Α΄ Παραλειπομένων, κεφάλαιο 20
- 1
ΚΑΙ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν ᾿Ιωὰβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς, καὶ ἔφθειραν τὴν χώραν υἱῶν ᾿Αμμών· καὶ ἦλθε καὶ περιεκάθισε τὴν Ραββά· καὶ Δαυὶδ ἐκάθισεν ἐν ῾Ιερουσαλήμ· καὶ ἐπάταξεν ᾿Ιωὰβ τὴν Ραββὰ καὶ κατέσκαψεν αὐτήν.
Τὸν ἑπόμενον χρόνον μετὰ τὸν πόλεμον μὲ τοὺς Σύρους συνέβη τοῦτο: Κατὰ τὴν ἐποχήν, ποὺ οἱ βασιλεῖς βγαίνουν εἰς πόλεμον, δηλαδὴ τὴν ἄνοιξιν, ὁ ἀρχιστράτηγος Ἰωὰβ ὠδήγησεν ὅλην τὴν στρατιωτικήν του δύναμιν καὶ κατέστρεψαν τὴν χώραν τῶν Ἀμμωνιτῶν· κατόπιν ἦλθε καὶ ἐπολιόρκησε τὴν πρωτεύουσάν των, τὴν Ραββά. Ὁ Δαβὶδ ὅμως παρέμεινεν εἰς τὴν Ἱερουσαλήμ. Ὁ Ἰωὰβ ἐπετέθη ἐναντίον τῆς Ραββά, τὴν κατέλαβε καὶ τὴν κατέσκαψε.
- 2
καὶ ἔλαβε Δαυὶδ τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ ἐν αὐτῷ λίθος τίμιος, καὶ ἦν ἐπὶ τὴν κεφαλὴν Δαυίδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα.
Ὁ Δαβὶδ ἐπῆρε τὸ στέμμα ἀπὸ τὸ κεφάλι τοῦ Μολχόμ, βασιλιᾶ τῶν Ἀμμωνιτῶν· τὸ στέμμα αὐτὸ ἐζυγίσθη καὶ εὑρέθη ὅτι εἶχε βάρος ἐνὸς ταλάντου χρυσοῦ (42 κιλά), εἶχε δὲ ἐπάνω του πολύτιμον λίθον. Τὸ στέμμα ἐκεῖνο ἐφόρεσεν εἰς τὸ κεφάλι του ὁ Δαβίδ. Ἐπίσης ὁ Δαβὶδ ἀπεκόμισεν ἀπὸ τὴν πόλιν αββὰ καὶ πάρα πολλὰ λάφυρα.
- 3
καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγε καὶ διέπρισε πρίοσι καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ ἐν διασχίζουσι· καὶ οὕτως ἐποίησε Δαυὶδ τοῖς πᾶσιν υἱοῖς ᾿Αμμών. καὶ ἀνέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς ῾Ιερουσαλήμ.
Τοὺς δὲ κατοίκους, ποὺ εὑρίσκοντο εἰς αὐτήν, τοὺς ἔβγαλε καὶ τοὺς ἐπριόνισε μὲ πριόνια, τοὺς ἐσκότωσε μὲ σιδερένια τσεκούρια καὶ μὲ ἄλλα κοπτερὰ φονικὰ ὄργανα. Τὸ ἴδιον ἔκαμεν ὁ Δαβὶδ εἰς ὅλους τοὺς Ἀμμωνῖτες καὶ τῶν ἄλλων πόλεων. Κατόπιν ὁ Δαβὶδ καὶ ὅλος ὁ στρατός του ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλήμ.
- 4
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζὲρ μετὰ τῶν ἀλλοφύλων. τότε ἐπάταξε Σοβοχαὶ ὁ Οὐσαθὶ τὸν Σαφοὺ ἀπὸ τῶν υἱῶν τῶν γιγάντων, καὶ ἐταπείνωσεν αὐτόν.
Μετὰ ἀπὸ αὐτὰ συνέβη τοῦτο: Ἐξέσπασε πάλι πόλεμος τοῦ Δαβὶδ εἰς τὴν Γαζὲρ ἐναντίον τῶν Φιλισταίων. Εἰς τὸν πόλεμον αὐτὸν ὁ Σοβοχαί, ὁ υἱὸς τοῦ Οὐσαθί, ἐσκότωσε τὸν Σαφού, ὁ ὁποῖος ἦταν ἕνας ἀπὸ τοὺς ἀπογόνους τῶν γιγάντων, καὶ ἔτσι τὸν ἐταπείνωσε (κατ’ ἄλλην γραφήν: Καὶ ἔτσι ὑπέκυψαν οἱ Φιλισταῖοι).
- 5
καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων. καὶ ἐπάταξεν ᾿Ελλανὰν υἱὸς ᾿Ιαΐρ τὸν Λαχμὶ ἀδελφὸν Γολιὰθ τοῦ Γεθθαίου, καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων.
Ἐξέσπασε πάλιν νέος πόλεμος κατὰ τῶν Φιλισταίων εἰς τὸν πόλεμον αὐτὸν ὁ Ἐλλανάν, υἱὸς τοῦ Ἰαΐρ, ἐσκότωσε τὸν Λαχμί, τὸν ἀδελφὸν τοῦ Γολιάθ, ποὺ κατήγετο ἀπὸ τὴν Γέθ· τὸ ξύλον τοῦ δόρατος τοῦ Λαχμὶ ἦταν μεγάλον, σὰν τὸ ἀντὶ τοῦ ἀργαλειοῦ.
- 6
καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ, καὶ ἦν ἀνὴρ ὑπερμεγέθης, καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ, εἰκοσιτέσσαρες, καὶ οὗτος ἦν ἀπόγονος γιγάντων.
Ἐξέσπασε πάλιν νέος πόλεμος εἰς τὴν πόλιν Γέθ. Ἐκεῖ ὑπῆρχεν ἕνας γιγαντάνθρωπος ἑξαδάκτυλος. Εἶχεν ἕξι δάκτυλα εἰς κάθε χέρι καὶ κάθε πόδι, δηλαδὴ εἶχε συνολικῶς εἴκοσι τέσσερα (24) δάκτυλα. Ὁ ἄνθρωπος αὐτὸς ἦταν ἀπόγονος τῶν γιγάντων.
- 7
καὶ ὠνείδισε τὸν ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτὸν ᾿Ιωνάθαν υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυίδ.
Ὁ γιγαντάνθρωπος αὐτὸς ἐχλεύασε καὶ ἐπεριφρόνησε τὸν Ἰσραηλιτικὸν λαόν· ἀλλὰ τὸν ἐσκότωσεν ὁ Ἰωνάθαν, ὁ υἱὸς τοῦ Σαμαά, ἀδελφοῦ τοῦ Δαβίδ.
- 8
οὗτοι ἐγένοντο Ραφὰ ἐν Γέθ· πάντες ἦσαν τέσσαρες γίγαντες, καὶ ἔπεσον ἐν χειρὶ Δαυὶδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ.
Οἱ γίγαντες αὐτοὶ ἦσαν υἱοὶ τοῦ Ραφὰ εἰς τὴν Γέθ (κατ’ ἄλλην ἑρμηνείαν: Ἦσαν γίγαντες, ποὺ ἑκατοικοῦσαν εἰς τὴν Γέθ). Ὅλοι οἱ γίγαντες ἦσαν τέσσερις, ἐφονεύθησαν δὲ μὲ τὸ χέρι τοῦ Δαβὶδ καὶ μὲ τὸ χέρι τῶν ἀνδρῶν (κατ’ ἄλλους: Τῶν σωματοφυλάκων) τοῦ Δαβίδ.
