Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΒΑΣΙΛΕΙΩΝ

Α΄ Βασιλειών, κεφάλαιο 7

17 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (31)
  1. 1

    ΚΑΙ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ καὶ ἀνάγουσι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον ᾿Αμιναδὰβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου.

    Έρχονται λοιπὸν οἱ ἄνδρες τῆς πόλεως Καριαθιαρὶμ καὶ σηκώνουν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου καὶ τὴν μεταφέρουν μέσα εἰς τὸ σπίτι τοῦ Ἀμιναδάβ, ποὺ εὑρίσκετο εἰς τὴν κορυφὴν τοῦ λόφου τῆς πόλεως. Καὶ ἐξεχώρισαν τὸν υἱόν του, τὸν Ἐλεάζαρ, καὶ τοῦ ἀνέθεσαν τὴν ἱερὰν ἀποστολὴν να προσέχῃ τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου.

  2. 2

    Καὶ ἐγενήθη ἀφ᾿ ἦς ἡμέρας ἧν ἡ κιβωτὸς ἐν Καριαθιαρίμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένετο εἴκοσι ἔτη, καὶ ἐπέβλεψε πᾶς οἶκος ᾿Ισραὴλ ὀπίσω Κυρίου.

    Ἐπέρασε δὲ πολὺς καιρὸς ἀπὸ τὴν ἡμέραν κατὰ τὴν ὁποίαν ἦλθεν ἡ Κιβωτὸς εἰς τὴν Καριαθιαρίμ, ἐν συνόλῳ εἴκοσι χρόνια. Καὶ ἐστράφησαν τελικῶς ὅλοι οἱ Ἰσραηλῖται μετανοημένοι εἰς τὸν Κύριον.

  3. 3

    καὶ εἶπε Σαμουὴλ πρὸς πάντα οἶκον ᾿Ισραὴλ λέγων· εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς Κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

    Καὶ ὡμίλησεν ὁ Σαμουὴλ πρὸς ὅλους τοὺς Ἰσραηλίτας καὶ εἶπεν: «Ἐὰν ἐπιστρέφετε μετανοημένοι μὲ ὅλην τὴν καρδιάν σας πρὸς τὸν Κύριον, πάρετε καὶ βγάλετε τοὺς ξένους θεοὺς ἀπὸ ἀνάμεσά σας καὶ καταστρέψατε τὰ δάση, ὅπου λατρεύετε τὰ εἴδωλα. Κάμετε τὰς καρδίας σας εὐαίσθητους ἔναντι τοῦ Κυρίου, ὥστε νὰ Τὸν ἀγαποῦν ἀληθινὰ καὶ νὰ λατρεύουν καὶ ὑπηρετοῦν Αὐτὸν καὶ μόνον. Καὶ νὰ εἶσθε βέβαιοι ὅτι θὰ σᾶς γλυτώσῃ ἀπὸ τὰ χέρια τῶν ἀλλοφύλων Φιλισταίων».

  4. 4

    καὶ περιεῖλον οἱ υἱοὶ ᾿Ισραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση ᾿Ασταρὼθ καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ.

    Κατόπιν τούτου οἰ Ἰσραηλῖται ἐμάζευσαν καὶ ἑξαφάνισαν τὰ ἀγάλματα τοῦ θεοῦ Βάαλ καὶ κατέστρεψαν τὰ δάση, ὅπου ἐλατρεύετο ἡ θεᾷ Ἀστάρτη, καὶ ἐλάτρευαν εἰς τὸ ἑξῆς μόνον τὸν Κύριον.

  5. 5

    καὶ εἶπε Σαμουήλ· ἀθροίσατε πάντα ᾿Ισραὴλ εἰς Μασσηφάθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον.

    Καὶ εἶπεν ὁ Σαμουήλ: «Νὰ συγκεντρώσετε ὅλους τοὺς Ἰσραηλίτας εἰς τὴν Μασσηφὰθ καὶ θὰ προσευχηθῶ ἐκεῖ διὰ σᾶς πρὸς τὸν Κύριον».

  6. 6

    καὶ συνήχθησαν εἰς Μασσηφὰθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν. καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν· ἡμαρτήκαμεν ἐνώπιον Κυρίου· καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς ᾿Ισραὴλ εἰς Μασσηφάθ.

    Ἐμαζεύθηκαν λοιπὸν εἰς τὴν Μασσηφὰθ καὶ διὰ νὰ δείξουν τὴν μετάνοιαν των ἀντλοῦσαν νερὸ καὶ τὸ ἔχυναν εἰς τὴν γῆν ἐνώπιον τοῦ Κυρίου. Καὶ ἐνήστευσαν κατὰ τὴν ἡμέραν ἐκείνην καὶ εἶπαν: «Ἔχομεν ἁμαρτήσει ἐνώπιον τοῦ Κυρίου». Ὁ δὲ Σαμουὴλ ἐδίκαζεν ἐκεῖ, εἰς τὴν Μασσηφάθ, ὡς Κριτὴς τὰς ὑποθέσεις τῶν Ἰσραηλιτῶν.

  7. 7

    καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Μασσηφάθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ ᾿Ισραήλ· καὶ ἀκούουσιν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων.

    Ἄκουσαν ἐν τῷ μεταξὺ οἱ ἀλλόφυλοι Φιλισταῖοι ὅτι ἐμαζεύθηκαν ὅλοι οἱ Ἰσραηλῖται εἰς τὴν Μασσηφὰθ καὶ ἀνέβησαν ἐναντίον τῶν Ἰσραηλιτῶν οἱ ἄρχοντες τῶν Φιλισταίων μἐ τὰ στρατεύματά των. Μόλις τὸ ἐπληροφορήθησαν οἱ Ἰσραηλῖται, ἐκυριεύθησαν ἀπὸ φόβον ἐμπρὸς εἰς τοὺς ἀλλοφύλους.

  8. 8

    καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Σαμουήλ· μὴ παρασιωπήσῃς ἀφ᾿ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

    Καὶ εἶπαν πρὸς τὸν Σαμουὴλ οἱ Ἰσραηλῖται: «Μὴ ἀδιαφορήσῃς διὰ τὴν κατάστασίν μας καὶ μὴ παύσῃς νὰ κραυγάζῃς ὑπὲρ ἡμῶν πρὸς Κύριον τὸν Θεόν σου. Μόνον ἔτσι θὰ μᾶς σώσῃ ἀπὸ τὰ χέρια τῶν ἀλλοφύλων».

  9. 9

    καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ. καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ ᾿Ισραήλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος.

    Καὶ ἐπῆρεν ὁ Σαμουὴλ ἕνα ἀρνί, ποὺ ἀκόμη ἐθήλαζε, καὶ τὸ προσέφερε μαζὶ μὲ ὅλους τοὺς Ἰσραηλίτας, διὰ νὰ καῇ ἐντελῶς ὡς θυσία εἰς τὸν Κύριον. Καὶ ἱκέτευσε μὲ μεγάλην φωνὴν ὁ Σαμουὴλ τὸν Κύριον διὰ τοὺς Ἰσραηλίτας καὶ ὁ Κύριος εἱσήκουσε τὴν προσευχήν του.

  10. 10

    καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ. καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον ᾿Ισραήλ.

    Ἐνῷ προσέφερεν ὅμως ὁ Σαμουὴλ τὴν θυσίαν τῆς ὁλοκαυτώσεως, οἱ ἀλλόφυλοι Φιλισταίοι ἐπλησίαζαν, διὰ νὰ πολεμήσουν ἐνάντιον τῶν Ἰσραηλιτῶν. Καὶ ἐβρόντησεν ὁ Κύριος ἀπὸ τὸν οὐρανὸν κατὰ τὴν ἡμέραν ἐκείνην μὲ ἰσχυρὸν κρότον ἐπάνω ἀπὸ τοὺς ἀλλοφύλους καὶ ἐκυριεύθησαν ἀπὸ σύγχυσιν καὶ ταραχὴν καὶ τὰ ἔχασαν ἐμπρὸς εἰς τοὺς Ἰσραηλίτας.

  11. 11

    καὶ ἐξῆλθαν ἄνδρες ᾿Ισραὴλ ἐκ Μασσηφὰθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ.

    Καὶ ἐβγῆκαν οἱ πολεμισταὶ τοῦ Ἰσραὴλ ἀπὸ τὴν Μασσηφὰθ καὶ κατεδίωξαν τοὺς Φιλισταίους καὶ τοὺς κατετρόπωσαν καὶ τοὺς ἠνάγκασαν νὰ φύγουν νικημένοι ἕως τὴν περιοχήν, ποὺ εὑρίσκεται κάτω ἀπὸ τὴν τοποθεσίαν Βαιθχόρ.

  12. 12

    καὶ ἔλαβε Σαμουὴλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφὰθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Αβενέζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν· ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν Κύριος.

    Καὶ ἐπῆρε ὁ Σαμουὴλ μίαν μεγάλην πέτραν καὶ τὴν ἔστησεν ἀνάμεσα εἰς τὴν Μασσηφὰθ καὶ εἰς τὴν Παλαιάν (ἡ ὁποία ἦτο γειτονικὴ πόλις καὶ ἐλέγετο εἰς τὰ ἑβραϊὰ Σέν) καὶ ἔδωσεν εἰς τὴν πέτραν αὐτὴν τὸ ὄνομα Ἀβενέζερ, ποὺ σημαίνει: «Λίθος τοῦ Βοηθοῦ». Καὶ εἶπε: «Μέχρι τὸ σημεῖον αὐτὸ μᾶς ἐβοήθησεν ὁ Κύριος».

  13. 13

    καὶ ἐταπείνωσε Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον ᾿Ισραήλ· καὶ ἐγενήθη χεὶρ Κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ.

    Καὶ ἐταπεινώθησαν ἀπὸ τὸν Κύριον οἱ ἀλλόφυλοι Φιλισταῖοι καὶ δὲν ἐπεχείρησαν πλέον νὰ πλησιάσουν ἄλλην φορὰν εἰς τὰ σύνορα τῶν Ἰσραηλιτῶν. Καθ' ὅλον δὲ τὸ χρονικὸν διάστημα τῆς ζωῆς τοῦ Σαμουὴλ οἱ Φιλισταῖοι ἦσαν ταπεινωμένοι κάτω ἀπὸ τὸ χέρι τοῦ Κυρίου, ποὺ ἔπεφτε βαρὺ ἐπάνω των.

  14. 14

    καὶ ἀπεδόθησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν ᾿Ισραήλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ ᾿Ισραὴλ ἀπὸ ᾿Ασκάλωνος ἕως ᾿Αζόβ, καὶ τὸ ὅριον ᾿Ισραὴλ ἀφείλοντο ἐκ χειρὸς ἀλλοφύλων. καὶ ἦν εἰρήνη ἀνὰ μέσον ᾿Ισραὴλ καὶ ἀνὰ μέσον τοῦ ᾿Αμορραίου.

    Ὅλαι δὲ αἱ πόλεις, ποὺ τὰς εἶχαν πάρει ἀπὸ τοὺς Ἰσραηλίτας οἱ ἀλλόφυλοι, ἐπεστράφησαν καὶ ἐδόθησαν καὶ πάλιν εἰς τοὺς Ἰσραηλίτας, ἀπὸ τὴν πόλιν ποὺ ἐλέγετο Ἀσκάλων ἕως τὴν Ἀζόβ. Ἔτσι ἀπέσπασαν οἱ Ἰσραηλῖται ἀπὸ τὴν κατοχὴν τῶν Φιλισταίων ὅλην τὴν περιοχήν, ποὺ ἦτο ἰδική των. Τότε μάλιστα συνήφθη εἰρήνη καὶ μεταξὺ τῶν Ἰσραηλιτῶν καὶ τῶν Ἀμορραῖων.

  15. 15

    καὶ ἐδίκαζε Σαμουὴλ τὸν ᾿Ισραὴλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

    Ἐδίκαζε δὲ ὁ Σαμουὴλ ὡς Κριτὴς τὰς ὑποθέσεις τῶν Ἰσραηλιτῶν καθ' ὅλον τὸ χρονικὸν διάστημα τῆς ζωῆς του.

  16. 16

    καὶ ἐπορεύετο κατ᾿ ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθὴλ καὶ τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφὰθ καὶ ἐδίκαζε τὸν ᾿Ισραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις·

    Ἐπήγαινε μάλιστα κάθε χρόνον μὲ τὴν σειρὰν κυκλικῶς ἀπὸ τὴν Βαιθὴλ εἰς τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφὰθ καὶ ἐδίκαζε τὰς ὑποθέσεις τοῦ Ἰσραὴλ εἰς τοὺς τόπους αὐτούς, ποὺ εἶχαν ξεχωρισθῇ διὰ τὸ ἱερὸν ἔργον τῶν Κριτῶν.

  17. 17

    ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς ᾿Αρμαθαὶμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν ᾿Ισραὴλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

    Καὶ τελικῶς ἐπέστρεφε πάντοτε εἰς τὴν Ἀρμαθαίμ, διότι ἐκεῖ εὑρίσκετο τὸ σπίτι του. Ἐδίκαζε δὲ καὶ ἐκεῖ ὡς Κριτὴς τὰς ὑποθέσεις τῶν Ἰσραηλιτῶν καὶ ἔκτισεν ἐκεῖ θυσιαστήριον διὰ τὴν λατρείαν τοῦ Κυρίου.