Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΑΡΙΘΜΟΙ

Αριθμοί, κεφάλαιο 33

56 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ οὗτοι οἱ σταθμοὶ τῶν υἱῶν ᾿Ισραήλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωυσῆ καὶ ᾿Ααρών·

    Οὐτές εἶναι οἱ μετακινήσεις καὶ οἱ σταθμοὶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ποὺ ἔκαμαν ἀπὸ τότε ποὺ ἐβγῆκαν ἀπὸ τὴν χώραν τῆς Αἰγύπτου μὲ τὴν στρατιωτικήν των δύναμιν, κάτω ἀπὸ τὴν ἀρχηγίαν τοῦ Μωϋσῆ καὶ τοῦ ἀρχιερέως Ἀαρών.

  2. 2

    καὶ ἔγραψε Μωυσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ρήματος Κυρίου, καὶ οὗτοι οἱ σταθμοὶ τῆς πορείας αὐτῶν.

    Καὶ ὁ Μωϋσῆς κατέγραψε τὶς ἀναχωρήσεις καὶ τοὺς σταθμοὺς των, ποὺ ἔγιναν κατόπιν ἐντολῆς τοῦ Θεοῦ. Αὐτοὶ εἶναι οἱ σταθμοὶ κατὰ τὴν διάρκειαν τῆς πορείας των.

  3. 3

    ἀπῇραν ἐκ Ραμεσσῆ τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πάσχα ἐξῆλθον οἱ υἱοὶ ᾿Ισραὴλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων,

    Ἀνεχώρησαν ἀπὸ τὴν πόλιν Ραμεσσῆ κατὰ τὸν πρῶτον μῆνα, τὴν δεκάτην πέμπτην ἡμέραν τοῦ πρώτου μηνός. Οἱ Ἰσραηλῖται ἐξείινησαν καὶ ἐβγῆκαν τὴν ἑπομένην ἡμέραν τοῦ Πάσχα κάτω ἀπὸ τὴν παντοδύναμον προστασίαν τοῦ Θεοῦ ἐμπρὸς εἰς τὰ μάτια ὅλων τῶν Αἰγυπτίων,

  4. 4

    καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὐτῶν τοὺς τεθνηκότας πάντας, οὓς ἐπάταξε Κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησε τὴν ἐκδίκησιν Κύριος.

    ἐνῷ οἱ Αἰγύπτιοι ἔθαπταν ὅλους τοὺς νεκρούς των, ὅλα τὰ πρωτότοκά των, τὰ ὁποῖα ἐθανάτωσεν ὁ Κύριος εἰς τὴν χώραν τῆς Αἰγύπτου· μὲ αὐτὸ ὁ Κύριος ἐξεδικήθη τοὺς εἰδωλολατρικοὺς θεοὺς τῶν Αἰγυπτίων καὶ ἔδειξεν ὅτι αὐτὸς εἶναι παντοδύναμος.

  5. 5

    καὶ ἀπάραντες οἱ υἱοὶ ᾿Ισραὴλ ἐκ Ραμεσσῆ παρενέβαλον εἰς Σοκχώθ.

    Καὶ οἱ Ἰσραηλῖται, ἀφοῦ ἀνεχώρησαν ἀπὸ τὴν πόλιν Ραμεσσῆ, ἔστησαν τὶς σκηνές των εἰς Σοκχώθ.

  6. 6

    καὶ ἀπάραντες ἐκ Σοκχὼθ παρενέβαλον εἰς Βουθάν, ὅ ἐστι μέρος τι τῆς ἐρήμου.

    Ἀφοῦ ἀνεχώρησαν ἀπὸ τὴν Σοκχώθ, ἐστρατοπέδευσαν εἰς τὴν Βουθάν, ποὺ εἶναι κάποιο μέρος τῆς ἐρήμου Ὀθώμ.

  7. 7

    καὶ ἀπῇραν ἐκ Βουθὰν καὶ παρενέβαλον ἐπὶ τὸ στόμα Εἰρώθ, ὅ ἐστιν ἀπέναντι Βεελσεπφῶν, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου.

    Ἀνεχώρησαν ἀπὸ τὴν Βουθὰν καὶ ἔστησαν τὶς σκηνές των κοντὰ εἰς τὴν Εἰρώθ, ποὺ εὑρίσκεται ἀπέναντι τῆς Βεελσεπφῶν, καὶ ἐστρατοπέδευσαν ἀπέναντι ἀπὸ τὴν πόλιν Μάγδωλος.

  8. 8

    καὶ ἀπῇραν ἀπέναντι Εἰρὼθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν Πικρίαις.

    Ἀνεχώρησαν ἀπὸ τὴν θέσιν ποὺ εὑρίσκοντο, δηλαδὴ ἀπέναντι τῆς Εἰρώθ, καὶ ἐπέρασαν μέσα ἀπὸ τὴν Ἐρυθρὰν θάλασσαν εἰς τὴν ἀπέναντι ἔρημον Σοὺρ καὶ ἐβάδισαν ἐπὶ τρεῖς ἡμέρες μέσα ἀπὸ τὴν ἔρημον αὐτὴν καὶ ἐστρατοπέδευσαν εἰς τὴν θέσιν Πικρίες.

  9. 9

    καὶ ἀπῇραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αἰλίμ· καὶ ἐν Αἰλὶμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων, καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ.

    Ἀνεχώρησαν ἀπὸ τὴν θέσιν Πικρίες καὶ ἦλθαν εἰς Αἰλίμ· καὶ εἰς τὴν Αἰλὶμ ὑπῆρχαν δώδεκα πηγὲς νεροῦ καὶ ἑβδομῆντα φυτὰ φοινικιές. Οἱ Ἰσραηλῖται ἐστρατοπέδευσαν ἐκεῖ κοντὰ εἰς τὶς πηγὲς τοῦ νεροῦ.

  10. 10

    καὶ ἀπῇραν ἐξ Αἰλὶμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν.

    Ἀνεχώρησαν ἀπὸ τὴν Αἰλὶμ καὶ ἐστρατοπέδευσαν κοντὰ εἰς τὴν Ἐρυθρὰν θάλασσαν.

  11. 11

    καὶ ἀπῇραν ἀπὸ θαλάσσης ἐρυθρᾶς, καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σίν.

    Ἀνεχώρησαν ἀπὸ τὴν Ἐρυθρὰν θάλασσαν καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον Σίν.

  12. 12

    καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σὶν καὶ παρενέβαλον εἰς Ραφακά.

    Ἀνεχώρησαν ἀπὸ τὴν ἔρημον Σὶν καὶ ἐστρατοπέδευσαν εἰς Ραφακά.

  13. 13

    καὶ ἀπῇραν ἐκ Ραφακὰ καὶ παρενέβαλον ἐν Αἰλούς.

    Ἀνεχώρησαν ἀπὸ τὴν Ραφακὰ καὶ ἐστρατοπέδευσαν εἰς Αἰλούς.

  14. 14

    καὶ ἀπῇραν ἐξ Αἰλοὺς καὶ παρενέβαλον ἐν Ραφιδίν, καὶ οὐκ ἦν ἐκεῖ ὕδωρ τῷ λαῷ πιεῖν.

    Ἀνεχώρησαν ἀπὸ Αἰλοὺς καὶ ἐστρατοπέδευσαν εἰς Ραφιδίν, ὅπου δὲν ὑπῆρχε καθόλου νερὸν διὰ τὸν λαὸν τοῦ Θεοῦ νὰ πιῇ.

  15. 15

    καὶ ἀπῇραν ἐκ Ραφιδὶν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σινά.

    Ἀνεχώρησαν ἀπὸ τὴν Ραφιδὶν καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον τοῦ Σινᾶ.

  16. 16

    καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σινὰ καὶ παρενέβαλον ἐν Μνήμασι τῆς ἐπιθυμίας.

    Ἀνεχώρησαν ἀπὸ τὴν ἔρημον τοῦ Σινᾶ καὶ ἐστρατοπέδευσαν εἰς τὴν θέσιν Μνήματα τῆς Ἐπιθυμίας.

  17. 17

    καὶ ἀπῇραν ἐκ Μνημάτων τῆς ἐπιθυμίας καὶ παρενέβαλον ἐν ᾿Ασηρώθ.

    Ἀνεχώρησαν ἀπὸ τὰ Μνήματα τῆς Ἐπιθυμίας καὶ ἐστρατοπέδευσαν εἰς τὴν Ἀσηρώθ.

  18. 18

    καὶ ἀπῇραν ἐξ ᾿Ασηρὼθ καὶ παρενέβαλον ἐν Ραθαμᾷ.

    Ἀνεχώρησαν ἀπὸ τὴν Ἀσηρὼθ καὶ ἐστρατοπέδευσαν εἰς Ραθαμά.

  19. 19

    καὶ ἀπῇραν ἐκ Ραθαμᾶ καὶ παρενέβαλον ἐν Ρεμμὼν Φαρές.

    Ἀνεχώρησαν ἀπὸ τὴν Ραθαμὰ καὶ ἐστρατοπέδευσαν εἰς Ρεμμὼν Φαρές.

  20. 20

    καὶ ἀπῇραν ἐκ Ρεμμὼν Φαρὲς καὶ παρενέβαλον ἐν Λεβωνᾷ.

    Ἀνεχώρησαν ἀπὸ τὴν Ρεμμὼν Φαρὲς καὶ ἐστρατοπέδευσαν εἰς τὴν θέσιν Λεβωνά.

  21. 21

    καὶ ἀπῇραν ἐκ Λεβωνᾷ καὶ παρενέβαλον εἰς Ρεσσάν.

    Ἀνεχώρησαν ἀπὸ Λεβωνὰ καὶ ἐστρατοπέδευσαν εἰς Ρεσσάν.

  22. 22

    καὶ ἀπῇραν ἐκ Ρεσσὰν καὶ παρενέβαλον εἰς Μακελλάθ.

    Ἀνεχώρησαν ἀπὸ Ρεσσὰν καὶ ἐστρατοπέδευσαν εἰς Μακελλάθ.

  23. 23

    καὶ ἀπῇραν ἐκ Μακελλὰθ καὶ παρενέβαλον εἰς Σαφάρ.

    Ἀνεχώρησαν ἀπὸ Μακελλὰθ καὶ ἐστρατοπέδευσαν εἰς Σαφάρ.

  24. 24

    καὶ ἀπῇραν ἐκ Σαφὰρ καὶ παρενέβαλον εἰς Χαραδάθ.

    Ἀνεχώρησαν ἀπὸ Σαφὰρ καὶ ἐστρατοπέδευσαν εἰς Χαραδάθ.

  25. 25

    καὶ ἀπῇραν ἐκ Χαραδὰθ καὶ παρενέβαλον εἰς Μακηλώθ.

    Ἀνεχώρησαν ἀπὸ Χαραδὰθ καὶ ἐστρατοπέδευσαν εἰς Μακηλώθ.

  26. 26

    καὶ ἀπῇραν ἐκ Μακηλὼθ καὶ παρενέβαλον εἰς Καταάθ.

    Ἀνεχώρησαν ἀπὸ Μακηλὼθ καὶ ἐστρατοπέδευσαν εἰς Καταάθ.

  27. 27

    καὶ ἀπῇραν ἐκ Καταὰθ καὶ παρενέβαλον εἰς Ταράθ.

    Ἀνεχώρησαν ἀπὸ Καταὰθ καὶ ἐστρατοπέδευσαν εἰς Ταράθ.

  28. 28

    καὶ ἀπῇραν ἐκ Ταρὰθ καὶ παρενέβαλον εἰς Μαθεκκά.

    Ἀνεχώρησαν ἀπὸ Ταρὰθ καὶ ἐστρατοπέδευσαν εἰς Μαθεκκά.

  29. 29

    καὶ ἀπῇραν ἐκ Μαθεκκὰ καὶ παρενέβαλον εἰς Σελμωνᾶ.

    Ἀνεχώρησαν ἀπὸ Μαθεκκὰ καὶ ἐστρατοπέδευσαν εἰς Σελμωνά.

  30. 30

    καὶ ἀπῇραν ἐκ Σελμωνᾶ καὶ παρενέβαλον εἰς Μασουρούθ.

    Ἀνεχώρησαν ἀπὸ Σελμωνὰ καὶ ἐστρατοπέδευσαν εἰς Μασουρούθ.

  31. 31

    καὶ ἀπῇραν ἐκ Μασουροὺθ καὶ παρενέβαλον εἰς Βαναία.

    Ἀνεχώρησαν ἀπὸ Μασουροὺθ καὶ ἐστρατοπέδευσαν εἰς Βαναία.

  32. 32

    καὶ ἀπῇραν ἐκ Βαναία καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγάδ.

    Ἀνεχώρησαν ἀπὸ Βαναία καὶ ἐστρατοπέδευσαν εἰς τὸ ὅρος Γαδγὰδ (κοντὰ εἰς τὸ ὅρος Ὤρ).

  33. 33

    καὶ ἀπῇραν ἐκ τοῦ ὄρους Γαδγὰδ καὶ παρενέβαλον εἰς ᾿Ετεβαθά.

    Ἀνεχώρησαν ἀπὸ τὸ ὅρος Γαδγὰδ καὶ ἐστρατοπέδευσαν εἰς Ἐτεβαθά.

  34. 34

    καὶ ἀπῇραν ἐξ ᾿Ετεβαθὰ καὶ παρενέβαλον εἰς ᾿Εβρωνά.

    Ἀνεχώρησαν ἀπὸ τὴν Ἐτεβαθὰ καὶ ἐστρατοπέδευσαν εἰς Ἐβρωνά.

  35. 35

    καὶ ἀπῇραν ἐξ ᾿Εβρωνὰ καὶ παρενέβαλον εἰς Γεσιὼν Γάβερ.

    Ἀνεχώρησαν ἀπὸ τὴν Ἐβρωνὰ καὶ ἐστρατοπέδευσαν εἰς Γεσιὼν Γάβερ (εἰς τὸν μυχὸν τοῦ Ἐλανιτικοῦ κόλπου).

  36. 36

    καὶ ἀπῇραν ἐκ Γεσιὼν Γάβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σίν. καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σὶν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαράν· αὕτη ἐστὶ Κάδης.

    Ἀνεχώρησαν ἀπὸ τὴν Γεσιὼν Γάβερ καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον Σίν· ἀνεχώρησαν ἀπὸ τὴν ἔρημον Σὶν καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον Φαράν· αὐτὴ εἶναι ἡ ἔρημος Κάδης.

  37. 37

    καὶ ἀπῇραν ἐκ Κάδης καὶ παρενέβαλον εἰς ῎Ωρ τὸ ὄρος πλησίον γῆς ᾿Εδώμ·

    Ἀνεχώρησαν ἀπὸ τὴν Κάδης καὶ ἐστρατοπέδευσαν εἰς τὸ ὅρος Ὤρ, εἰς τὰ σύνορα τῆς χώρας Ἐδώμ.

  38. 38

    καὶ ἀνέβη ᾿Ααρὼν ὁ ἱερεὺς διὰ προστάγματος Κυρίου καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν ᾿Ισραὴλ ἐκ γῆς Αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός·

    Καὶ ὁ ἀρχιερεὺς Ἀαρὼν ἀνέβη εἰς τὸ ὅρος Ὢρ κατόπιν διαταγῆς τοῦ Κυρίου καὶ ἀπέθανεν ἐκεῖ κατὰ τὴν πρώτην ἡμέραν τοῦ πέμπτου μηνὸς τοῦ τεσσαρακοστοῦ ἔτους τῆς ἐξόδου τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἀπὸ τὴν Αἴγυπτον·

  39. 39

    καὶ ᾿Ααρὼν ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ὅτε ἀπέθνησκεν ἐν ῍Ωρ τῷ ὄρει.

    ὁ Ἀαρὼν ἦταν ἡλικίας ἑκατὸν εἴκοσι τριῶν ἐτῶν, ὅταν ἀπέθανε ἐπάνω εἰς τὸ ὅρος Ὤρ.

  40. 40

    καὶ ἀκούσας ὁ Χανανὶς βασιλεὺς ᾿Αράδ, καὶ οὗτος κατῴκει ἐν γῇ Χαναάν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ ᾿Ισραήλ.

    Ὁ δὲ Χανανίς, ὁ βασιλιᾶς Ἀράδ, ὁ ὁποῖος κατοικοῦσε εἰς τὰ νότια τῆς χώρας Χαναάν, ἐπληροφορήθη ὅτι ὁ Ἰσραηλιτικὸς λαὸς ἔρχεται εἰς τὴν Χαναάν. Οἱ Ἰσραηλῖται ὅμως δὲν ἐμπῆκαν εἰς τὴν γῆν Χαναάν.

  41. 41

    καὶ ἀπῇραν ἐξ ῍Ωρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνά.

    Ἄλλα ἀνεχώρησαν ἀπὸ τὸ ὅρος Ὢρ καὶ ἐστρατοπέδευσαν εἰς Σελμωνά.

  42. 42

    καὶ ἀπῇραν ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Φινώ.

    Ἀνεχώρησαν ἀπὸ Σελμωνὰ καὶ ἐστρατοπέδευσαν εἰς Φινῶ.

  43. 43

    καὶ ἀπῇραν ἐκ Φινὼ καὶ παρενέβαλον ἐν ᾿Ωβώθ.

    Ἀνεχώρησαν ἀπὸ Φινῶ καὶ ἐστρατοπέδευσαν εἰς Ὠβώθ.

  44. 44

    καὶ ἀπῇραν ἐξ ᾿Ωβὼθ καὶ παρενέβαλον ἐν Γαΐ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωάβ.

    Ἀνεχώρησαν ἀπὸ Ὠβὼθ καὶ ἐστρατοπέδευσαν εἰς Γαΐ, ἀνατολικὰ τοῦ ποταμοῦ Ἰορδάνη, εἰς τὰ σύνορα τῆς περιοχῆς Μωάβ.

  45. 45

    καὶ ἀπῇραν ἐκ Γαΐ καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ.

    Ἀνεχώρησαν ἀπὸ τὴν Γαῒ καὶ ἐστρατοπέδευσαν εἰς Δαιβὼν Γὰδ (βόρεια τῆς Ἀρνῶν).

  46. 46

    καὶ ἀπῇραν ἐκ Δαιβὼν Γὰδ καὶ παρενέβαλον ἐν Γελμὼν Δεβλαθαίμ.

    Ἀνεχώρησαν ἀπὸ τὴν Δαιβὼν Γὰδ καὶ ἐστρατοπέδευσαν εἰς Γελμὼν Δεβλαθαὶμ (βόρεια τῆς Δαιβών).

  47. 47

    καὶ ἀπῇραν ἐκ Γελμὼν Δεβλαθαὶμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ ᾿Αβαρίμ, ἀπέναντι Ναβαῦ.

    Ἀνεχώρησαν ἀπὸ Γελμὼν Δεβλαθαὶμ καὶ ἐστρατοπέδευσαν εἰς τὴν ὀροσειρὰν Ἀβαρίμ, ἀπέναντι ἀπὸ τὸ ὅρος Ναβαῦ,

  48. 48

    καὶ ἀπῇραν ἀπὸ τῶν ὀρέων ᾿Αβαρὶμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωάβ, ἐπὶ τοῦ ᾿Ιορδάνου κατὰ ῾Ιεριχώ,

    Ἀνεχώρησαν ἀπὸ τὴν ὀροσειρὰν Ἀβαρὶμ καὶ ἐστρατοπέδευσαν εἰς τὰ δυτικὰ τῆς Μωάβ, κοντὰ εἰς τὸν Ἰορδάνην, ἀπέναντι τῆς Ἱεριχοῦς.

  49. 49

    καὶ παρενέβαλον παρὰ τὸν ᾿Ιορδάνην ἀνὰ μέσον Αἰσιμὼθ ἕως Βελσατὶμ κατὰ δυσμὰς Μωάβ.

    Καὶ ἐστρατοπέδευσαν κοντὰ εἰς τὸν Ἰορδάνην μεταξὺ τῆς Αἰσιμὼθ καὶ τῆς Βελσατίμ, εἰς τὰ δυτικὰ τῆς Μωάβ.

  50. 50

    Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν ᾿Ιορδάνην κατὰ ῾Ιεριχὼ λέγων·

    Ὁ Κύριος ἐμίλησε πρὸς τὸν Μωϋσῆν, ὅταν εὑρίσκετο εἰς τὰ δυτικὰ τῆς Μωάβ, κοντὰ εἰς τὸν Ἰορδάνην ποταμόν, ἀπέναντι ἀπὸ τὴν Ἱεριχῶ, καὶ εἶπε:

  51. 51

    λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὑμεῖς διαβαίνετε τὸν ᾿Ιορδάνην εἰς γῆν Χαναὰν

    «Νὰ μιλήσῃς εἰς τὸν Ἰσραηλιτικὸν λαὸν καὶ νὰ τοὺς εἰπῇς: Τώρα περνᾶτε τὸν ποταμὸν Ἰορδάνην διὰ νὰ εἰσέλθετε εἰς τὴν χώραν τῆς Χαναάν·

  52. 52

    καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.

    θὰ καταστρέψετε καὶ θὰ ἐξοντώσετε ὅλους, ὅσους κατοικοῦν εἰς τὴν χώραν αὐτήν, ἀπὸ ἐμπρός σας, θὰ κατεδαφίσετε καὶ θὰ καταστρέψετε ὅλα τὰ ὑψώματα, ὅπου γίνεται ἡ λατρεία τῶν εἰδώλων, καὶ ὅλα τὰ εἴδωλα τῶν θεῶν των, ποὺ εἶναι κατασκευασμένα ἀπὸ χωνευτὸν μέταλλον, θὰ κατεδαφίσετε καὶ θὰ καταστρέψετε ὅλες τὶς εἰδωλολατρικὲς στῆλες των (τοὺς ὀβελίσκους).

  53. 53

    καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ· ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ.

    Θὰ καταστρέψετε καὶ θὰ ἐξολοθρεύσετε ὅλους, ὅσους κατοικοῦν εἰς τὴν χώραν, καὶ θὰ κατοικήσετε εἰς αὐτὴν σεῖς· διότι εἰς σᾶς ἔδωκα τὴν γῆν αὐτὴν ὡς κληρονομίαν.

  54. 54

    καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν· τοῖς πλείοσι πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἂν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ, αὐτοῦ ἔσται· κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε.

    Καὶ σεῖς θὰ διαμοιράσετε τὴν χώραν των με κλήρους, διὰ τὴν θέσιν τῆς κάθε φυλῆς· εἰς αὐτοὺς ποὺ εἶναι περισσότεροι, θὰ δώσετε μεγαλυτέραν ἔκτασιν γῆς, καὶ εἰς αὐτοὺς ποὺ εἶναι ὀλιγώτεροι, θὰ δώσετε μικροτέραν ἔκτασιν γῆς. Ἡ περιοχή, ἡ ὁποία θὰ κληρωθῇ κατὰ τὴν κλήρωσιν εἰς τὸ ὄνομα μιᾶς φυλῆς, θὰ ἀνήκῃ εἰς αὐτὴν τὴν φυλήν. Ἡ κληρονομία καὶ ἡ διανομὴ τῆς χώρας θὰ γίνῃ κατὰ τὶς πατριαρχικὲς φυλές.

  55. 55

    ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχθρεύσουσιν ὑμῖν ἐπὶ τῆς γῆς, ἐφ' ἣν ὑμεῖς κατοικήσετε,

    Ἐὰν ὅμως δὲν καταστρέψετε καὶ δὲν ἐξοντώσετε ἀπὸ ἐμπρός σας ὅλους, ὅσους κατοικοῦν εἰς τὴν Χαναάν, τότε θὰ συμβῇ τοῦτο: Ὅσους θὰ ἀφήσετε νὰ ζήσουν, θὰ εἶναι ἀγκάθια εἰς τὰ μάτια σας καὶ βέλη εἰς τὰ πλευρά σας· θὰ εἶναι μόνιμοι ἐχθροί σας εἰς τὴν χώραν, εἰς τὴν ὁποίαν θὰ κατοικήσετε.

  56. 56

    καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς, ποιήσω ὑμᾶς.

    Ἐκτὸς αὐτοῦ θὰ συμβῇ καὶ τοῦτο: Αὐτὸ ποὺ εἶχα κατὰ νοῦν νὰ κάμω εἰς αὐτούς, θὰ τὸ κάμω εἰς σᾶς· δηλαδὴ θὰ σᾶς μεταχειρισθῶ ὡς Χαναναίους καὶ ὄχι ὡς λαὸν ἰδικόν μου».