Αγγαίος, κεφάλαιο 2
- 1
Τῼ μηνὶ τῷ ἑβδόμῳ, μιᾷ καὶ εἰκάδι τοῦ μηνός, ἐλάλησε Κύριος ἐν χειρὶ ᾿Αγγαίου τοῦ προφήτου λέγων·
Κατὰ τὴν εἰκοστὴν πρώτην ἡμέραν τοῦ ἑβδόμου μηνὸς τοῦ Ἰουδαϊκοῦ θρησκευτικοῦ ἔτους, τοῦ Τισρί, ὡμίλησεν ὁ Κύριος διὰ τοῦ προφήτου Ἀγγαίου καὶ εἶπε τὰ ἀκόλουθα:
- 2
εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ πρὸς ᾿Ιησοῦν τοῦ ᾿Ιωσεδὲκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων·
«Εἰπὲ λοιπὸν πρὸς τόν «κυβερνήτην τῆς Ἰουδαίας» Ζοροβάβελ, τὸν υἱὸν τοῦ Σαλαθιήλ, ὁ ὁποῖος κατάγεται ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα, καὶ πρὸς τὸν ἀρχιερέα Ἰησοῦν, τὸν υἱὸν τοῦ ,ἀρχιερέως» Ἰωσεδέκ, καὶ πρὸς ὅλους, ὅσοι εἶχαν ἀπομείνει ἀπὸ τὸν Ἰσραηλιτικὸν λαὸν μετὰ τὴν Βαβυλώνιον αἰχμαλωσίαν, τὰ ἀκόλουθα:
- 3
τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;
Πρὶν καταστροφῇ ὁ Ναὸς τοῦ Σολομῶντος, ποῖος ἀπὸ σᾶς ἐζοῦσε, ὁ ὁποῖος εἶχεν ἴδει τὸν Ναὸν ἐκεῖνον εἰς τὴν προηγουμένην του δόξαν, λαμπρότητα καὶ μεγαλοπρέπειαν; Καὶ πῶς βλέπετε αὐτόν, ποὺ τώρα ἔχομεν ἀνοικοδομήσει; Δὲν σᾶς φαίνεται ὅτι, συγκρινόμενος πρὸς τὸν πρῶτον Ναὸν τοῦ Σολομῶντος, ὑστερεῖ καὶ εἶναι ὡσὰν νὰ μὴ ὑπάρχῃ ἐνώπιόν σας;
- 4
καὶ νῦν κατίσχυε, Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε, ᾿Ιησοῦ ὁ τοῦ ᾿Ιωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε· διότι μεθ᾿ ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος ὁ παντοκράτωρ,
Ἀλλὰ τώρα πάρε θάρρος καὶ δύναμιν, Ζοροβάβελ, λέγει ὁ Κύριος! Λάβε θάρρος καὶ δύναμιν, ἀρχιερέα Ἰησοῦ, υἱὲ τοῦ Ἰωσεδέκ! Λάβετε θάρρος καὶ δύναμιν, ὅλος ὁ λαὸς τῆς χώρας, λέγει ὁ Κύριος, λάβετε θάρρος καὶ ἐργάζεσθε· διότι Ἑγὼ εἶμαι μαζί σας, λέγει ὁ Παντοκράτωρ Κύριος,
- 5
καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε,
καὶ τὸ πνεῦμα μου, δηλαδὴ ἡ θεία δύναμις, ἡ χάρις καὶ ἡ κηδεμονία μου, εἶναι μαζί σας καὶ μεταξύ σας, διὰ νὰ σᾶς ἐνισχύουν· ἔχετε λοιπὸν θάρρος καὶ μὴ λιποψυχεῖτε,
- 6
διότι τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν·
διότι αὐτὰ λέγει ὁ Παντοκράτωρ Κύριος: Ἀκόμη μίαν φορὰν ἐγώ θὰ σείσω τὸν ἔναστρον οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν·
- 7
καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ.
καὶ θὰ συγκλονίσω ὅλα τὰ ἔθνη, ὅλα δὲ τὰ πλούτη, οἱ θησαυροί, καὶ γενικῶς κάθε πολύτιμον πρᾶγμα ὅλων τῶν ἐθνῶν, θὰ εἰσρεύσουν ἐδῶ· καὶ θὰ γεμίσω τὸν Ναὸν αὐτόν, ποὺ τώρα ἀνοικοδομήσατε, μὲ λαμπρότητα καὶ δόξαν, ἕνεκα τοῦ πλούτου ποὺ θὰ συγκεντρωθῇ, λέγει ὁ Παντοκράτωρ Κύριος.
- 8
ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ.
Δὲν σφετερίζομαι «=δὲν κάνω ἰδικά μου» ξένα ἀγαθά· ἰδικόν μου εἶναι τὸ ἀσήμι καὶ ἰδικόν μου εἶναι τὸ χρυσάφι, λέγει ὁ Παντοκράτωρ Κύριος.
- 9
διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον. -
Διότι ὁ σημερινὸς πλοῦτος, ἡ λαμπρότης καὶ ἡ δόξα τοῦ νέου αὐτοῦ Ναοῦ θὰ ξεπερνοῦν κατὰ πολὺ ἐκείνους τοῦ πρώτου Ναοῦ, λέγει ὁ Παντοκράτωρ Κύριος. Καὶ εἰς τὸν τόπον τοῦτον θὰ δώσω εἰρήνην, λέγει ὁ Παντοκράτωρ Κύριος, εἰρήνην ψυχῆς πρὸς ἀνακούφισιν, ἐνίσχυσιν καὶ διατήρησιν τοῦ θάρρους εἰς καθένα, ποὺ ἐργάζεται διὰ τὸ κτίσιμον καὶ τὴν ἀνοικοδόμησιν τοῦ Ναοῦ αὐτοῦ».
- 10
Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνός, ἔτους δευτέρου, ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς ᾿Αγγαῖον τὸν προφήτην λέγων·
Κατὰ τὴν εἰκοστὴν τετάρτην ἡμέραν τοῦ ἐνάτου μηνὸς τοῦ Ἰουδαϊκοῦ θρησκευτικοῦ ἔτους, τοῦ Κισλεῦ, τοῦ δευτέρου ἔτους τῆς βασιλείας τοῦ βασιλιᾶ τῶν Περσῶν Δαρείου «Α' τοῦ Ὑστάσπους», ὁ Κύριος ὡμίλησε πάλιν πρὸς τὸν προφήτην Ἀγγαῖον καὶ τοῦ εἶπεν:
- 11
τάδε λέγει Κύριος παντοκράτωρ· ἐπερώτησον δὴ τοὺς ἱερεῖς νόμον λέγων·
«Αὐτὰ λέγει ὁ Παντοκράτωρ Κύριος· «Ἐρώτησε καὶ ζήτησε συμβουλὴν ἀπὸ τοὺς ἱερεῖς, σχετικὴν μὲ τὴν ἑρμηνείαν τοῦ Νόμου:
- 12
ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψήματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν· οὔ.
Ἐὰν κάποιος ἄνθρωπος μὲ τὸ ἄκρον τοῦ ἐπανωφορίου του λάβῃ κρέας, τὸ ὁποῖον ἔχει ἁγιασθῇ ἀπὸ τὶς θυσίες, ποὺ προσεφέρθησαν εἰς τὸν Θεόν, ἐγγίσῃ δὲ τὸ ἄκρον αὐτὸ τοῦ ἐπανωφορίου του ψωμὶ ἢ φαγητὸν μαγειρευμένον ἢ κρασὶ ἢ λάδι ἢ ὁποιοδήποτε φαγώσιμον, τὸ πρᾶγμα αὐτὸ θὰ ἁγιασθῇ;». Οἱ ἱερεῖς ἀπεκρίθησαν καὶ εἶπαν: «Ὄχι!»
- 13
καὶ εἶπεν ᾿Αγγαῖος· ἐὰν ἅψηται μεμιασμένος ἀκάθαρτος ἐπὶ ψυχῇ ἐπὶ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν· μιανθήσεται.
Κατόπιν ὁ Ἀγγαῖος ἐρώτησε τοὺς ἱερεῖς: «Ἐὰν κάποιος ἄνθρωπος, ποὺ εἶναι σύμφωνα μὲ τὸν Νόμον μολυσμένος καὶ ἀκάθαρτος, ἐπειδὴ ἄγγισε πτῶμα νεκροῦ, ἐγγίσῃ κάποιο ἀπὸ τὰ ἀνωτέρω πράγματα, θὰ μολονθοῦν καὶ αὐτά;» Οἱ ἱερεῖς ἀπεκρίθησαν καὶ εἶπαν: «Θὰ μολονθοῦν καὶ θὰ γίνουν ἀκάθαρτα».
- 14
καὶ ἀπεκρίθη ᾿Αγγαῖος καὶ εἶπεν· οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν, ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας
Τότε ὁ Ἀγγαῖος ἀπεκρίθη καὶ εἶπεν ἀνοικτὰ τὴν γνώμην του. «Τὸ ἴδιον συμβαίνει καὶ μὲ τὸν λαὸν αὐτὸν τὸ ἴδιον συμβαίνει μὲ τὸ ἔθνος αὐτό, τὸ Ἰουδαϊκόν, ἐνώπιόν μου, λέγει ὁ Κύριος· τὸ ἴδιον συμβαίνει μὲ ὅλα τὰ ἔργα τῶν χεριῶν των. Ὅποιος δηλαδὴ εἶναι μολυσμένος ἕνεκα τῶν δωροδοκιῶν, ποὺ ἔλαβε πρωΐ - πρωΐ, καὶ ἀγγίσῃ εἰς τὸ θυσιαστήριον διὰ νὰ προσφέρῃ θυσίαν, δὲν θὰ ἁγιασθῇ· ἀπ’ ἐναντίας θὰ μολυνθῇ, θὰ γίνῃ νομικῶς ἀκάθαρτος. Οἱ Ἰσραηλῖται, ποὺ φέρονται ἔτσι, θὰ δοκιμάσουν ὀδύνην καὶ στενοχωρίαν μεγάλην ἕνεκα τῶν αμαρτωλῶν κόπων καὶ ἔργων των. Ἐπὶ πλέον σεῖς, οἱ Ἰσραηλῖται, ἐμισούσατε τοὺς γνησίους προφήτας, οἱ ὁποῖοι σᾶς ἤλεγχαν δημοσίως, φανερά, ἐμπρὸς εἰς τὶς πύλες τῆς πόλεως.
- 15
καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου,
Καὶ τώρα σκεφθῆτε προσεκτικά, ἐξετάσατε μὲ πᾶσαν ἀκρίβειαν καὶ προσοχὴν τὴν ὅλην σας συμπεριφορὰν ἀπὸ τὴν ἡμέραν αὐτὴν καὶ προηγουμένως· πρὶν ἀρχίσετε νὰ βάζετε τὴν μίαν πέτραν ἐπάνω εἰς τὴν ἄλλην, πρὶν δηλαδὴ ἀρχίσετε νὰ κτίζετε τὸν Ναὸν τοῦ Κυρίου·
- 16
τίνες ᾖτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγένοντο κριθῆς δέκα σάτα· καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι.
ἐξετάσατε μὲ προσοχὴν εἰς ποίαν κατάστασιν εὑρίσκεσθε, ὅταν ἐσπέρνατε «ἢ κατ’ ἄλλους: Ἀποθηκεύατε» μεγάλην ποσότητα κριθαριοῦ - εἴκοσι σάτα - καὶ ἐθερίζατε «ἢ κατ’ ἄλλους: Εὑρίσκατε εἰς τὴν ἀποθήκην» τὴν μισὴν ποσότητα, μόνον δέκα σάτα! Ἐμπαίνατε εἰς τὸ ὑπολήνιον «πολῆμι, πολῆνι» διὰ νὰ ἀντλήσετε πενῆντα μετρητὰς κρασιοῦ καὶ εὐρίσκατε μόνον εἴκοσι.
- 17
ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος.
Ὅλα αὐτὰ συνέβησαν, διότι σᾶς ἐκτύπησα μὲ ἀφορίαν καὶ ἀκαρπίαν τῆς γῆς καὶ μὲ καταστροφές, ποὺ ἐπροξενήθησαν ἀπὸ καυστικοὺς ἀνέμους· καὶ μὲ χαλάζι κατέστρεψα ὅλους τοὺς κόπους τῶν χεριῶν σας. Παρ’ ὅλα ὅμως αὐτὰ δὲν ἐπεστρέψατε μὲ μετάνοιαν εἰς Ἐμέ, λέγει ὁ Κύριος.
- 18
ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα· ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας, ἧς τεθεμελίωται ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν,
Στοχασθῆτε λοιπὸν προσεκτικὰ καὶ σκεφθῆτε ἀπὸ τὴν σημερινὴν ἡμέραν καὶ ὀπίσω· δηλαδὴ τὴν περίοδον, ποὺ ἐπέρασεν ἀπὸ τὴν εἰκοστὴν τετάρτην ἡμέραν τοῦ ἐνάτου μηνός «τοῦ Κισλεῦ» τοῦ Ἰουδαϊκοῦ θρησκευτικοῦ ἔτους «520 π.Χ.» μέχρι τὴν ἡμέραν ἐκείνην, κατὰ τὴν ὁποίαν εἶχεν ἀρχίσει ἡ θεμελίωσις τοῦ Ναοῦ τοῦ Κυρίου «537/536 π.Χ.». Φέρετε εἰς τὴν σκέψιν σας ὅλην αὐτὴν τὴν περίοδον, ποὺ ἐπέρασε, καὶ προσέξετε καλά·
- 19
εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ροὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω. -
τὸ ἁλῶνι σας δὲν ἐγνώρισεν ἀφθονίαν θημωνιῶν σιταριοῦ, οὔτε τὰ ἀμπέλια, οὔτε οἰ συκιές, οὔτε οἰ ροδιές, οὔτε τὰ ἐλαιόδενδρα παρήγαγαν καρπούς. Ἀπὸ τὴν ἡμέραν ὅμως αὐτὴν καὶ εἰς τὸ ἑξῆς θὰ σᾶς εὐλογήσω».
- 20
Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς ᾿Αγγαῖον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων·
Καὶ ὁ Κύριος ὡμίλησε διὰ δευτέραν φορὰν πρὸς τὸν προφήτην Ἀγγαῖον κατὰ τὴν εἰκοστὴν τετάρτην ἡμέραν τοῦ «ἐνάτου» μηνὸς καὶ τοῦ εἶπεν:
- 21
εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα λέγων· ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν
«Εἰπὲ πρὸς τὸν «κυβερνήτην τῆς Ἰουδαίας» Ζοροβάβελ, τὸν υἱὸν τοῦ Σαλαθιήλ, ὁ ὁποῖος κατάγεται ἀπὸ τὴν φυλὴν τοῦ Ἰούδα, τὰ ἀκόλουθα: «Ἐγὼ σείω τὸν ἔναστρον οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν·
- 22
καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλοθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ρομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.
θὰ ἀνατρέψω καὶ θὰ καταστρέψω θρόνους βασιλέων καὶ θὰ ἐξολοθρεύσω τὴν στρατιωτικὴν δύναμιν τῶν ἐθνικῶν βασιλέων· θὰ καταστρέψω δὲ πολεμικὰ ἅρματα καὶ τὰ πληρώματά των. Οἱ πολεμικοὶ ἵπποι καὶ οἰ ἱππεῖς των θὰ ἀνατραποῦν, θὰ πέσουν κάτω, καὶ θὰ ὁρμοῦν ὁ καθένας κατὰ τοῦ ἀδελφοῦ του, θὰ ἀλληλοφονεύονται δὲ μὲ τὸ πλατὺ καὶ μεγάλο ἀμφίστομον σπαθί.
- 23
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιήλ, τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει Κύριος παντοκράτωρ.
Κατὰ τὴν ἡμέραν ἐκείνην, κατὰ τὴν ὁποίαν θὰ καταστρέψω τὰ ἔθνη, λέγει ὁ Παντοκράτωρ Κύριος, θὰ λάβω σέ, τὸν Ζοροβάβελ, τὸν υἱὸν τοῦ Σαλαθιήλ, τὸν δοῦλον μου, λέγει ὁ Κύριος, καὶ θὰ σὲ ἀναδείξω καὶ θὰ σὲ καταστήσω περιφανῆ καὶ περίβλεπτον διὰ σοῦ θὰ παράσχω κάθε ἀσφάλειαν εἰς τὸν λαόν, ἀφοῦ θὰ σὲ θέσω ὡς πολύτιμον σφραγῖδα ἀσφαλείας εἰς τὸ δακτυλίδι μου· διότι σὲ ἔχω προτιμήσει καὶ ἐκλέξει», λέγει ὁ παντοκράτωρ Κύριος».
