Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΒΑΣΙΛΕΙΩΝ

Α΄ Βασιλειών, κεφάλαιο 4

22 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (31)
  1. 1

    ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐπὶ ᾿Ισραὴλ εἰς πόλεμον· καὶ ἐξῆλθεν ᾿Ισραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ ᾿Αβενέζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν ᾿Αφέκ.

    Κατὰ δὲ τὴν ἐποχὴν ἐκείνην συνεκεντρώθησαν οἱ ἀλλόφυλοι Φιλισταῖοι, διὰ νὰ πολεμήσουν ἐναντίον τῶν Ἰσραηλιτῶν. Ἐβγῆκαν δὲ οἱ Ἰσραηλῖται διὰ νὰ τοὺς ἀντιμετωπίσουν καὶ νὰ πολεμήσουν. Καὶ ἐστρατοπέδευσαν εἰς τὴν πόλιν Ἀβενέζερ, ἐνῷ οἱ Φιλισταῖοι ἐστρατοπέδευσαν εἰς τὴν Ἀφέκ.

  2. 2

    καὶ παρατάσσονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ ᾿Ισραὴλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν.

    Καὶ παρετάχθησαν οἱ Φιλισταῖοι εἰς θέσιν μάχης ἐναντίον τῶν Ἰσραηλιτῶν. Καὶ ἐτελείωσεν ὁ πόλεμος μὲ νίκην τῶν Φιλισταῖων. Ἔκαναν σφάλματα ὁ Ἰσραηλῖται ἐμπρὸς εἰς τοὺς ἀλλοφύλους καὶ ἐνικήθησαν καὶ ἐσκοτώθηκαν ἐκεῖ, ὅπως ἦσαν παρατεταγμένοι εἰς τὴν πεδιάδα, τέσσαρες χιλιάδες ἄνδρες των.

  3. 3

    καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι ᾿Ισραήλ· κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.

    Ὅσοι δὲ στρατιῶται τοῦ Ἰσραὴλ διεσώθησαν, ἐπέστρεψαν εἰς τὸν τόπον, ὅπου ἦτο ὁ καταυλισμός των. Καὶ εἶπαν μεταξύ των οἱ προεστοὶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ: «Διατὶ ἄραγε μᾶς ἄφησε σήμερα ὁ Κύριος νὰ κάνωμεν σφάλματα ἐμπρὸς εἰς τοὺς ἀλλοφύλους καὶ νὰ νικηθῶμεν; Ἂς πάρωμεν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Θεοῦ μας ἀπὸ τὴν Σηλὼμ καὶ ἂς βγῇ ἀνάμεσά μας εἰς τὸ πεδίον τῆς μάχης καὶ θὰ μᾶς σώσῃ ἀπὸ τὰ χέρια τῶν ἐχθρῶν μας».

  4. 4

    καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλώμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου Χερουβίμ· καὶ ἀμφότεροι οἱ υἱοὶ ῾Ηλὶ μετὰ τῆς κιβωτοῦ, ᾿Οφνὶ καὶ Φινεές.

    Καὶ ἔστειλαν ἀμέσως οἱ Ἰσραηλῖται ἀνθρώπους των εἰς τὴν Σηλὼμ καὶ ἐπῆραν καὶ ἔφεραν ἀπὸ ἐκεῖ τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου, ὁ Ὁποῖος ἐκάθητο εἰς τὰ πτερὰ τῶν Χερουβίμ, ποὺ ἦσαν στερεωμένα εἰς τὰ δύο ἄκρα τοῦ καλύμματος τῆς Κιβωτοῦ. Μαζὶ μὲ τὴν Κιβωτόν, σὰν συνοδοί της, ἦλθαν ἀπὸ τὴν Σηλὼμ καὶ οἱ δύο υἱοὶ τοῦ Ἡλί, ὁ Ὀφνὶ καὶ ὁ Φινεές.

  5. 5

    καὶ ἐγενήθη ὡς ἦλθεν ἡ κιβωτὸς Κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξε πᾶς ᾿Ισραὴλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ.

    Μόλις λοιπὸν ἔφθασεν ἡ Κιβωτὸς τῆς Διαθήκης τοῦ Κυρίου εἰς τὸ στρατόπεδον, ἐνθουσιάσθηκαν καὶ ἐφώναξαν μὲ μεγάλην φωνὴν ὅλοι οἱ Ἰσραηλῖται καὶ ἀντήχησεν ὁ τόπος.

  6. 6

    καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι· τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν τῇ παρεμβολῇ τῶν ῾Εβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν.

    Ἄκουσαν δὲ οἱ Φιλισταῖοι τὴν κραυγὴν καὶ εἶπαν μεταξύ των οἱ ἀλλόφυλοι: «Τί σημαίνει ἄραγε ἡ μεγάλη αὐτὴ κραυγή, ποὺ ἀκούεται εἰς τὸ στρατόπεδον τῶν Ἑβραίων;» Καὶ ἔμαθαν ὅτι ἔφθασεν εἰς τὸ στρατόπεδον τῶν Ἰσραηλιτῶν ἡ Κιβωτὸς τῆς Διαθήκης τὸν Κυρίου.

  7. 7

    καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον· οὗτοι οἱ θεοὶ ἥκασι πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονε τοιαύτη ἐχθὲς καὶ τρίτην.

    Καὶ ἐφοβήθησάν οἱ ἀλλόφυλοι Φιλισταῖοι καὶ εἶπαν: »Οἱ θεοὶ οἱ ἴδιοι ἦλθαν εἰς τὸ στρατόπεδον, διὰ νὰ πολεμήσουν εἰς τὸ πλευρόν των. Ἀλλοίμονό μας! Σῶσε μας, κύριε, σήμερον, διότι ποτὲ ἄλλοτε δὲν μᾶς συνέβη κάτι παρόμοιον.

  8. 8

    οὐαὶ ἡμῖν· τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοί, οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ.

    Ἀλλοίμονό μας! Ποῖος θὰ μᾶς γλυτώσῃ ἀπὸ τὰ χέρια αὐτῶν τῶν δυνατῶν θεῶν; Οἱ θεοὶ αὐτοὶ εἶναι ἐκεῖνοι, ποὺ ἐκτύπησαν μὲ κάθε εἴδους τιμωρίαν τοὺς Αἰγυπτίους καὶ ἔδειξαν τὴν δύναμίν των ὑπὲρ τῶν Ἰσραηλιτῶν εἰς τὴν ἔρημον».

  9. 9

    κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι, ὅπως μὴ δουλεύσητε τοῖς ῾Εβραίοις, καθὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς.

    Οἱ ἀξιωματικοί των ὅμως τοὺς ἔδωσαν θάρρος καὶ εἶπαν: «Μὴ τὰ χάνετε, Φιλισταῖοι! Σταθῆτε γενναῖοι καὶ φερθῆτε σὰν ἄνδρες, διὰ νὰ μὴ γίνετε δοῦλοι τῶν Ἑβραίων, ὅπως ἔγιναν ἐκεῖνοι ἄλλοτε δοῦλοι μας. Δείξατε ἀνδρείαν καὶ πολεμήσατε ἐναντίον των!»

  10. 10

    καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ ᾿Ισραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγή μεγάλη σφόδρα, καὶ ἔπεσον ἐξ ᾿Ισραὴλ τριάκοντα χιλιάδες ταγμάτων.

    Καὶ ἐπολέμησαν πράγματι μὲ γενναιότητα ἐναντίον τῶν Ἰσραηλιτῶν οἱ Φιλισταῖοι καὶ ἔσφαλε καὶ ἐνικήθη ὁ στρατὸς τοῦ Ἰσραήλ. Καὶ ἔφυγε διὰ νὰ κρυβῇ καθένας εἰς τὸ σπίτι του. Καθὼς δὲ ἔφευγαν πανικόβλητοι, ἔγινε πολὺ μεγάλη συμφορά. Καὶ ἐσκοτώθηκαν ἀπὸ τὸ πεζικὸν τῶν Ἰσραηλιτῶν τριάντα χιλιάδες ἄνδρες.

  11. 11

    καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ ῾Ηλὶ ἀπέθανον, ᾿Οφνὶ καὶ Φινεές.

    Ἡ δὲ Κιβωτὸς τῆς Διαθήκης τοῦ Θεοῦ ἡρπάγη σὰν λάφυρον ἀπὸ τοὺς Φιλισταίους. Ἐσκοτώθηκαν δὲ ἐκεῖ καὶ οἱ δύο υἱοὶ τοῦ Ἡλί, ὁ Ὀφνὶ καὶ ὁ Φινεές.

  12. 12

    Καὶ ἔδραμεν ἀνὴρ ᾿Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ.

    Κάποιος δὲ ἄνδρας Ἰσραηλίτης Ἰεμιναῖος, δηλαδὴ μέλος τῆς φυλῆς Βενιαμίν, ἔτρεξεν ἀπὸ τὸν τόπον τῆς μάχης καὶ ἦλθεν εἰς τὴν Σηλὼμ κατὰ τὴν ἰδίαν ἡμέραν τῆς μάχης. Σὰν ἔνδειξιν πένθους εἶχε σχισμένα τὰ ροῦχα του καὶ χῶμα ἐπάνω εἰς τὸ κεφάλι του.

  13. 13

    καὶ ἦλθε, καὶ ἰδοὺ ῾Ηλὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλη σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν ἡ πόλις.

    Καὶ ἔφθασεν εἰς τὴν Σηλώμ, ἐνῷ ὁ Ἡλὶ ἦτο καθισμένος εἰς τὸν δίφρον, δηλαδὴ εἰς τὸ εἰδικὸν κάθισμά του (σκαμνί), δίπλα εἰς τὴν εἴσοδον τῆς Σκηνῆς τοῦ Μαρτυρίου. Εἶχε δὲ τὸ βλέμμα του διαρκῶς προσηλωμένον πρὸς τὸν δρόμον, διότι ἡ καρδία του ἦτο γεμάτη ἀπὸ ἀνησυχίαν διὰ τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Θεοῦ. Ὁ δὲ ἀγγελιαφόρος ἐκεῖνος ἐμβῆκε εἰς τὴν πόλιν, διὰ νὰ ἀνακοινώσῃ τὸ ἀποτέλεσμα τοῦ πολέμου. Ἀπὸ δὲ τὰ δυσάρεστα νέα, ποὺ ἔφερεν, ἀντήχησε πένθιμη κραυγὴ εἰς ὅλην τὴν πόλιν.

  14. 14

    καὶ ἤκουσεν ῾Ηλὶ τὴν φωνὴν τῆς βοῆς καὶ εἶπε· τίς ἡ φωνὴ τῆς βοῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθε καὶ ἀπήγγειλε τῷ ῾Ηλί.

    Καὶ ἄκουσε ὁ Ἡλὶ τὸν θόρυβον ἀπὸ τὰς κραυγὰς τῶν κατοίκων καὶ διερωτήθη: «Τί νὰ σημαίνῃ ἄραγε ὁ θόρυβος αὐτός;» Καὶ ὁ ἀγγελιαφόρος ἦλθε βιαστικὸς καὶ ἐμβῆκε εἰς τὴν αὐλὴν τῆς Σκηνῆς τοῦ Μαρτυρίου καὶ ἀνεκοίνωσε τὰ καθέκαστα εἰς τὸν Ἡλί.

  15. 15

    καὶ ῾Ηλὶ υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν καὶ οὐκ ἐπέβλεπε·

    Ὁ δὲ Ἡλὶ ἦτο τότε γέρων ἡλικίας ἐνενήντα ἐτῶν. Τὰ μάτια του δὲν ἐκινοῦντο πλέον καὶ δὲν ἔβλεπε σχεδὸν καθόλου.

  16. 16

    καὶ εἶπεν ῾Ηλὶ τοῖς ἀνδράσι τοῖς περιεστηκόσιν αὐτῷ· τίς ἡ φωνὴ τοῦ ἤχου τούτου; καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθε πρὸς ῾Ηλὶ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν ῾Ηλί· τί τὸ γεγονὸς ρῆμα, τέκνον;

    Καὶ ἐρώτησε ὁ Ἡλὶ τοὺς ἄνδρας, ποὺ ἔστεκαν γύρω του: «Τί σημαίνει αὐτὸς ὁ θόρυβος;» Καὶ ὁ ἄνδρας, ποὺ ἔφερε τὸ δυσάρεστον νέον, ἔσπευσε καὶ ἐπλησίασε τὸν Ἤλι καὶ τοῦ εἶπε: «Ἐγὼ εἶμαι ὁ ἀγγελιαφόρος, ποὺ ἦλθα ἀπὸ τὸ μέτωπον καὶ διέφυγα ἀπὸ τὸ πεδίον τῆς μάχης σήμερα». Καὶ εἶπεν ὁ Ἡλί: «Τί ἀκριβῶς συνέβη, παιδί μου;»

  17. 17

    καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπε· πέφευγεν ἀνὴρ ᾿Ισραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοὶ σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη.

    Καὶ ἀπεκρίθη ὁ νεαρὸς καὶ εἶπε: «Οἱ Ἰσραηλῖται τὸ ἔβαλαν εἰς τὰ πόδια ἐμπρὸς εἰς τοὺς ἀλλοφύλους καὶ ἔγινε μεγάλη συμφορὰ εἰς τὸν στρατόν μας. Ἐσκοτώθηκαν δὲ καὶ οἱ δύο υἱοί σου, ἡ δὲ Κιβωτὸς τῆς Διαθήκης τοῦ Κυρίου ἡρπάγη ἀπὸ τοὺς ἐχθρούς».

  18. 18

    καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσιν ἔτη.

    Μόλις ἀνέφερεν ὁ ἀγγελιαφόρος τὴν εἴδησιν αὐτὴν διὰ τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου, ἔπεσεν ὁ Ἡλὶ ἀπὸ τὸ κάθισμά του πρὸς τὰ πίσω, πλησίον τῆς πύλης τῆς Σκηνῆς τοῦ Μαρτυρίου, καὶ ἔσπασεν ἡ ράχη του καὶ πέθανε ἀμέσως, διότι ὁ ἄνθρωπος ἦτο ἠλικιωμένος καὶ βαρύς. Ἦτο δὲ ὁ Ἡλὶ Κριτὴς τοῦ Ἰσραὴλ ἐπὶ εἴκοσι χρόνια.

  19. 19

    Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀγγελίαν ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ᾿ αὐτὴν ὠδῖνες αὐτῆς.

    Ἡ δὲ νύφη τοῦ Ἡλί, ἡ γυναῖκα τοῦ Φινεές, ἦτο ἔγκυος καὶ ἐπλησίαζεν ὁ καιρὸς νὰ γεννήσῃ. Μόλις λοιπὸν ἄκουσε τὴν εἴδησιν ὅτι ἔχει ἁρπαγὴ ἡ Κιβωτὸς τῆς Διαθήκης τοῦ Θεοῦ καὶ ὅτι πέθανε ὁ πεθερός της καὶ ὁ ἄνδρας της, ἔκλαυσε καὶ ἐγέννησε, διότι τὴν ἔπιασαν ξαφνικὰ οἱ πόνοι τοῦ τοκετοῦ.

  20. 20

    καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ· μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς.

    Καὶ μόλις ἐγέννησεν, ἔγινε ὅπως ὁ ἐτοιμοθάνατος ἄνθρωπος. Τῆς εἶπαν τότε οἱ γυναῖκες, ποὺ ἦσαν δίπλα της: «Μὴ φοβᾶσαι, διότι ἐγέννησες ἀγόρι». Ἐκείνη ὅμως δὲν ἔδωσεν ἀπάντησιν καὶ οὔτε ἔνοιωσε τίποτε.

  21. 21

    καὶ ἐκάλεσε τὸ παιδάριον Οὐαὶ Βαρχαβὼθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς.

    Πρὶν ξεψυχήσῃ ὅμως ἐπρόλαβε καὶ ὠνόμασε τὸ βρέφος της: «Οὐαὶ Βαρχαβώθ», δηλαδή «Ἀλλοίμονον, ἐχάθη ἡ δόξα». Τὸ ὠνόμασε δὲ ἔτσι ἐξ αἰτίας τῆς ἁρπαγῆς τῆς Κιβωτοῦ τῆς Διαθήκης τοῦ Κυρίου καὶ τοῦ θανάτου τοῦ πεθεροῦ της καὶ τοῦ ἀνδρός της.

  22. 22

    καὶ εἶπαν· ἀπῴκισται δόξα ᾿Ισραὴλ ἐν τῷ ληφθῆναι τὴν κιβωτὸν Κυρίου.

    Καὶ ὅσοι ἔμαθαν τὰ συμβάντα εἶπαν: «Ἔχει ἐγκαταλείψει πλέον ἡ δόξα τὸν Ἰσραήλ, ἐφ’ ὅσον ἔφυγεν ἡ δόξα τοῦ Θεοῦ, ποὺ ἀνεπαύετο εἰς τὴν Κιβωτόν, ἀφ' ὅτου ἔπεσεν αὐτὴ εἰς τὰ χέρια τῶν ἀλλοφύλων».