Α΄ Παραλειπομένων, κεφάλαιο 19
- 1
ΚΑΙ ἐγένετο μετὰ ταῦτα ἀπέθανε Ναὰς βασιλεὺς υἱῶν ᾿Αμμών, καὶ ἐβασίλευσεν ᾿Ανὰν υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
Μετὰ ἀπὸ αὐτὰ συνέβη τοῦτο: Ἀπέθανεν ὁ Ναάς, ὁ βασιλιᾶς τῶν Ἀμμωνιτῶν, ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἀνάν, ὁ υἱός του.
- 2
καὶ εἶπε Δαυίδ· ποιήσω ἔλεος μετὰ ᾿Ανὰν υἱοῦ Ναάς, ὡς ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ᾿ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν ἀγγέλους Δαυὶδ τοῦ παρακαλέσαι αὐτὸν περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ ἦλθον παῖδες Δαυὶδ εἰς γῆν υἱῶν ᾿Αμμὼν πρὸς ᾿Ανὰν τοῦ παρακαλέσαι αὐτόν.
Τότε ὁ Δαβὶδ ἐσκέφθη καὶ εἶπε: «Θὰ δείξω εἰς τὸν Ἀνάν, τὸν υἱὸν τοῦ Ναάς, τὴν ἰδίαν εἰλικρινῆ ἀγάπην, ὅπως ἀκριβῶς ἔδειξε καὶ ὁ πατέρας του εἰλικρινῆ ἀγάπην εἰς ἐμέ». Ἔτσι ὁ Δαβὶδ ἔστειλεν ἀπεσταλμένους, ὥστε νὰ τὸν συλλυπηθοῦν καὶ νὰ τὸν παρηγορήσουν διὰ τὸν Θάνατον τοῦ πατέρα του. Οἱ ἀπεσταλμένοι τοῦ Δαβὶδ ἦλθαν εἰς τὴν χώραν τῶν Ἀμμωνιτῶν καὶ παρουσιάσθησαν εἰς τὸν Ἀνάν, διὰ νὰ τὸν συλλυπηθοῦν καὶ νὰ τὸν παρηγορήσουν.
- 3
καὶ εἶπον ἄρχοντες υἱῶν ᾿Αμμὼν πρὸς ᾿Ανάν· μὴ δοξάζων Δαυὶδ τὸν πατέρα σου ἐναντίον σου ἀπέστειλέ σοι παρακαλοῦντας; οὐχὶ ὅπως ἐξερευνήσωσι τὴν πόλιν καὶ τοῦ κατασκοπῆσαι τὴν γῆν ἦλθον παῖδες αὐτοῦ πρός σε;
Τότε ὅμως οἱ ἀρχηγοὶ τῶν Ἀμμωνιτῶν εἶπαν εἰς τὸν βασιλιᾶ Ἀνάν: «Πιστεύεις πράγματι ὅτι ὁ Δαβὶδ ἔστειλε τοὺς ἀπεσταλμένους του πρὸς σὲ διὰ νὰ σὲ συλλυπηθοῦν, ἐπειδὴ θέλει νὰ τιμήσῃ τὴν μνήμην τοῦ πατέρα σου; Λοιπὸν τὸ ἀντίθετον συμβαίνει! Τοὺς ἀπέστειλε διὰ νὰ ἐρευνήσουν τὴν πόλιν, νὰ κατασκοπεύσουν καὶ να ἐξετάσουν πῶς νὰ καταστρέψουν τὴν χώραν δι’ αὐτὸ δὲν ἦλθαν οἱ ἀπεσταλμένοι του εἰς σέ;»
- 4
καὶ ἔλαβεν ᾿Ανὰν τοὺς παῖδας Δαυὶδ καὶ ἐξύρησεν αὐτοὺς καὶ ἀφεῖλε τῶν μανδυῶν αὐτῶν τὸ ἥμισυ ἕως τῆς ἀναβολῆς καὶ ἀπέστειλεν αὐτούς.
Ὁ Ἀνάν, κατόπιν τῶν ὅσων τοῦ ὑπέβαλαν οἱ ἀρχηγοί του, συνέλαβε τοὺς ἀπεσταλμένους τοῦ Δαβίδ, τοὺς ἐξύρισε, ἔκοψε καὶ ἀφῄρεσε τὸ μισὸ τμῆμα τῶν μανδυῶν των ἀπὸ κάτω μέχρι τὴν μέσην (τοὺς γλουτούς) καὶ τοὺς ἐξαπέστειλεν ἐλευθέρους πίσω εἰς τὴν χώραν των.
- 5
καὶ ἦλθον ἀπαγγεῖλαι τῷ Δαυὶδ περὶ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῖς, ὅτι ἦσαν ἠτιμωμένοι σφόδρα. καὶ εἶπεν ὁ βασιλεύς· καθίσατε ἐν ῾Ιεριχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἀνακάμψατε.
Ἦλθαν καὶ ἀνήγγειλαν εἰς τὸν Δαβὶδ ὅσα συνέβησαν εἰς τοὺς ἀπεσταλμένους του. Τότε ὁ Δαβὶδ ἔστειλεν ἀνθρώπους νὰ τοὺς προϋπαντήσουν, διότι οἱ ἀπεσταλμένοι του εἶχαν ἐξευτελισθῆ πάρα πολύ. Καὶ ὁ Δαβὶδ τοὺς παρήγγειλε: «Μείνετε εἰς τὴν Ἱεριχὼ μέχρις ὅτου μεγαλώσουν τὰ γένεια σας, καὶ κατόπιν ἐπιστρέφετε εἰς τὴν Ἱερουσαλήμ».
- 6
καὶ εἶδον οἱ υἱοὶ ᾿Αμμὼν ὅτι ᾐσχύνθη λαὸς Δαυίδ, καὶ ἀπέστειλεν ᾿Ανὰν καὶ υἱοὶ ᾿Αμμὼν χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰ ἅρματα καὶ ἱππεῖς.
Ὅταν οἰ Ἀμμωνῖται ἐκατάλαβαν ὅτι προσεβλήθη ὁ λαὸς τοῦ Δαβὶδ καὶ ἄρα ἔπεσαν εἰς τὴν δυσμένειάν του, ὁ βασιλιᾶς Ἀνὰν καὶ οἱ Ἀμμωνῖται ἔστειλαν χίλια ἀργυρὰ τάλαντα, ὥστε να συγκροτήσουν διὰ τὸν ἑαυτόν των μισθοφορικὴν δύναμιν ἀπὸ τὴν Συρίαν τῆς Μεσοποταμίας καὶ ἀπὸ τὴν Συρίαν Μοοχὰ καὶ ἀπὸ τὴν Σωβά, ἀποτελουμένην ἀπὸ ἅρματα καὶ ἱππεῖς.
- 7
καὶ ἐμισθώσαντο ἑαυτοῖς δύο καὶ τριάκοντα χιλιάδας ἁρμάτων καὶ τὸν βασιλέα Μοοχὰ καὶ τὸν λαὸν αὐτοῦ καὶ ἦλθον καὶ παρενέβαλον κατέναντι Μαιδαβά, καὶ οἱ υἱοὶ ᾿Αμμὼν συνήχθησαν ἐκ τῶν πόλεων αὐτῶν καὶ ἦλθον εἰς τὸ πολεμῆσαι.
Μὲ τὸν τρόπον αὐτὸν συνεκρότησαν στρατιωτικὴν μισθοφορικὴν δύναμιν διὰ τὸν ἑαυτόν των ἀπὸ τριάντα δύο χιλιάδες (32.000) πολεμικὰ ἅρματα καὶ τὸν βασιλιᾶ τῆς Μοοχὰ καὶ τὸν λαόν του. Ὅλοι αὐτοὶ ἦλθαν καὶ ἐστρατοπέδευσαν ἀπέναντι ἀπὸ τὴν Μαιδαβά, ἐνῷ οἱ Ἀμμωνῖται συνεκεντρώθησαν ἀπὸ τὶς πόλεις των καὶ ἦλθαν διὰ νὰ πολεμήσουν.
- 8
καὶ ἤκουσε Δαυὶδ καὶ ἀπέστειλε τὸν ᾿Ιωὰβ καὶ πᾶσαν τὴν στρατιὰν τῶν δυνατῶν.
Μόλις ἐπληροφορήθη τὸ γεγονὸς αὐτὸ ὁ Δαβίδ, ἀπέστειλεν ἐναντίον των τὸν ἀρχιστράτηγόν του Ἰωὰβ καὶ ὅλες τὶς στρατιωτικές του δυνάμεις, τοὺς πιὸ δυνατοὺς πολεμιστάς.
- 9
καὶ ἐξῆλθον οἱ υἱοὶ ᾿Αμμὼν καὶ παρατάσσονται εἰς πόλεμον παρὰ τὸν πυλῶνα τῆς πόλεως, καὶ οἱ βασιλεῖς οἱ ἐλθόντες παρενέβαλον καθ᾿ ἑαυτοὺς ἐν τῷ πεδίῳ.
Οἱ Ἀμμωνῖται ἐπροχώρησαν καὶ παρετάχθησαν ἕτοιμοι νὰ πολεμήσουν κοντὰ εἰς τὴν πύλην τῆς πόλεως, οἱ δὲ σύμμαχοί των βασιλεῖς, ποὺ εἶχαν φθάσει, ἐστρατοπέδευσαν μόνοι των εἰς κάποιαν ἀπόστασιν. εἰς τὴν πεδιάδα.
- 10
καὶ εἶδεν ᾿Ιωὰβ ὅτι γεγόνασιν ἀντιπρόσωποι τοῦ πολεμεῖν πρὸς αὐτὸν κατὰ πρόσωπον καὶ ἐξόπισθεν, καὶ ἐξελέξατο ἐκ παντὸς νεανίου ἐξ ᾿Ισραήλ, καὶ παρετάξαντο ἐναντίον τοῦ Σύρου·
Ὅταν ὁ Ἰωὰβ εἶδεν ὅτι εἶχε νὰ πολεμήσῃ εἰς δύο μέτωπα, διότι οἱ ἐχθροὶ παρετάχθησαν διὰ πόλεμον ἐμπρός του (κατὰ μέτωπον) καὶ ἀπὸ πίσω του, ἐδιάλεξε τοὺς πλέον ἐκλεκτοὺς νέους ἀπὸ ὅλον τὸν Ἰσραηλιτικὸν στρατὸν καὶ τοὺς παρέταξεν ἀπέναντι τὸν Συριακοῦ στρατοῦ.
- 11
καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ ᾿Αβεσσὰ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν ᾿Αμμών.
Τὸ ὑπόλοιπον τοῦ στρατοῦ του τὸ ἐνεπιστεύθη εἰς τὴν ἐξουσίαν τοῦ Ἀβεσσά, τοῦ ἀδελφοῦ του, αὐτοὶ δὲ ἦλθαν καὶ παρετάχθησαν ἀπέναντι τοῦ στρατοῦ τῶν Ἀμμωνιτῶν.
- 12
καὶ εἶπεν· ἐὰν κρατήσῃ ὑπὲρ ἐμὲ ὁ Σύρος, καὶ ἔσῃ μοι εἰς σωτηρίαν, καὶ ἐὰν οἱ υἱοὶ ᾿Αμμὼν κρατήσωσιν ὑπὲρ σέ, καὶ σώσω σε·
Καὶ Ἰωαβ εἶπεν εἰς τὸν Ἀβεσσά: «Ἐὰν οἱ Σύροι ὑπερισχύσουν τοῦ ἰδικοῦ μου στρατοῦ, νὰ ἔλθῃς εἰς βοήθειάν μου· ἐὰν δὲ οἱ Ἀμμωνῖται ὑπερισχύσουν τοῦ ἰδικοῦ σου στρατοῦ, θὰ ἔλθω μὲ τὸν στρατόν μου νὰ σὲ σώσω·
- 13
ἀνδρίζου καὶ ἐνισχύσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ Θεοῦ ἡμῶν, καὶ Κύριος τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιήσει.
ἀπομάκρυνε λοιπὸν κάθε δειλίαν ἀπὸ τὴν καρδιά σου, γίνε ἀνδρεῖος καὶ ἠρωϊκός, καὶ ἂς φανῶμεν γενναῖοι χάριν τοῦ λαοῦ μας καὶ τῶν πόλεων τοῦ Θεοῦ μας! Ὁ δὲ Κύριος ἂς κάμῃ αὐτό, ποὺ εἶναι ἀγαθὸν καὶ εὐάρεστον ἐνώπιον του».
- 14
καὶ παρετάξατο ᾿Ιωὰβ καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ κατέναντι Σύρων εἰς πόλεμον, καὶ ἔφυγον ἀπ᾿ αὐτῶν.
Καὶ ὁ Ἰωὰβ μαζὶ μὲ τὸν στρατόν του παρετάχθησαν ἀπέναντι τῶν Σύρων καὶ ἐπολέμησαν ἐναντίον των οἱ δὲ Σύροι ἐμπρὸς εἰς τὴν ὁρμητικὴν ἐπίθεσιν τοῦ Ἰωὰβ ἐτράπησαν εἰς φυγήν.
- 15
καὶ οἱ υἱοὶ ᾿Αμμὼν εἶδον ὅτι ἔφυγον οἱ Σύροι, καὶ ἔφυγον καὶ αὐτοὶ ἀπὸ προσώπου ᾿Αβεσσὰ καὶ ἀπὸ προσώπου ᾿Ιωὰβ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν. καὶ ἦλθεν ᾿Ιωὰβ εἰς ῾Ιερουσαλήμ.
Ὅταν οἰ Ἀμμωνῖται εἶδαν ὅτι οἱ Σύροι ἐτράπησαν εἰς φυγήν, ἐτράπησαν καὶ αὐτοὶ εἰς φυγὴν ἐμπρὸς ἀπὸ τὸν Ἀβεσσὰ καὶ ἐμπρὸς ἀπὸ τὸν Ἰωάβ, τὸν ἀδελφόν του, καὶ κατέφυγαν εἰς τὴν πόλιν των. Ὁ δὲ Ἰωὰβ ἐπέστρεψε νικητὴς εἰς τὴν Ἱερουσαλήμ.
- 16
καὶ εἶδεν ὁ Σύρος ὅτι ἐτροπώσατο αὐτὸν ᾿Ισραήλ, καὶ ἀπέστειλεν ἀγγέλους, καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφὰ ἀρχιστράτηγος δυνάμεως ᾿Αδρααζὰρ ἔμπροσθεν αὐτῶν.
Ὅταν οἰ Σύροι εἶδαν ὅτι τοὺς ἐνίκησαν οἰ Ἰσραηλῖται, ἔστειλαν ἀγγελιαφόρους, οἱ ὁποῖοι ἐκινητοποίησαν καὶ ἔφεραν Συριακὰ στρατεύματα ἀπὸ τὴν περιοχὴν ἀνατολικῶς τοῦ ποταμοῦ Εὐφράτη. Ὁ δὲ Σωφά, ὁ ἀρχιστράτηγος τοῦ στρατοῦ τοῦ Ἀδρααζάρ, ἦταν ἐπὶ κεφαλῆς τοῦ στρατοῦ αὐτοῦ.
- 17
καὶ ἀπηγγέλη τῷ Δαυίδ, καὶ συνήγαγε τὸν πάντα ᾿Ισραὴλ καὶ διέβη τὸν ᾿Ιορδάνην καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς καὶ παρετάξατο ἐπ᾿ αὐτούς, καὶ παρατάσσεται Σύρος ἐξεναντίας Δαυὶδ εἰς πόλεμον καὶ ἐπολέμησαν αὐτόν,
Ἦλθαν δὲ καὶ ἀνήγγειλαν τὴν εἴδησιν αὐτὴν εἰς τὸν Δαβίδ, ὁ ὁποῖος, ἀφοῦ συνεκέντρωσεν ὅλον τὸν Ἰσραηλιτικὸν στρατόν, ἐπέρασε τὸν Ἰορδάνην, ἦλθε κοντά των καὶ παρετάχθη ἀπέναντί των. Παρετάχθησαν δὲ καὶ οἱ Σύροι ἀπέναντι τοῦ Δαβὶδ καὶ τοῦ ἐπετέθησαν.
- 18
καὶ ἔφυγε Σύρος ἀπὸ προσώπου ᾿Ισραήλ, καὶ ἀπέκτεινε Δαυὶδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν καὶ τὸν Σωφὰ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινε.
Ἄλλὰ οἱ Σύροι ἐτράπησαν εἰς φυγὴν ἐμπρὸς ἀπὸ τὸν Ἰσραηλιτικὸν στρατόν, ὁ δὲ Δαβὶδ ἐσκότωσεν εἰς τὴν μάχην ἐκείνην ἀπὸ τοὺς Σύρους τὰ πληρώματα ἑπτὰ χιλιάδων (7.000) πολεμικῶν ἁρμάτων, σαράντα χιλιάδες (40.000) πεζοὺς στρατιῶτες, ἐφόνευσε δὲ καὶ τὸν Σωφά, τὸν ἀρχιστράτηγον τοῦ Συριακοῦ στρατοῦ.
- 19
καὶ εἶδον παῖδες ᾿Αδρααζὰρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου ᾿Ισραήλ, καὶ διέθεντο μετὰ Δαυὶδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησε Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς ᾿Αμμὼν ἔτι.
Ὅταν οἱ σύμμαχοι τοῦ Ἀδρααζάρ, δηλαδὴ οἱ βασιλεῖς, ποὺ ἦσαν ὑποτελεῖς του, εἶδαν ὅτι ἐνικήθησαν ἀπὸ τοὺς Ἰσραηλίτες, συνῆψαν συνθήκην εἰρήνης μὲ τὸν Δαβὶδ καὶ ἔγιναν ὑποτελεῖς του. Κατόπιν αὐτῶν οἱ Σύροι δὲν ἠθέλησαν νὰ βοηθήσουν ἄλλην φορὰν τοὺς Ἀμμωνῖτες.
