Αριθμοί, κεφάλαιο 1
- 1
ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινά, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων·
Ο Κύριος ἐμίλησε πρὸς τὸν Μωϋσῆν εἰς τὴν ἔρημον τοῦ Σινᾶ μέσα εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου, κατὰ τὴν πρώτην ἡμέραν τοῦ δευτέρου μηνός, τὸ δεύτερον ἔτος τῆς ἐξόδου τῶν Ἰσραηλιτῶν ἀπὸ τὴν Αἴγυπτον· (ὁ Κύριος ἐμίλησε) καὶ εἶπε πρὸς τὸν Μωϋσῆν:
- 2
λάβετε ἀρχὴν πάσης συναγωγῆς ᾿Ισραὴλ κατὰ συγγενείας, κατ' οἴκους πατριῶν αὐτῶν, κατ' ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν.
«Σὺ καὶ ὁ Ἀαρὼν νὰ ἀριθμήσετε καὶ νὰ κάμετε ἀπογραφὴν ὅλου τοῦ λαοῦ τοῦ Ἰσραὴλ κατὰ φυλὲς καὶ κατὰ πατριαρχικὲς οἰκογένειες. Κάμετε ἀπογραφὴν ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ ὁμαδικῶς, ἀλλὰ καὶ τῶν ὀνομάτων τῶν κατ' ἄτομον.
- 3
πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει ᾿Ισραήλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν, σὺ καὶ ᾿Ααρὼν ἐπισκέψασθε αὐτούς.
Θὰ μετρήσετε ὅλους τοὺς ἄρρενες ἀπὸ εἴκοσι ἐτῶν καὶ ἄνω, ὅλους ὅσοι ἀπὸ τοὺς Ἰσραηλίτες εἶναι γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Σὺ καὶ ὁ Ἄαρων θὰ τοὺς ἐπιθεωρήσετε, θὰ τοὺς ἀπογράψετε καὶ θὰ τοὺς ἀριθμήσετε κατὰ ὠργανωμένες στρατιωτικὲς ὁμάδες.
- 4
καὶ μεθ' ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατ' οἴκους πατριῶν ἔσονται.
Εἰς τὸ ἔργον αὐτὸ νὰ σᾶς συνοδεύῃ καὶ ἕνας ἄνδρας ἀπὸ κάθε φυλὴν ὡς βοηθός σας διὰ τὴν καταμέτρησιν· τὸ πρόσωπον αὐτὸ θὰ εἶναι ὁ ἀρχηγὸς τῆς κάθε πατριαρχικῆς οἰκογενείας (τῆς κάθε φυλῆς).
- 5
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ' ὑμῶν· τῶν Ρουβήν, ᾿Ελισοὺρ υἱὸς Σεδιούρ·
Τὰ ὀνόματα τῶν ἀνδρῶν, οἱ ὁποῖοι θὰ σᾶς βοηθήσουν εἰς τὸ ἔργον τῆς ἀπογραφῆς, εἶναι τὰ ἀκόλουθα: Ἀπὸ τὴν φυλὴν τοῦ Ρουβήν, ὁ Ἐλισούρ, υἱὸς τοῦ Σεδιούρ·
- 6
τῶν Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί·
ἀπὸ τὴν φυλὴν τοῦ Συμεών, ὁ Σαλαμιήλ, υἱὸς τοῦ Σουρισαδαί·
- 7
τῶν ᾿Ιούδα, Ναασσὼν υἱὸς ᾿Αμιναδάβ·
ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα, ὁ Ναασσών, υἱὸς τοῦ Ἀμιναδάβ·
- 8
τῶν ᾿Ισσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ·
ἀπὸ τὴν φυλὴν τοῦ Ἰσσάχαρ, ὁ Ναθαναήλ, υἱὸς τοῦ Σωγάρ·
- 9
τῶν Ζαβουλών, ᾿Ελιὰβ υἱὸς Χαιλών·
ἀπὸ τὴν φυλὴν τοῦ Ζαβουλών, ὁ Ἐλιάβ, υἱὸς τοῦ Χαιλών·
- 10
τῶν υἱῶν ᾿Ιωσήφ, τῶν ᾿Εφραίμ, ᾿Ελισαμὰ υἱὸς ᾿Εμιούδ, τῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασούρ·
ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἰωσὴφ ὡς ἐξῆς: Ἀπὸ τὴν οἰκογένειαν τοῦ Ἐφραὶμ ὁ Ἐλισαμά, υἱὸς τοῦ Ἐμιούδ, καὶ ἀπὸ τὴν οἰκογένειαν τοῦ Μανασσῆ, ὁ Γαμαλιήλ, υἱὸς τοῦ Φαδασούρ·
- 11
τῶν Βενιαμίν, ᾿Αβιδὰν υἱὸς Γαδεωνί·
ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμίν, ὁ Ἀβιδάν, υἱὸς τοῦ Γαδεωνί·
- 12
τῶν Δάν, ᾿Αχιέζερ υἱὸς ᾿Αμισαδαΐ·
ἀπὸ τὴν φυλὴν τοῦ Δάν, ὁ Ἀχιέζερ, υἱὸς τοῦ Ἀμισαδαΐ·
- 13
τῶν ᾿Ασήρ, Φαγαϊὴλ υἱὸς ᾿Εχράν·
ἀπὸ τὴν φυλὴν τοῦ Ἀσήρ, ὁ Φαγαϊήλ, υἱὸς τοῦ Ἐχράν·
- 14
τῶν Γάδ, ᾿Ελισὰφ υἱὸς Ραγουήλ·
ἀπὸ τὴν φυλὴν τοῦ Γάδ, ὁ Ἐλισάφ, υἱὸς τοῦ Ραγουήλ·
- 15
τῶν Νεφθαλί, ᾿Αχιρὲ υἱὸς Αἰνάν.
ἀπὸ τὴν φυλὴν τοῦ Νεφθαλί, ὁ Ἀχιρέ, υἱὸς τοῦ Αἰνάν».
- 16
οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριὰς αὐτῶν, χιλίαρχοι ᾿Ισραήλ εἰσι.
Αὐτοὶ ἦσαν οἱ διάλεκτοι καὶ οἱ ἔνδοξοι ἄνδρες τοῦ Ἰσραηλιτικοῦ λαοῦ, οἱ ἀρχηγοὶ τῶν πατριαρχικῶν ωῶν οἰκογενειῶν· καθένας ἀπὸ αὐτοὺς ἦταν ἡγέτης χιλίων Ἰσραηλιτικῶν οἰκογενειῶν.
- 17
καὶ ἔλαβε Μωυσῆς καὶ ᾿Ααρὼν τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος
Ὁ Μωϋσῆς καὶ ὁ Ἀαρὼν ἐπῆραν ὡς βοηθούς των τοὺς ἄνδρες αὐτούς, οἱ ὁποῖοι ἐκλήθησαν ὀνομαστικῶς
- 18
καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν,
καὶ συνεκέντρωσαν ὅλο τὸ πλῆθος τῶν Ἰσραηλιτῶν τὴν ἰδίαν ἡμέραν ποὺ ἔλαβε τὴν ἐντολὴν ὁ Μωυσῆς, δηλαδὴ τὴν πρώτην ἡμέραν τοῦ δευτέρου μηνὸς καὶ ἔτους τῆς ἐξόδου των ἀπὸ τὴν Αἴγυπτον, καὶ ἄρχισαν νὰ καταγράφουν ὅλους τοὺς ἄρρενες κατὰ τὶς φυλὲς καὶ κατὰ τὶς πατριαρχικὲς οἰκογένειές των, ὁμαδικῶς καὶ κατ' ἄτομον ἀπὸ τῆς ἡλικίας τῶν εἴκοσι ἐτῶν καὶ ἄνω.
- 19
ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τοῦ Σινά.
Ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν, ἔτσι καὶ ἔγινεν ἡ ἀπογραφὴ τοῦ λαοῦ εἰς τὴν ἔρημον τοῦ Σινᾶ.
- 20
Καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραὴλ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἔγινε ἡ ἀρίθμησις ὅλων τῶν ἀρρένων τῆς φυλῆς τοῦ Ρουβήν, τοῦ πρωτοτόκου υἱοῦ τοῦ Ἰακώβ, τῶν ἀρρένων ἐκείνων ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες, συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 21
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ρουβὴν ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Ρουβὴν ἦσαν σαράντα ἕξι χιλιάδες πεντακόσιοι (46,500).
- 22
τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἔγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆς Συμεὼν ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 23
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Συμεὼν ἦσαν πενήντα ἐννέα χιλιάδες τριακόσιοι (59,300).
- 24
τοῖς υἱοῖς ᾿Ιούδα κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἔγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆς Ἰούδα, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 25
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ᾿Ιούδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα ἦσαν ἑβδομῆντα τέσσερις χιλιάδες ἑξακόσιοι (74.600).
- 26
τοῖς υἱοῖς ᾿Ισσάχαρ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἔγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆ Ἰσσάχαρ, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς
- 27
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ᾿Ισσάχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Ἰσσάχαρ ἦσαν πενήντα τέσσερις χιλιάδες τετρακόσιοι (54.400).
- 28
τοῖς υἱοῖς Ζαβουλὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατ' ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἐγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆς Ζαβουλών, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 29
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλὼν ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Ζαβουλὼν ἦσαν πενήντα ἑπτὰ χιλιάδες τετρακόσιοι (57.400).
- 30
τοῖς υἱοῖς ᾿Ιωσὴφ υἱοῖς ᾿Εφραὶμ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἐγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆς Ἐφραίμ, υἱοῦ τοῦ Ἰωσήφ, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 31
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ᾿Εφραὶμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Ἐφραὶμ ἦσαν σαράντα χιλιάδες πεντακόσιοι (40.500).
- 32
τοῖςυἱοῖς Μανασσῆ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἔγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆς Μανασσῆ, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 33
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσῆ δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Μανασσῆ ἦσαν τριάντα δύο χιλιάδες διακόσιοι (32.200).
- 34
τοῖςυἱοῖς Βενιαμὶν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἔγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆς Βενιαμίν, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ να πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 35
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμὶν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Βενιαμὶν ἦσαν τριάντα πέντε χιλιάδες καὶ τετρακόσιοι (35.400).
- 36
τοῖςυἱοῖς Γὰδ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἔγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆς Γάδ, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 37
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γὰδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Γὰδ ἦσαν σαράντα πέντε χιλιάδες ἑξακόσιοι πενήντα (45.650).
- 38
τοῖςυἱοῖς Δὰν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἔγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆς Δάν, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω · ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 39
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Δὰν ἦσαν ἑξῆντα δύο χιλιάδες ἑπτακόσιοι (62.700).
- 40
τοῖςυἱοῖς ᾿Ασὴρ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἔγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆς Ἀσήρ, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν. Ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 41
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ᾿Ασὴρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῇ ἀπὸ τὴν φυλὴν τοῦ Ἀσὴρ ἦσαν σαράντα μία χιλιάδες πεντακόσιοι (41.500).
- 42
τοῖςυἱοῖς Νεφθαλὶ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,
Ἔγινε ἡ ἀρίθμησις τῶν ἀρρένων τῆς φυλῆς Νεφθαλί, ποὺ ἦσαν ἡλικίας εἴκοσι ἐτῶν καὶ ἄνω· ὅλων ὅσοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ να πολεμήσουν. ἡ ἀρίθμησις ἔγινε κατὰ φυλὲς καὶ κατὰ δήμους, κατὰ πατριαρχικὲς οἰκογένειες συνολικῶς καὶ κατ' ἄτομον ὀνομαστικῶς·
- 43
ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλὶ τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
ὅσοι εἶχαν καταμετρηθῆ ἀπὸ τὴν φυλὴν τοῦ Νεφθαλὶ ἦσαν πενήντα τρεῖς χιλιάδες τετρακόσιοι (53.400).
- 44
αὕτη ἡ ἐπίσκεψις, ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ ᾿Ααρὼν καὶ οἱ ἄρχοντες ᾿Ισραήλ, δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν.
Αὐτὴ εἶναι ἡ ἐπιθεώρησις, ἡ ἀπογραφῇ καὶ ἡ ἀρίθμησις, ποὺ ἔκαμαν οἱ Μωϋσῆς καὶ Ἀαρὼν καὶ οἱ δώδεκα ἄρχοντες τοῦ Ἰσραηλιτικοῦ λαοῦ· ἕνας ἄρχων ἀπὸ κάθε φυλήν, ὁ ὁποῖος ἦταν ὁ ἀρχηγὸς κάθε πατριαρχικῆς οἰκογενείας.
- 45
καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν ᾿Ισραὴλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν ᾿Ισραήλ,
Καὶ ὁ συνολικὸς ἀριθμὸς τῆς ἀπογραφῆς τοῦ Ἰσραηλιτικοῦ λαοῦ κατὰ ὠργανωμένες ὁμάδες, ἀπὸ τῆς ἡλικίας τῶν εἴκοσι ἐτῶν καὶ ἄνω, οἱ ὁποῖοι ἦσαν γεροὶ καὶ ἀρτιμελεῖς καὶ ἑπομένως ἱκανοὶ νὰ πολεμήσουν,
- 46
ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα.
ἦτο ἑξακόσιες τρεῖς χιλιάδες πεντακόσιοι πενήντα (603.550).
- 47
Οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς ᾿Ισραήλ.
Ἡ φυλὴ τοῦ Λευῒ ὅμως δὲν ἐπεθεωρήθη, ὥστε νὰ ἀπογραφοῦν καὶ μετρηθοῦν οἱ ἀπόγονοι τοῦ Λευῒ μεταξὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ,
- 48
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
διότι ὁ Κύριος ἐμίλησεν εἰς τὸν Μωϋσῆν καὶ εἶπε:
- 49
ὅρα, τὴν φυλὴν Λευὶ οὐ συνεπισκέψῃ, καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήψῃ ἐν μέσῳ υἱῶν ᾿Ισραήλ.
«Πρόσεξε! Τὴν φυλὴν τοῦ Λευῒ δὲν θὰ τὴν ἐπιθεωρήσῃς καὶ δὲν θὰ ἀπογράψῃς οὔτε θὰ ἀριθμήσῃς τὸ σύνολον τῶν ἀπογόνων της μεταξὺ τῶν ἄλλων Ἰσραηλιτῶν·
- 50
καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ· αὐτοὶ ἀροῦσι τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσι.
ἀντὶ αὐτοῦ νὰ ἀναθέσῃς εἰς τοὺς ἀπογόνους τῆς φυλῆς τοῦ Λευῒ τὴν φροντίδα τῆς Σκηνῆς τοῦ Μαρτυρίου καὶ τὴν φροντίδα ὅλων τῶν ἱερῶν σκευῶν τῆς Σκηνῆς καὶ ὅλων ἐκείνων, ποὺ ὑπάρχουν εἰς αὐτήν. Οἱ Λευῖται θὰ λύουν, θὰ σηκώνουν καὶ θὰ μεταφέρουν τὴν Σκηνὴν καὶ ὅλα τὰ σκεύη της· αὐτοὶ θὰ ὑπηρετοῦν ὡς βοηθοὶ τῶν ἱερέων μέσα εἰς τὴν Σκηνὴν καὶ αὐτοὶ θὰ στρατοπεδεύουν γύρω ἀπὸ τὴν Σκηνήν.
- 51
καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνήν, καθελοῦσιν αὐτὴν οἱ Λευῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνήν, ἀναστήσουσι· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω.
ἀντὶ αὐτοῦ νὰ ἀναθέσῃς εἰς τοὺς ἀπογόνους τῆς φυλῆς τοῦ Λευῒ τὴν φροντίδα τῆς Σκηνῆς τοῦ Μαρτυρίου καὶ τὴν φροντίδα ὅλων τῶν ἱερῶν σκευῶν τῆς Σκηνῆς καὶ ὅλων ἐκείνων, ποὺ ὑπάρχουν εἰς αὐτήν. Οἱ Λευῖται θὰ λύουν, θὰ σηκώνουν καὶ θὰ μεταφέρουν τὴν Σκηνὴν καὶ ὅλα τὰ σκεύη της· αὐτοὶ θὰ ὑπηρετοῦν ὡς βοηθοὶ τῶν ἱερέων μέσα εἰς τὴν Σκηνὴν καὶ αὐτοὶ θὰ στρατοπεδεύουν γύρω ἀπὸ τὴν Σκηνήν.
- 52
καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ ᾿Ισραήλ, ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν.
Οἱ ὑπόλοιποι Ἰσραηλῖται (ἐκτὸς τῶν Λευϊτῶν) θὰ στρατοπεδεύουν ὁ καθένας εἰς ὡρισμένην θέσιν, κάτω ἀπὸ τὴν ἀρχηγίαν τοῦ ἄρχοντός του, ἀναλόγως τῆς (ὠργανωμένης στρατιωτικῆς μονάδος εἰς τὴν ὁποίαν ἀνήκει.
- 53
οἱ δὲ Λευῖται παρεμβαλλέτωσαν ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς ᾿Ισραήλ· καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου.
Ἐνῳ οἱ Λευῖται θὰ στρατοπεδεύουν ἀπέναντι τῶν ἄλλων Ἰσραηλιτῶν γύρω - γύρω ἀπὸ τὴν Σκηνὴν τοῦ Μαρτυρίου ἔτσι, ὥστε νὰ μὴ πλησιάζουν οἱ ἄλλοι Ἰσραηλῖται κοντὰ εἰς τὴν Σκηνὴν καὶ ἁμαρτάνουν, ὁπότε θὰ τιμωρηθοῦν. Μόνον οἱ Λευῖται θὰ εἶναι οἱ φύλακες καὶ οἱ φρουροὶ τῆς Σκηνῆς τοῦ Μαρτυρίου».
- 54
καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ κατὰ πάντα, ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ ᾿Αραρών, οὕτως ἐποίησαν.
Καὶ οἱ Ἰσραηλῖται συνεμορφώθησαν εἰς ὅλα, ὅσα διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν καὶ τὸν Ἄαρων· ὅπως τοὺς διέταξεν ὁ Κύριος, ἔτσι ἀκριβῶς καὶ ἔκαμαν.
