Αριθμοί, κεφάλαιο 2
- 1
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων·
Ο Θεὸς ἐμίλησε πρὸς τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν καὶ εἶπεν:
- 2
ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατ' οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ ᾿Ισραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ ᾿Ισραήλ.
«Ὅταν οἱ Ἰσραηλῖται Θὰ στρατοπεδεύουν, κάθε ἕνας ἀπὸ αὐτοὺς θὰ παραταχθῇ κοντὰ εἰς τὸν ἄλλον εἰς ὡρισμένον στρατιωτικὸν σῶμα, κάτω ἀπὸ τὴν ὡρισμένην σημαίαν τῆς ἰδικῆς του φυλῆς (δηλαδὴ ἂς παραταχθοῦν κατὰ φυλάς). Οἱ Ἰσραηλῖται θὰ παραταχθοῦν καὶ θὰ στρατοπεδεύσουν γύρω - γύρω ἀπὸ τὴν Σκηνὴν τοῦ Μαρτυρίου, ἀλλὰ εἰς κάποιαν ἀπόστασιν ἀπὸ αὐτήν.
- 3
καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολάς, τάγμα παρεμβολῆς ᾿Ιούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν ᾿Ιούδα, Ναασσὼν υἱὸς ᾿Αμιναδάβ·
Αὐτοὶ ποὺ θὰ στρατοπεδεύσουν ὡς ἐμπροσθοφυλακὴ εἰς τὴν ἀνατολικὴν πλευρὰν τῆς Σκηνῆς τοῦ Μαρτυρίου, ὅπου εἶναι ἡ εἴσοδος πρὸς τὴν Σκηνὴν καὶ ἄρα θέσις τιμητικὴ καὶ κατ’ ἐξοχὴν καιρία, θὰ εἶναι τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Ἰούδα μὲ τὶς στρατιωτικές του δυνάμεις· ἀρχηγὸς τῆς φυλῆς τοῦ Ἰούδα θὰ εἶναι ὁ Ναασσών, υἱὸς τοῦ Ἀμιναδάβ·
- 4
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῇ καὶ ἀπογραφῇ, ἦσαν ἑβδομῆντα τέσσερις χιλιάδες ἑξακόσιοι (74.600).
- 5
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς ᾿Ισσάχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν ᾿Ισσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ·
Κοντὰ εἰς τὴν φυλὴν τοῦ Ἰούδα, ἀπὸ τὸ ἕνα μέρος, θὰ στρατοπεδεύσῃ τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Ἰσσάχαρ μὲ τὶς στρατιωτικές του δυνάμεις· ἀρχηγὸς τῆς φυλῆς τοῦ Ἰσσάχαρ θὰ εἶναι ὁ Ναθαναήλ, υἱὸς τοῦ Σωγάρ·
- 6
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῆ καὶ ἀπογραφῆ ἦσαν πενῆντα τέσσερις χιλιάδες τετρακόσιοι (54.400).
- 7
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλών, ῾Ελιὰβ υἱὸς Χαιλών·
Κοντὰ εἰς τὴν φυλὴν τοῦ Ἰούδα, ἀπὸ τὸ ἄλλο μέρος, θὰ στρατοπεδεύσῃ τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Ζαβουλών μὲ τὶς στρατιωτικές του δυνάμεις· ἀρχηγὸς τῆς φυλῆς τοῦ Ζαβουλὼν θὰ εἶναι ὁ Ἑλιάβ, υἱὸς τοῦ Χαιλών·
- 8
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθ·η καὶ ἀπογραφῆ, ἦσαν πενῆντα ἑπτὰ χιλιάδες τετρακόσιοι (57.400).
- 9
πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς ᾿Ιούδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαιροῦσι.
Ὅλοι ὅσοι εἶχαν ἀριθμηθῆ καὶ ἀπογραφῆ καὶ οἱ ὁποῖοι ἀνῆκαν εἰς τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Ἰούδα, ἦσαν ἑκατὸν ὀγδόντα ἕξι χιλιάδες τετρακόσιοι (186.400). Οἱ στρατιωτικὲς αὐτὲς δυνάμεις θὰ ξεκινοῦν πρῶτες, ὅταν θὰ ἀρχίζῃ ἡ πορεία τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 10
τάγμα παρεμβολῆς Ρουβὴν πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ρουβήν, ῾Ελισοὺρ υἱὸς Σεδιούρ·
Εἰς τὴν νοτίαν πλευρὰν τῆς Σκηνῆς τοῦ Μαρτυρίου θὰ εἶναι στρατοπεδευμένον τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Ρουβήν, καὶ ἀρχηγὸς τῆς φυλῆς τοῦ Ρουβὴν θὰ εἶναι ὁ Ἑλισούρ, υἱὸς τοῦ Σεδιούρ·
- 11
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῆ καὶ ἀπογραφῆ, ἦσαν σαράντα ἕξι χιλιάδες πεντακόσιοι (46.500).
- 12
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί·
Κοντὰ εἰς τὴν φυλὴν τοῦ Ρουβήν, ἀπὸ τὸ ἕνα μέρος, θὰ στρατοπεδεύσῃ τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Συμεών, καὶ ἀρχηγὸς τῆς φυλῆς τοῦ Συμεὼν θὰ εἶναι ὁ Σαλαμιήλ, υἱὸς τοῦ Σουρισαδαί·
- 13
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῆ καὶ ἀπογραφῆ, ἦσαν πενῆντα ἐννέα χιλιάδες τριακόσιοι (59.300).
- 14
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γάδ, ῾Ελισὰφ υἱὸς Ραγουήλ·
Κοντὰ εἰς τὴν φυλὴν τοῦ Συμεών, ἀπὸ τὸ ἄλλο μέρος, θὰ στρατοπεδεύσῃ τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Γάδ, καὶ ἀρχηγὸς τῆς φυλῆς Γὰδ θὰ εἶναι ὁ Ἑλισάφ, υἱὸς τοῦ Ραγουήλ·
- 15
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῆ καὶ ἀπογραφῆ, ἦσαν σαράντα πέντε χιλιάδες ἑξακόσιοι πενῆντα (45.650).
- 16
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ρουβήν, ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσι.
Ὅλοι ὅσοι εἶχαν ἀριθμηθῆ καὶ ἀπογραφῆ καὶ οἱ ὁποῖοι ἀνῆκαν εἰς τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Ρουβήν, ἦσαν ἑκατὸν πενῆντα μία χιλιάδες τετρακόσιοι πενήντα (151.450). Οἱ στρατιωτικὲς αὐτὲς δυνάμεις θὰ ξεκινοῦν δεύτερες, ὅταν θὰ ρχίζῃ ἡ πορεία τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 17
καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβαλοῦσιν, οὕτω καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίας.
Κατόπιν θὰ ἀκολουθῇ ἡ Σκηνὴ τοῦ Μαρτυρίου καὶ ἡ παράταξις τῶν Λευϊτῶν εἰς τὸ μέσον ὅλου τοῦ στρατοπέδου· αὐτοὶ ὅπως θὰ στρατοπεδεύουν, κατὰ τὸν ἴδιον τρόπον καὶ θὰ προχωροῦν· ὁ καθένας κοντὰ εἰς τὸν ὡρισμένον ἀρχηγόν του.
- 18
Τάγμα παρεμβολῆς ᾿Εφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν ᾿Εφραίμ, ᾿Ελισαμὰ υἱὸς ᾿Εμιούδ·
Εἰς τὰ δυτικὰ τῆς Σκηνῆς τοῦ Μαρτυρίου θὰ εἶναι στρατοπεδευμένον τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Ἐφραίμ, καὶ ἀρχηγὸς τῆς φυλῆς τοῦ Ἐφραὶμ θὰ εἶναι ὁ Ἐλισαμά, υἱὸς τοῦ Ἐμιούδ·
- 19
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῆ καὶ ἀπογραφῆ, ἦσαν σαράντα χιλιάδες πεντακόσιοι (40.500).
- 20
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσῆ, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ·
Κοντὰ εἰς τὴν φυλὴν τοῦ Ἐφραίμ, ἀπὸ τὸ ἕνα μέρος, θὰ στρατοπεδεύσῃ τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Μανασσῆ, καὶ ἀρχηγὸς τῆς φυλῆς τοῦ Μανασσῆ θὰ εἶναι ὁ Γαμαλιήλ, υἱὸς τοῦ Φαδασσούρ·
- 21
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῆ καὶ ἀπογραφῆ, ἦσαν τριάντα δύο χιλιάδες διακόσιοι (32.200).
- 22
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμίν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμίν, ᾿Αβιδὰν υἱὸς Γαδεωνί·
Κοντὰ εἰς τὴν φυλὴν τοῦ Ἐφραίμ, ἀπὸ τὸ ἄλλο μέρος, θὰ στρατοπεδεύσῃ τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς Βενιαμίν, καὶ ἀρχηγὸς τῆς φυλῆς τοῦ Βενιαμὶν θὰ εἶναι ὁ Ἀβιδάν, υἱὸς τοῦ Γαδεωνί·
- 23
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῆ καὶ ἀπογραφῆ, ἦσαν τριάντα πέντε χιλιάδες τετρακόσιοι (35.400).
- 24
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς ᾿Εφραίμ, ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν, σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσι.
Ὅλοι ὅσοι εἶχαν ἀριθμηθῆ καὶ ἀπογραφῆ καὶ οἱ ὁποῖοι ἀνῆκαν εἰς τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Ἐφραίμ, ἦσαν ἑκατὸν ὀκτὼ χιλιάδες ἑκατὸν (108.100). Οἱ στρατιωτικὲς αὐτὲς δυνάμεις θὰ ξεκινοῦν τρίτες κατὰ σειράν, ὅταν θὰ ἀρχίζῃ ἡ πορεία τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 25
Τάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δάν, ᾿Αχιέζερ υἱὸς ᾿Αμισαδαί·
Εἰς τὰ βόρεια τῆς Σκηνῆς τοῦ Μαρτυρίου θὰ εἶναι στρατοπεδευμένον τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Δάν, καὶ ἀρχηγὸς τῆς φυλῆς τοῦ Δὰν θὰ εἶναι ὁ Ἀχιέζερ, υἱὸς τοῦ Ἀμισαδαί·
- 26
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῆ καὶ ἀπογραφῆ, ἦσαν ἑξῆντα δύο χιλιάδες ἑπτακόσιοι (62.700).
- 27
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλὴ ᾿Ασήρ, καὶ ὁ ἄρχων τῶν υἱῶν ᾿Ασήρ, Φαγεὴλ υἱὸς ᾿Εχράν·
Κοντὰ εἰς τὴν φυλὴν τοῦ Δάν, ἀπὸ τὸ ἕνα μέρος, θὰ στρατοπεδεύσῃ τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Ἀσήρ, καὶ ἀρχηγὸς τῆς φυλῆς τοῦ Ἀσὴρ θὰ εἶναι ὁ Φαγεήλ, υἱὸς τοῦ Ἐχράν·
- 28
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῆ καὶ ἀπογραφῆ, ἦσαν σαράντα μία χιλιάδες πεντακόσιοι (41.500).
- 29
καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλί, ᾿Αχιρὲ υἱὸς Αἰνάν·
Κοντὰ εἰς τὴν φυλὴν Δάν, ἀπὸ τὸ ἄλλο μέρος, θὰ στρατοπεδεύσῃ τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Νεφθαλί, καὶ ἀρχηγὸς τῆς φυλῆς τοῦ Νεφθαλὶ θὰ εἶναι ὁ Ἀχιρέ, υἱὸς τοῦ Αἰνάν.
- 30
δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
Ἡ στρατιωτική του δύναμις, ποὺ εἶχεν ἀριθμηθῆ καὶ ἀπογραφῆ, ἦσαν πενῆντα τρεῖς χιλιάδες τετρακόσιοι (53.400).
- 31
πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν ἑκατὸν καὶ πεντηκονταεπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσι κατὰ τάγμα αὐτῶν.
Ὅλοι ὅσοι εἶχαν ἀριθμηθῆ καὶ ἀπογραφῆ καὶ οἱ ὁποῖοι ἀνῆκαν εἰς τὸ στρατιωτικὸν σῶμα τῆς φυλῆς τοῦ Δάν, ἦσαν ἑκατὸν πενῆντα ἑπτὰ χιλιάδες ἑξακόσιοι (157.600). Οἱ στρατιωτικὲς αὐτὲς δυνάμεις θὰ ξεκινοῦν τελευταῖες κατὰ σειράν, ὅταν θὰ ἀρχίζῃ ἡ πορεία τοῦ Ἰσραηλιτικοῦ λαοῦ».
- 32
αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν ᾿Ισραὴλ κατ' οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.
Αυτὴ εἶναι ἡ ἐπιθεώρησις, ἀπογραφὴ καὶ ἀρίθμησις τῶν Ἰσραηλιτῶν κατὰ φυλές· τὸ σύνολον αὐτῶν ποὺ εἶχαν ἐπιθεωρηθῆ, ἀπογραφῆ καὶ ἀριθμηθῆ μὲ ὅλες τὶς στρατιωτικές των δυνάμεις ἦταν ἑξακόσιες τρεῖς χιλιάδες πεντακόσιοι πενήντα (603.550).
- 33
οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
Οἱ Λευῖται ὅμως δεν εἶχαν ἐπιθεωρηθῆ, οὔτε εἶχαν ἀπογραφῆ καὶ ἀριθμηθῆ μεταξὺ τῶν Ἰσραηλιτῶν, συμφώνως πρὸς τὴν ἐντολὴν ποὺ ἔδωσεν ὁ Κύριος εἰς τὸν Μωϋσῆν.
- 34
καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ πάντα, ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ·οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῇρον, ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν.
Καὶ οἱ Ἰσραηλῖται συνεμορφώθησαν πρὸς ὅλα, ὅσα εἶχε διατάξει ὁ Κύριος τὸν Μωϋσῆν· ἐστρατοπέδευσαν κατὰ στρατιωτικὰ τάγματα καὶ ἐξεκινοῦσαν καὶ ἐπροχωροῦσαν ὁ ἕνας κοντὰ εἰς τὸν ἄλλον ὠργανωμένοι κατὰ τὶς μεγάλες συγγένειες καὶ τὶς πατριαρχικές των οἰκογένειες.
