Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΑΡΙΘΜΟΙ

Αριθμοί, κεφάλαιο 34

29 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

    Ο Κύριος ἐμίλησε πρὸς τὸν Μωϋσῆν καὶ εἶπε:

  2. 2

    ἔντειλαι τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναάν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς.

    «Νὰ δώσῃς ἐντολὴν εἰς τὸν Ἰσραηλιτικὸν λαὸν καὶ νὰ τοὺς εἰπῇς: Τώρα εἰσέρχεσθε εἰς τὴν γῆν Χαναάν· ἡ χώρα αὐτὴ θὰ εἶναι ἡ κληρονομία σας, δηλαδὴ ἡ Χαναὰν μὲ τὰ σύνορά της, ὡς ἀκολούθως:

  3. 3

    καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον ᾿Εδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·

    Τὸ νότιον τμῆμα τῶν συνόρων της ἀρχίζει ἀπὸ τὴν ἔρημον Σὶν καὶ προχωρεῖ καθ' ὅλην τὴν ἔκτασιν τῆς Ἰδουμαίας· τὰ πρὸς νότον σύνορά σας θὰ ἀρχίζουν ἀνατολικὰ ἀπὸ τὴν νοτίαν ἀκτὴν τῆς Νεκρᾶς θαλάσσης·

  4. 4

    καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν ᾿Ακραβὶν καὶ παρελεύσεται Σεννά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Κάδης τοῦ Βαρνή. καὶ ἐξελεύσεται εἰς ἔπαυλιν ᾿Αρὰδ καὶ παρελεύσεται ᾿Ασεμωνᾶ·

    θὰ προχωροῦν καὶ θὰ σχηματίζουν κύκλον, ὁ ὁποῖος θὰ ἀνεβαίνῃ εἰς τὸ ὅρος Ἀκραβὶν καὶ θὰ περνᾷ ἀπὸ τὴν τοποθεσίαν Σεννά· θὰ φθάνῃ πρὸς νότον μέχρι τῆς Κάδης - Βαρνῆ, θὰ προχωρῇ βορειοδυτικὰ πρὸς τὴν ἔπαυλιν Ἀρὰδ καὶ θὰ περνᾷ κοντὰ ἀπὸ τὴν τοποθεσίαν Ἀσεμωνᾶ·

  5. 5

    καὶ κυκλώσει τὰ ὅρια ἀπὸ ᾿Ασεμωνᾶ χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.

    ἡ γραμμὴ αὐτὴ τῶν συνόρων θὰ κάμνῃ κύκλον ἀπὸ Ἀσεμωνᾶ ἕως τὸν χείμαρρον τῆς Αἰγύπτου καὶ θὰ καταλήγῃ εἰς τὴν Μεσόγειον θάλασσαν.

  6. 6

    καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.

    Τὰ σύνορα τῆς Χαναὰν πρὸς δυσμὰς θὰ εἶναι τὰ ἀκόλουθα: Ἡ Μεσόγειος θάλασσα θὰ εἶναι τὸ σύνορον· ἡ θάλασσα αὐτὴ θὰ εἶναι διὰ σᾶς τὰ δυτικὰ σύνορα.

  7. 7

    καὶ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·

    Τὰ βόρεια σύνορα τῆς Χαναὰν θὰ εἶναι: Χαράξετε εὐθεῖαν γραμμὴν ἀπὸ τὴν Μεσόγειον θάλασσαν μέχρι τοῦ βουνοῦ, ποὺ ὀνομάζεται «Ὅρος»·

  8. 8

    καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς ᾿Εμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδάκ·

    καὶ ἀπὸ τὸ βουνό «Ὅρος» χαράξετε εὐθεῖαν γραμμὴν μέχρι τῆς εἰσόδου τῆς Ἐμάθ. Ἡ γραμμὴ αὐτὴ θὰ φθάνῃ μέχρι τῶν συνόρων Σαραδάκ.

  9. 9

    καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνά, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ᾿Αρσεναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.

    Ἀπὸ ἐκεῖ ἡ συνοριακὴ γραμμὴ θὰ περνᾷ ἀπὸ τὰ σύνορα Δεφρωνὰ καὶ θὰ φθάνῃ μέχρι τῆς Ἀρσεναΐν· αὐτὰ θὰ εἶναι τὰ βόρεια σθυνορά σας.

  10. 10

    καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ ᾿Αρσεναΐν Σεπφαμάρ·

    Τὰ σύνορά σας πρὸς ἀνατολὰς θὰ εἶναι τὰ ἀκόλουθα: Χαράξετε γραμμὴν ἀπὸ Ἀρσεναῒν μέχρι Σεπφαμάρ·

  11. 11

    καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμ ᾿Αρβηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενερὲθ ἀπὸ ἀνατολῶν·

    ἡ συνοριακὴ αὐτὴ γραμμὴ θὰ κατεβαίνῃ νότια ἀπὸ Σεπφὰμ μέχρι Ἀρβηλά, πάντοτε ἀπὸ τὰ ἀνατολικά (μέρη), κοντὰ εἰς τὶς πηγές. Θὰ κατεβαίνῃ κατόπιν εἰς Βηλά, παραπλεύρως τῆς λίμνης Γεννησαρέτ (θαλάσσης τῆς Γαλιλαίας), πρὸς τὰ ἀνατολικά της.

  12. 12

    καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν ᾿Ιορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.

    Κατόπιν ἡ ἀνατολικὴ γραμμὴ τῶν συνόρων θὰ προχωρῇ νότια πρὸς τὸν Ἰορδάνην καὶ θὰ φθάνῃ μέχρι τῆς Νεκρᾶς Θαλάσσης. Αὐτὴ θὰ εἶναι ἡ χώρα σας καὶ τὰ σύνορα, ποὺ τὴν περιβάλλουν».

  13. 13

    καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραὴλ λέγων· αὕτη ἡ γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξε Κύριος δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ·

    Ὁ Μωϋσῆς παρήγγειλεν ἐπίσης εἰς τὸν Ἰσραηλιτικὸν λαὸν καὶ εἶπεν: «Αὐτὴ εἶναι ἡ χώρα, τὴν ὁποίαν θὰ κληρονομήσετε μὲ κλήρους, ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος νὰ δοθῇ αὐτὴ εἰς τὶς ἐννιὰ φυλὲς καὶ τὸ μισὸν τῆς φυλῆς τοῦ Μανασσῆ.

  14. 14

    ὅτι ἔλαβε φυλὴ υἱῶν Ρουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ' οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπέλαβον τοὺς κλήρους αὐτῶν,

    Διότι ἡ φυλὴ τῶν ἀπογόνων τοῦ Ρουβὴν καὶ ἡ φυλὴ τῶν ἀπογόνων τοῦ Γὰδ κατὰ πατριαρχικὲς οἰκογένειες καὶ τὸ μισὸ τῆς φυλῆς τῶν ἀπογόνων τοῦ Μανασσῆ ἔχουν ἤδη λάβει τὴν κληρονομίαν των.

  15. 15

    δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχὼ ἀπὸ νότου κατὰ ἀνατολάς.

    Οἱ δύο αὐτὲς φυλὲς τοῦ Ρουβὴν καὶ τοῦ Γὰδ καὶ ἡ μισὴ φυλὴ τοῦ Μανασσῆ ἔλαβαν τὴν κληρονομίαν των εἰς τὴν περιοχήν, ποὺ εὑρίσκεται ἀνατολικὰ τοῦ Ἰορδάνη ποταμοῦ, ἀπέναντι ἀπὸ τὴν Ἱεριχῶ. Ἡ περιοχὴ αὐτὴ ἐκτείνεται ἀπὸ τὰ νότια πρὸς τὰ βορειοανατολικά».

  16. 16

    Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

    Ὁ Κύριος ἐμίλησε πρὸς τὸν Μωϋσῆν καὶ εἶπε:

  17. 17

    ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· ᾿Ελεάζαρ ὁ ἱερεὺς καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυή.

    «Αὐτὰ εἶναι τὰ ὀνόματα τῶν ἀνδρῶν, οἱ ὁποῖοι θὰ διαμοιράσουν εἰς σᾶς τὴν γῆν τῆς Χαναάν: Ὁ ἀρχιερεὺς Ἐλεάζαρ καὶ ὁ Ἰησοῦς, ὁ υἱὸς τοῦ Ναυῆ·

  18. 18

    καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν.

    ἐπίσης θὰ πάρετε καὶ ἕνα ἄρχοντα ἀπὸ κάθε φυλὴν διὰ τὴν διανομὴν τῆς χώρας.

  19. 19

    καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς ᾿Ιούδα Χάλεβ υἱὸς ᾿Ιεφοννή·

    Τὰ ὀνόματα τῶν ἀνδρῶν αὐτῶν εἶναι τὰ ἀκόλουθα: Ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα ὁ Χάλεβ, ὁ υἱὸς τοῦ Ἰεφοννῆ·

  20. 20

    τῆς φυλῆς Συμεὼν Σαλαμιὴλ υἱὸς ᾿Εμιούδ·

    ἀπὸ τὴν φυλὴν τοῦ Συμεὼν ὁ Σαλαμιήλ, ὁ υἱὸς τοῦ Ἐμιούδ·

  21. 21

    τῆς φυλῆς Βενιαμὶν ᾿Ελδὰδ υἱὸς Χασλών·

    ἀπὸ τὴν φυλὴν Βενιαμὶν ὁ Ἐλδάδ, ὁ υἱὸς τοῦ Χασλών·

  22. 22

    τῆς φυλῆς Δὰν ἄρχων Βακχὶρ υἱὸς ᾿Εγλί·

    ἀπὸ τὴν φυλὴν Δὰν ὁ ἄρχων Βακχίρ, ὁ υἱὸς τοῦ Ἐγλί·

  23. 23

    τῶν υἱῶν ᾿Ιωσὴφ φυλῆς υἱῶν Μανασσῆ ἄρχων ᾿Ανιὴλ υἱὸς Σουφί·

    ἀπὸ τὴν φυλὴν τοῦ Ἰωσήφ, ἀπὸ μὲν τοὺς ἀπογόνους τοῦ Μανασσῆ ὁ ἄρχων Ἀνιήλ, ὁ υἱὸς τοῦ Σουφί·

  24. 24

    τῆς φυλῆς υἱῶν ᾿Εφραὶμ ἄρχων Καμουὴλ υἱὸς Σαβαθᾶν·

    ἀπὸ δὲ τοὺς ἀπογόνους τοῦ Ἐφραὶμ ὁ ἄρχων Καμουήλ, ὁ υἱὸς τοῦ Σαβαθὰν

  25. 25

    τῆς φυλῆς Ζαβουλὼν ἄρχων ᾿Ελισαφὰν υἱὸς Φαρνάχ·

    ἀπὸ τὴν φυλὴν Ζαβουλὼν ὁ ἄρχων Ἐλισαφάν, ὁ υἱὸς τοῦ Φαρνάχ·

  26. 26

    τῆς φυλῆς υἱῶν ᾿Ισσάχαρ ἄρχων Φαλτιὴλ υἱὸς ᾿Οζᾶ·

    ἀπὸ τὴν φυλὴν τῶν ἀπογόνων τοῦ Ἰσσάχαρ ὁ ἄρχων Φαλτιήλ, ὁ υἱὸς τοῦ Ὀζᾶ·

  27. 27

    τῆς φυλῆς υἱῶν ᾿Ασὴρ ἄρχων ᾿Αχιὼρ υἱὸς Σελεμί·

    ἀπὸ τὴν φυλὴν τῶν ἀπογόνων τοῦ Ἀσὴρ ὁ ἄρχων Ἀχιώρ, ὁ υἱὸς τοῦ Σελεμί·

  28. 28

    τῆς φυλῆς Νεφθαλὶ ἄρχων Φαδαὴλ υἱὸς ᾿Ιαμιούδ.

    ἀπὸ τὴν φυλὴν τοῦ Νεφθαλὶ ὁ ἄρχων Φαδαήλ, ὁ υἱὸς τοῦ Ἰαμιούδ».

  29. 29

    τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς ᾿Ισραὴλ ἐν γῇ Χαναάν.

    Αὐτοὶ εἶναι ἐκεῖνοι, εἰς τοὺς ὁποίους ὁ Κύριος ἔδωκε διαταγὴν νὰ διαμοιράσουν εἰς τὸν Ἰσραηλιτικὸν λαὸν τὴν γῆν τῆς χώρας Χαναάν.