Α΄ Βασιλειών, κεφάλαιο 5
- 1
ΚΑΙ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ ᾿Αβενέζερ εἰς ῎Αζωτον.
Άρπαξαν λοιπὸν οἱ Ἀλλόφυλοι Φιλισταῖοι τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Θεοῦ καὶ τὴν ἔφεραν ἀπὸ τὴν Ἀβενεζὲρ εἰς τὴν πόλιν των, ποὺ ἐλέγετο Ἄζωτος.
- 2
καί ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγὼν καὶ παρέστησαν αὐτὴν παρὰ Δαγών.
Καὶ ἐπῆραν οἱ Ἀλλόφυλοι τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου καὶ τὴν ἔβαλαν μέσα εἰς τὸν ναὸν τοῦ θεοῦ των, ποὺ ὠνομάζετο Δαγών, καὶ τὴν ἔστησαν δίπλα εἰς τὸ ἄγαλμα τοῦ Δαγών.
- 3
καὶ ὤρθρισαν οἱ ᾿Αζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον Δαγὼν καὶ εἶδον καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ Θεοῦ· καὶ ἤγειραν τὸν Δαγὼν καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ. καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς ᾿Αζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν ῎Αζωτον καὶ τὰ ὅρια αὐτῆς.
Ἐξύπνησαν δὲ ἐνωρὶς τὸ πρωῒ οἱ κάτοικοι τῆς Ἀζώτου καὶ ἦλθαν μέσα εἰς τὸν ναὸν τοῦ Δαγὼν καὶ βλέπουν ἔκπληκτοι τὸ ἄγαλμα τοῦ Δαγὼν πεσμένον μὲ τὸ πρόσωπον κατὰ γῆς, ἐμπρὸς εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Θεοῦ. Καὶ ἐσήκωσαν τὸν θεόν των Δαγὼν καὶ τὸν ἔστησαν εἰς τὴν θέσιν του. Τὸ χέρι ὅμως τοῦ Κυρίου ἔπεσε βαρὺ ἐπάνω εἰς τοὺς κατοίκους τῆς Ἀζώτου καὶ τοὺς ἐκτύπησε μὲ ἀσθένειαν εἰς τὸ σημεῖον τοῦ σώματος, ὅπου παρουσιάζονται οἱ αἱμορροΐδες. Ἡ ὀδυνηρὰ αὐτὴ ἀσθένεια ἔπληξε ὅλους τοὺς κατοίκους τῆς Ἀζώτου καὶ τῶν περιχώρων της.
- 4
καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωΐ, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης Κυρίου, καὶ ἡ κεφαλὴ Δαγὼν καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τά ἐμπρόσθια ἀμαφὲθ ἕκαστον, καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον, πλὴν ἡ ράχις Δαγὼν ὑπελείφθη.
Καὶ τὸ ἄλλο πρωῒ ἐπίσης, μόλις ἐξύπνησαν καὶ ἐμβῆκαν εἰς τὸν ναὸν τοῦ Δαγών, εἶδαν πάλιν τὸ ἄγαλμα τοῦ θεοῦ των πεσμένον μὲ τὸ πρόσωπον κατὰ γῆς, ἐμπρὸς εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου. Αὐτὴν τὴν φορὰν ὅμως τὸ κεφάλι τοῦ Δαγὼν καὶ οἱ δύο παλάμες τῶν χεριῶν του εἶχαν ἀποχωρισθῇ καὶ εἶχαν βγῇ τὸ καθένα ἀπὸ τὴν θέσιν του καὶ ἔπεσαν ἐμπρός, πρὸς τὸ πρόθυρον (ἀμαφέθ) τοῦ ναοῦ. Καὶ οἱ δύο καρποὶ τῶν χεριῶν του ἦσαν πεσμένοι ἐκεῖ εἰς τὸ κατώφλι καὶ δὲν εἶχε μείνει ἀπὸ τὸ ἄγαλμα τοῦ Δαγὼν εἰς τὴν θέσιν του τίποτε ἄλλο πλὴν τοῦ κορμοῦ.
- 5
διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγὼν καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον Δαγὼν ἐπὶ βαθμὸν οἴκου Δαγὼν ἐν ᾿Αζώτῳ ἕως τῆς ἡμέρας ταύτης, ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσι.
Ἕνεκα τούτου μάλιστα οἱ ἱερεῖς τοῦ Δαγὼν καὶ καθένας ποὺ εἰσέρχεται εἰς τὸν ναὸν τοῦ Δαγὼν μέχρι τώρα, ποὺ γράφονται αὐτά, δὲν πατοῦν ἐπάνω εἰς τὸ κατώφλι αὐτὸ τοῦ ναοῦ τοῦ Δαγὼν εἰς τὴν Ἄζωτον, Ἀλλὰ τὸ ὑπερπηδοῦν μὲ εὐλάβειαν. Θεωροῦν τὸ σημεῖον ἐκεῖνο τοῦ δαπέδου, ὅπου ἔπεσεν ὁ Δαγών, ὡς ἱερώτατον.
- 6
καὶ ἐβαρύνθη ἡ χεὶρ Κυρίου ἐπὶ ῎Αζωτον, καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες, καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει.
Καὶ ἔπεσε βαρὺ τὸ χέρι τοῦ Κυρίου ἐπάνω εἰς τὴν ἄζωτον καὶ ἔστειλε τιμωρίας εἰς τοὺς κατοίκους της. Τὸ σῶμα των ἔβγαλε βασανιστικὰ ἐκζέματα εἰς τὸ σημεῖον ὅπου ἐμφανίζονται οἱ αἱμορροΐδες. Ἐβγῆκαν δὲ καὶ ἔτρεχαν μέσα εἰς τὴν χώραν των καὶ πολλὰ ποντίκια καὶ ἐκυριεύθη ἡ πόλις ἀπὸ μεγάλην σύγχυσιν καὶ πανικὸν θανάτου.
- 7
καὶ εἶδον οἱ ἄνδρες ᾿Αζώτου ὅτι οὕτως, καὶ λέγουσιν· ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ Θεοῦ ᾿Ισραὴλ μεθ᾿ ἡμῶν, ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ Δαγὼν θεὸν ἡμῶν.
Καὶ εἶδαν οἰ ἄνδρες τῆς Ἀζώτου αὐτὰ ποὺ συνέβησαν καὶ εἶπαν: «Δὲν πρέπει νὰ μείνῃ ἄλλο ἀνάμεσά μας ἡ Κιβωτὸς τοῦ Θεοῦ τῶν Ἰσραηλιτῶν, διότι ἔπεσε σκληρὸ τὸ χέρι του ἐπάνω μας καὶ ἐπάνω εἰς τὸν θεόν μας, τὸν Δαγών».
- 8
καὶ ἀποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσι· τί ποιήσωμεν τῇ κιβωτῷ Θεοῦ ᾿Ισραήλ; καὶ λέγουσιν οἱ Γεθαῖοι· μετελθέτω κιβωτὸς τοῦ Θεοῦ πρὸς ἡμᾶς· καὶ μετῆλθε κιβωτὸς τοῦ Θεοῦ ᾿Ισραὴλ εἰς Γέθ.
Καὶ ἔστειλαν καὶ ἐκάλεσαν εἰς τὴν Ἄζωτον διὰ σύσκεψιν ὅλους τοὺς ἄρχοντας τῶν διαφόρων περιοχῶν τῶν Φιλισταίων καὶ εἶπαν: «Τί θὰ κάνωμεν μὲ τὴν Κιβωτὸν τοῦ Θεοῦ τῶν Ἰσραηλιτῶν;» Καὶ εἶπαν οἱ ἄρχοντες τῆς πόλεως Γέθ: «Ἂς μεταφερθῇ ἡ Κιβωτὸς τοῦ Θεοῦ εἰς τὴν πόλιν μας». Καὶ μετεφέρθη πράγματι ἡ Κιβωτὸς τῆς Διαθήκης τοῦ Θεοῦ τῶν Ἰσραηλιτῶν εἰς τὴν Γέθ.
- 9
καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ Κυρίου τῇ πόλει, τάραχος μέγας σφόδρα, καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, καὶ ἐποίησαν οἱ Γεθαῖοι ἑαυτοῖς ἕδρας.
Μόλις ὅμως μετεφέρθη ἐκεῖ ἡ Κιβωτὸς τῆς Διαθήκης, ἀπλώθηκε τὸ χέρι τοῦ Κυρίου ἐπάνω ἀπὸ τὴν πόλιν καὶ προεκλήθη πολὺ μεγάλη ἀναταραχή. Ἐκτύπησε δὲ μὲ πληγὴν ὁ Κύριος ὅλους τοὺς ἄνδρας τῆς πόλεως, μικροὺς καὶ μεγάλους. Τοὺς ἔστειλε δηλαδὴ ὀδυνηρὰν ἀσθένειαν ἐκεῖ ὅπου ἐμφανίζονται οἱ αἱμορροΐδες καὶ ἠναγκάσθησαν νὰ φτιάξουν εἰδικὰ καθίσματα, διὰ νὰ κάθωνται.
- 10
καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς ᾿Ασκάλωνα. καὶ ἐγενήθη ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ εἰς ᾿Ασκάλωνα, καὶ ἐβόησαν οἱ ᾿Ασκαλωνῖται λέγοντες· τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραὴλ πρὸς ἡμᾶς θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν;
Μετὰ τὴν τιμωρίαν αὐτὴν ἔστειλαν τὴν Κιβωτὸν τοῦ Θεοῦ εἰς τὴν πόλιν, ποὺ ἐλέγετο Ἀσκάλων. Μόλις ὅμως ἐμβῆκε ἡ Κιβωτὸς τοῦ Θεοῦ εἰς τὴν Ἀσκάλωνα, ἐφώναξαν δυνατὰ καὶ διεμαρτυρήθησαν οἱ Ἀσκαλωνῖται καὶ ἔλεγαν: «Διατὶ ἐφέρατε εἰς τὴν πόλιν μας τὴν Κιβωτὸν τοῦ Θεοῦ τοῦ Ἰσραήλ; Θέλετε νὰ θανατώσετε καὶ ἐμᾶς καὶ τὸν λαόν μας;»
- 11
καὶ ἐξαποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον· ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραήλ, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν·
Κατόπιν τούτου στέλλουν καὶ συγκαλοῦν εἰς σύσκεψιν τοὺς ἄρχοντας τῶν διαφόρων περιοχῶν τῆς χώρας τῶν Φιλισταίων καὶ τοὺς εἶπαν: «Νὰ ἀπομακρύνετε ἀμέσως ἀπὸ τὴν χώραν μας τὴν Κιβωτὸν τοῦ Θεοῦ τῶν Ἰσραηλιτῶν καὶ ἂς μεινῃ εἰς τὸν τόπον της, διὰ νὰ μὴ θανατώσῃ καὶ ἐμᾶς καὶ τὸν λαόν μας».
- 12
ὅτι ἐγενήθη σύγχυσις ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ ᾿Ισραὴλ ἐκεῖ, καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας, καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν.
Τὰ εἶπαν αὐτά, διότι εὐθὺς μόλις ἐμβῆκε εἰς τὴν πόλιν των ἡ Κιβωτὸς τῆς Διαθήκης τοῦ Θεοῦ τοῦ Ἰσραήλ, προεκλήθη ἐκεῖ πολὺ μεγάλη σύγχυσις καὶ πανικὸς καὶ πέθαναν πολλοί. Ὅσοι δὲ ἔμεναν ἀκόμη ζωντανοὶ καί (δὲν εἶχαν πεθάνει, προσεβλήθησαν ἀπὸ τὴν ὀδυνηρὰν ἐκείνην ἀσθένειαν εἰς τὸ σημεῖον τοῦ σώματος, ὅπου παρουσιάζονται οἱ αἱμορροΐδες. Καὶ ἀνέβη ἡ κραυγὴ τῆς ἀγωνίας τῶν κατοίκων τῆς πόλεως ἕως τὸν οὐρανόν.
