου.
- 8
ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων.
Θὰ ἐγνώριζες ποὺ εἶναι ὁ Νυμφίος σου, ἐὰν ἐγνώριζες τὸν ἑαυτόν σου. Ἀφοῦ ὅμως δὲν ξεύρεις τὸν ἑαυτόν σου, σὺ ποὺ εἶσαι τόσον ὡραία μεταξὺ τῶν γυναικῶν, παρατηροῦν αἱ νεάνιδες τῆς Ἱερουσαλήμ, ἔβγα ἀκολουθοῦσα τὰ ἀχνάρια τῶν ποιμνίων καὶ βόσκε τὰ ἐρίφια καὶ τὰ γίδια σου ἐκεῖ ποὺ ἔχουν τίς σκηνές των οἱ ποιμένες.
- 9
τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου.
Πρὸς τὴν τολμηρὰν φορβάδα μου, ποὺ ἀσυγκράτητος ὁρμᾷ σὰν ζευγμένη στὰ πολεμικὰ τοῦ Φαραὼ ἅρματα, σὲ παρωμοίωσα, ὦ καλή μου συντροφιά. Ἔτσι καὶ σὺ χαριτωμένη καὶ ἀπτόητος εἰς τοὺς πνευματικοὺς πολεμεῖς ἀγῶνας.
- 10
τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι;
Πόσον ὡραῖαι εἶναι αἱ παρειαὶ καὶ σιαγόνες σου, σάν τὶς κοκκινωπὲς τῆς ντροπαλὴς καὶ στὸ ζευγάρι τῆς πιστῆς τρυγόνος. Ἔτσι καὶ σὺ σεμνὴ καὶ ὀλιγόλογος εἶσαι, χαριτωμένη καὶ ἀφωσιωμένη εἰς τὸν Νυμφίον σου. Ὁ τράχηλός σου φέρων καρτερικῶς τὸν ζυγόν Του ἐμφανίζεται λευκός, ὡραῖος σὰν μαργαριταρένιος. Ὅλαι μαζὶ αἱ ἀρεταὶ ἀποτελοῦν τὸν γοητευτικὸν στολισμόν σου.
- 11
ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου.
Θὰ σοῦ φτιάσωμεν κοσμήματα ἀπὸ χρυσὸν μὲ στίγματα ἀπὸ ἄργυρον. Μὲ νέον θησαυρὸν χαρισμάτων τοῦ Πνεύματος θὰ σὲ πλουτίσω.
- 12
ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.
Ἕως ὅτου ὁ βασιλεὺς Νυμφίος εἶναι γερμένος πρὸ τῆς ὑπερφυοὺς τραπέζης του, ἡ νάρδος μου ἔδωκε τὴν εὐωδίαν τῶν χαρίτων, ποὺ μετέδωκεν αὐτὸς εἰς ἐμὲ τὴν Νύμφην του. μέσῳ τοῦ κόλπου μου καὶ εἰς τὰ βάθη τῆς καρδίας μου.
- 13
ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται.
Θήκη γεμάτη μύρον τῆς πολυτίμου στακτῆς εἶναι δι’ ἐμὲ ὁ πολυαγαπημένος ἀδελφός μου. Ἀνέκφραστος ἡ εὐωδία τῶν ἀρετῶν καὶ χαρίτων του. Θὰ κοιμᾶται ἐν μέσῳ τοῦ κόλπου μου. Θὰ ἀναπαύεται πάντοτε εἰς τὰ βάθη τῆς ἐξ ὁλοκλήρου ἀφωσιωμένης εἰς αὐτὸν καρδίας μου. εἰς τὰ ἀμπέλια τῆς Ἐγγαδδί.
- 14
βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοί, ἐν ἀμπελῶσιν ᾿Εγγαδδί.
Δι’ ἐμὲ ὁ πολυαγαπημένος μου ἀδελφὸς εἶναι σὰν τὸ σταφύλι, ὅταν ἀνθίζῃ μοσχομυρισμένο εἰς τὰ ἀμπέλια τῆς Ἐγγαδδί.
- 15
ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή, ὀφθαλμοί σου περιστεραί.
Ἰδοὺ εἶσαι ὡραία, πολυαγαπημένη μου σύντροφε. Ἰδοὺ εἶσαι ὡραία. Τὰ μάτιά σου ἐλκυστικά καὶ κατακάθαρα περιστέρια.
- 16
ἰδοὺ εἶ καλός, ὁ ἀδελφιδός μου, καί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος,
Ἰδοὺ σὺ εἶσαι πανεύμορφος καὶ καλός, πολυαγαπημένε μου ἀδελφέ. Σὺ καὶ ὄχι ἐγὼ ἔχεις φυσικὸν καὶ ὄχι ἐπίκτητον τὸ κάλλος τῆς ἠθικῆς τελειότητος. Εὐρίσκεσαι τώρα ἐπὶ κλίνῃς στρωμένης μὲ χλόην καὶ ἄνθη κάτω ἀπὸ παχύσκια δένδρα. Τόσον πολὺ συγκατέβης καὶ ἐταπεινώθης διὰ νὰ ἀπαλλάξῃς τὴν Νύμφην σου ἀπὸ τὴν ἀσχημίαν της.
- 17
δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.
...Ἡ φύσις ὁλόκληρος εἶναι ἰδική μας. Καὶ ὅπου ἂν στραφῇ κανείς, εὑρίσκει ἐμπρός του τὸν Νυμφίον.
