Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΑΓΓΑΙΟΣ

Αγγαίος, κεφάλαιο 1

15 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (2)
  1. 1

    ΕΝ τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Αγγαίου τοῦ προφήτου λέγων· εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ πρὸς ᾿Ιησοῦν τὸν τοῦ ᾿Ιωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων·

    Κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ βασιλιᾶ τῶν Περσῶν Δαρείου «Α’ τοῦ Ὑστάσπους» καὶ κατὰ τὴν πρώτην ἡμέραν τοῦ ἕκτου μηνός «τοῦ Ἰουδαϊκοῦ θρησκευτικοῦ ἔτους» ὡμίλησεν ὁ Κύριος διὰ μέσου τοῦ προφήτου Ἀγγαίου καὶ εἶπε τὰ ἀκόλουθα: «Εἰπὲ πρὸς τὸν «κυβερνήτην τῆς Ἰουδαίας» Ζοροβάβελ, τὸν υἱὸν τοῦ Σαλαθιήλ, ὁ ὁποῖος κατάγεται ἀπὸ τὴν φυλὴν Ἰούδα, καὶ πρὸς τὸν ἀρχιερέα Ἰησοῦν, τὸν υἱὸν τοῦ «ἀρχιερέως» Ἰωσεδέκ, τὰ ἑξῆς:

  2. 2

    τάδε λέγει Κύριος παντοκράτωρ λέγων· ὁ λαὸς οὗτος λέγουσιν· οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.

    Αὐτὰ ἀνακοινώνει πρὸς σᾶς ὁ παντοκράτωρ Κύριος· «ὁ λαὸς αὐτός, ποὺ ἐπέστρεψεν ἀπὸ τὴν Βαβυλώνιον αἰχμαλωσίαν, λέγει· δὲν ἔχει φθάσει ἀκόμη ὁ κατάλληλος χρόνος διὰ τὴν ἀνοικοδόμησιν τοῦ Ναοῦ τοῦ Κυρίου».

  3. 3

    καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ ᾿Αγγαίου τοῦ προφήτου λέγων·

    Ὡμίλησε λοιπὸν τότε ὁ Κύριος καὶ ἀπεκάλυψε διὰ τοῦ προφήτου Ἀγγαίου τὰ ἀκόλουθα, λέγων:

  4. 4

    εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται;

    «Ὥστε λοιπὸν διὰ σᾶς μὲν τοὺς ἰδίους εἶναι καιρὸς να κατοικῆτε εἰς τὰ μεγαλοπρεπῆ, θολωτὰ καὶ στολισμένα μὲ πολυτελῆ σκαλίσματα σπίτια σας, δὲν ἦλθεν ὅμως ὁ καιρὸς τῆς ἀνοικοδομήσεως τοῦ Ναοῦ; Καὶ ἔτσι ὁ Ναὸς αὐτὸς τοῦ Κυρίου συνεχίζει νὰ παραμένῃ ἐρειπωμένος; Ἀσφαλῶς ὄχι!

  5. 5

    καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ· τάξατε δὴ καρδίας ὑμῶν εἰς τὰς ὁδούς ὑμῶν.

    Διὰ τοῦτο αὐτὰ λέγει τώρα ὁ παντοκράτωρ Κύριος σκεφθῆτε ὀρθὰ καὶ λογικά, γίνετε κριταὶ τῶν ἔργων καὶ τῆς διαγωγῆς σας, στοχασθῆτε εἰς ὅσα σᾶς συμβαίνουν.

  6. 6

    ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.

    Ἐκοπιάσατε καὶ ἐσπείρατε πολὺν σπόρον, ἐθερίσατε ὅμως ὀλίγον καρπὸν ἐφάγατε, ἀλλὰ δὲν ἐχορτάσατε· ἤπιατε κρασί, ἀλλὰ δὲν τὸ ἀπολαύσατε καὶ δὲν ἐμεθύσατε· ἐντυθήκατε, ἀλλὰ δὲν ζεσταθήκατε μὲ αὐτὰ ποὺ ἐφορέσατε. Ἀλλὰ καὶ ἐκεῖνος, ποὺ συνεκέντρωσε τὸν μισθὸν ἢ τὰ κέρδη τοῦ ἐμπορίου του, εἰς τίποτε δὲν ὠφελήθη, ἀφοῦ τὰ συνεκέντρωσεν εἰς τρύπιο κομπόδεμα, ἀπὸ τὸ ὁποῖον ἐσκορπίσθησαν!

  7. 7

    τάδε λέγει Κύριος παντοκράτωρ· θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·

    Αὐτὰ λέγει ὁ Κύριος ὁ παντοκράτωρ· σκεφθῆτε λογικά, μὲ σωφροσύνην, γίνετε κριταὶ τῆς συμπεριφορᾶς καὶ τῆς διαγωγῆς σας ἀπέναντι τοῦ Κυρίου· ἀναρωτηθῆτε δι' αὐτὰ ποὺ σᾶς συμβαίνουν καὶ προτιμήσατε ὅλων τῶν ἄλλων ἔργων τὴν ἐπιμέλειαν καὶ ἀνοικοδόμησιν τοῦ ἁγίου Ναοῦ.

  8. 8

    ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπε Κύριος.

    Ἀνεβῆτε εἰς τὴν ὀρεινὴν δασώδη περιοχὴν καὶ κόψετε τὰ κατάλληλα ξύλα καὶ ἀνοικοδομήσατε τὸν ἐρειπωμένον Ναόν· ἐγὼ δὲ θὰ εὐχαριστηθῶ καὶ θὰ εὐαρεστηθῶ εἰς αὐτόν, θὰ ἀνυμνηθῶ καὶ θὰ δοξασθῶ εἰς αὐτόν, εἶπεν ὁ Κύριος.

  9. 9

    ἐπεβλέψατε εἰς πολλά, καὶ ἐγένετο ὀλίγα· καὶ εἰσηνέχθη εἰς τὸν οἶκον, καὶ ἐξεφύσησα αὐτά. διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ· ἀνθ᾿ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,

    Ὑπελογίσατε ὅτι θὰ συγκεντρώσετε πολλὰ εἰσοδήματα· οἱ ἐλπίδες σας ὅμως διεψεύσθησαν, διότι ἐσυναθροίσατε ὀλίγα· μετεφέρατε τὴν συγκομιδὴν εἰς τὰ σπίτια σας, ἀλλὰ δὲν τὰ ἀπολαύσατε, διότι μὲ ἕνα δυνατὸν φύσημα τὰ ἐσκόρπισα. Διὰ τοῦτο αὐτὰ λέγει ὁ παντοκράτωρ Κύριος· Ἐπειδή, καθ’ ἐν χρόνον ὁ Ναός μου εἶναι ἐρειπωμένος, ὁ καθένας ἀπὸ σᾶς εἶναι ἀπησχολημένος πολὺ μὲ τὸ πῶς θὰ ἀνοικοδομήσῃ καὶ θὰ διακοσμήσῃ τὸ ἰδικόν του σπίτι,

  10. 10

    διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς·

    διὰ τοῦτο ὁ οὐρανὸς θὰ συγκρατήσῃ τὴν δροσιά του καὶ θὰ ἀναστείλῃ τὴν βροχήν του, τοιουτοτρόπως δὲ ἡ γῆ θὰ γίνῃ ἄγονος καὶ θὰ κατακρατήσῃ τὴν παραγωγήν της.

  11. 11

    καὶ ἐπάξω ρομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γῆ καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν.

    Ἔτσι θὰ καταφέρω ὡσὰν πλατύ, μεγάλο καὶ ἀμφίστομον σπαθὶ τὴν τιμωρίαν τῆς ἀνομβρίας «τὴν καταστροφήν» ὄχι μόνον εἰς τὴν γῆν, εἰς τὰ ὅρη, «τὴν ἀκαρπίαν» εἰς τὸ σιτάρι καὶ εἰς τὸ κρασὶ καὶ εἰς τὸ λάδι καὶ εἰς τὰ προϊόντα τῆς γῆς, ἀλλὰ καὶ εἰς τοὺς ἀνθρώπους, ποὺ ἐργάζονται καὶ καλλιεργοῦν τὴν γῆν, καὶ εἰς τὰ ζῶα, ποὺ σᾶς ὑπηρετοῦν, καὶ εἰς ὅλα τὰ κοπιαστικὰ ἔργα τῶν χεριῶν σας».

  12. 12

    καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ τῶν λόγων τοῦ ᾿Αγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτῶν πρὸς αὐτούς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου.

    Καὶ ὁ κυβερνήτης τῆς Ἰουδαίας, ὁ Ζοροβάβελ, ὁ υἱὸς τοῦ Σαλαθιήλ, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν φυλὴν Ἰούδα, καὶ ὁ ἀρχιερεὺς Ἰησοῦς, υἱὸς τοῦ «ἀρχιερέος» Ἰωσεδέκ, καὶ ὅλοι, ὅσοι εἶχαν ἀπομείνει, μετὰ τὴν αἰχμαλωσίαν, ἀπὸ τὸν Ἰσραηλιτικὸν λαόν, ἄκουσαν μὲ προσοχὴν τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ των καὶ τὰ λόγια τοῦ προφήτου Ἀγγαίου, ἐπειδὴ ἦσαν βέβαιοι ὅτι τὸν Ἀγγαῖον ἔστειλεν ἐπισήμως πρὸς αὐτοὺς ὁ Κύριος καὶ Θεός των καὶ ὁ λαὸς ἐκυριεύθη ἀπὸ ἅγιον καὶ σωτήριον φόβον ἐνώπιον τοῦ Κυρίου.

  13. 13

    καὶ εἶπεν ᾿Αγγαῖος ἄγγελος Κυρίου ἐν ἀγγέλοις Κυρίου τῷ λαῷ· ἐγώ εἰμι μεθ᾿ ὑμῶν, λέγει Κύριος.

    Καὶ ὁ προφήτης Ἀγγαῖος, ἐπίσημος ἀπεσταλμένος τοῦ Κυρίου, ἔνας ἀπὸ τοὺς Προφήτας, τοὺς ἐπισήμους ἀπεσταλμένους τοῦ Κυρίου, εἶπεν εἰς τὸν λαόν: «Ἐγὼ εἶμαι μαζί σας, φροντίζων καὶ ἀναπληρῶν κάθε ἀνάγκην σας, λέγει ὁ Κύριος».

  14. 14

    καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς ᾿Ιούδα καὶ τὸ πνεῦμα ᾿Ιησοῦ τοῦ ᾿Ιωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν

    Ὁ δὲ Κύριος παρεκίνησε, διήγειρεν, ἔδωκε θάρρος καὶ εἰδικὴν χάριν, ἐφώτισε καὶ διέθεσεν εὐμενῶς τὴν ψυχὴν τοῦ Ζοροβάβελ, τοῦ υἱοῦ τοῦ Σαλαθιήλ, ποῦ κατήγετο ἀπὸ τὴν φυλὴν Ἰούδα, καὶ τὴν ψυχὴν τοῦ Ἰησοῦ, υἱοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἀρχιερέως, καὶ τὴν ψυχὴν ὅλων, ὅσοι εἶχαν ἀπομείνει, μετὰ τὴν αἰχμαλωσίαν, ἀπὸ τὸν Ἰσραηλιτικὸν λαόν, καὶ τοὺς κατέστησεν ἑτοίμους καὶ προθύμους διὰ τὸ ἔργον· καὶ ὅλοι αὐτοὶ εἰσῆλθαν μὲ ἅγιον ἐνθουσιασμὸν εἰς τὸν ἐγκαταλελειμμένον καὶ ἔρημον χῶρον, ὅπου ἦταν κτισμένος ἄλλοτε ὁ Ναός, καὶ εἰργάζοντο τὰ ἔργα τῆς ἀνοικοδομήσεως εἰς τὸν Ναὸν τοῦ παντοκράτορος Κυρίου τοῦ Θεοῦ των.

  15. 15

    τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου, τῷ δευτέρῳ ἔτει, ἐπὶ Δαρείου τοῦ βασιλέως.

    Αὐτὸ συνέβη τὴν εἰκοστὴν τετάρτην «24ην» ἡμέραν τοῦ ἕκτου μηνός «τοῦ Ἑβραϊκοῦ ἡμερολογίου», κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ βασιλιᾶ τῶν Περσῶν Δαρείου Α'.