Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΜΑΚΚΑΒΑΙΩΝ

Α΄ Μακκαβαίων, κεφάλαιο 5

68 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (16)
  1. 1

    ΚΑΙ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα

    Συνέβη δὲ τοῦτο: Ὅταν οἱ εἰδωλολατρικοὶ λαοί, ποὺ ἑκατοικοῦσαν γύρω - γύρω ἀπὸ τὴν Ἰουδαίαν, ἐπληροφορήθησαν ὅτι ἐκτίσθη καὶ πάλιν τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ὅτι ἀποκατεστάθη, ἀνακαθιερώθη καὶ ἐνεκαινιάσθη ὁ Ναός, ὅπως ἦταν προηγουμένως, ἐξωργίσθησαν πάρα πολύ·

  2. 2

    καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος ᾿Ιακώβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.

    καὶ ἀπεφάσισαν νὰ καταστρέψουν καὶ νὰ ἑξαφανίσουν ὅλους τοὺς ἀπογόνους τοῦ Ἰακώβ, τοὺς Ἰσραηλίτας, οἱ ὁποῖοι ἐζοῦσαν μεταξύ των.Ἔτσι ἄρχισαν νὰ σφάξουν, νὰ δολοφονοῦν καὶ νὰ ἐκδιώκουν (πολλοὺς) ἀπὸ τὸν λαόν.

  3. 3

    καὶ ἐπολέμει ᾿Ιούδας πρὸς τοὺς υἱοὺς ῾Ησαῦ ἐν τῇ ᾿Ιδουμαίᾳ, τὴν ᾿Ακραβαττήνην, ὅτι περιεκάθηντο τὸν ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.

    Ὁ Ἰούδας ἐπολεμοῦσε ἐναντίον τῶν ἀπογόνων τοῦ Ἡσαῦ εἰς τὴν Ἰδουμαίαν καὶ ἐπετέθη κατὰ τῆς Ἀκραβαττήνης, διότι ἐκεῖ ἐπολιορκοῦσαν καὶ περιέσφιγγαν τοὺς Ἰσραηλίτας.Ὁ Ἰούδας κατέφερεν ἐναντίον των σοβαρὸν κτύπημα, τοὺς ἐταπείνωσε καὶ τοὺς διέλυσε καὶ ἔλαβε τὰ λάφυρά των.

  4. 4

    καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιάν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς·

    Ὁ Ἰούδας ἐνεθυμήθη ἐπίσης τὴν κακότητα καὶ τὴν ὑπουλότητα τῶν υἱῶν τοῦ Βαιάν, οἱ ὁποῖοι μὲ τὶς ἐνέδρες, τὶς παγίδες καὶ τοὺς ἀποκλεισμοὺς τῶν ὁδῶν ἦσαν συνεχὴς ἀπειλὴ διὰ τὸν Ἰσραηλιτικὸν λαόν.

  5. 5

    καὶ συνεκλείσθησαν ὑπ᾿ αὐτοῦ ἐν τοῖς πύργοις, καὶ παρενέβαλεν ἐπ᾿ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐνοῦσι.

    Ἔτσι καὶ αὐτοὶ ἐκυκλώθησαν καὶ περιεκλείσθησαν ἀπὸ τὸν Ἰούδαν εἰς τὰ φρούρια των κατόπιν ἔλαβε θέσεις μάχης καὶ ἐπετέθη ἐναντίον των καὶ τοὺς παρέδωκεν εἰς ἀνάθεμα, δηλαδὴ εἰς ὁλοσχερῆ καταστροφὴν κατόπιν ἐπυρπόλησε τοὺς ὀχυροὺς πύργους (τὰ φρούρια) τῆς πόλεως μαζὶ μὲ ὅλους, ὅσοι ὑπῆρχαν μέσα εἰς αὐτούς.

  6. 6

    καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς ᾿Αμμὼν καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν·

    Κατόπιν ἐπροχώρησε ἀπέναντι καὶ ἐπετέθη ἐναντίον τῶν Ἀμμωνιτῶν· ἐκεῖ εὑρῆκε ἰσχυρὰν στρατιωτικὴν δύναμιν καὶ λαὸν πολὺν ὑπὸ τὴν ἀρχηγίαν τοῦ Τιμοθέου.

  7. 7

    καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.

    Ὁ Ἰούδας συνῆψε μαζί τους πολλὲς μάχες καὶ ἐκεῖνοι ἡττήθησαν καὶ συνετρίβησαν ἐνώπιόν του, αὐτὸς δὲ τοὺς ἐκατακομμάτιασε.

  8. 8

    καὶ προκατελάβετο τὴν ᾿Ιαζὴρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν ᾿Ιουδαίαν.

    Ἀφοῦ δὲ ἐκυρίευσεν αἰφνιδίως τὴν πόλιν Ἰαζὴρ καὶ τὰ χωριὰ ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν, ἐπέστρεψεν εἰς τὴν Ἰουδαίαν.

  9. 9

    Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαδαὰδ ἐπὶ τὸν ᾿Ισραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς, καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα.

    Κατόπιν τὰ ἄλλα εἰδωλολατρικὰ ἔθνη, ποὺ ἦσαν εἰς τὴν Γαλαάδ, συνηνώθησαν καὶ συνεκεντρώθησαν μὲ σκοπὸν νὰ ἐξολοθρεύσουν τοὺς Ἰσραηλίτας, οἱ ὁποῖοι ἐζοῦσαν εἰς τὴν περιοχήν των.Οἱ Ἰουδαῖοι ὅμως κατέφυγαν εἰς τὸ φρούριον τῆς Δάθεμα,

  10. 10

    καὶ ἀπέστειλαν γράμματα πρὸς ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες· ἐπισυνηγμένα ἐστὶν ἐφ᾿ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς

    ἀπὸ ὅπου ἀπέστειλαν ἐπιστολὲς πρὸς τὸν Ἰούδαν καὶ τοὺς ἀδελφούς του, εἰς τὶς ὁποῖες ἔγραφαν: Τὰ εἰδωλολατρικὰ ἔθνη, ποὺ εὑρίσκονται γύρω μας, συνηνώθησαν καὶ συνεκεντρώθησαν μὲ σκοπὸν νὰ μᾶς ἐξολοθρευσουν.

  11. 11

    καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα, εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν·

    Προετοιμάζονται δὲ νὰ ἔλθουν καὶ νὰ κυριεύσουν τὸ φρούριον, εἰς τὸ ὁποῖον ἔχομεν καταφύγει· ἀρχηγὸς τῆς στρατιωτικῆς των δυνάμεως εἶναι ὁ Τιμόθεος.

  12. 12

    νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος,

    Ἔλα λοιπὸν τώρα ἀμέσως καὶ γλύτωσέ μας ἀπὸ τὰ χέρια των, διότι ἤδη ἔχει φονευθῆ μεγάλος ἀριθμὸς ἀπὸ τοὺς ιδικούς μας.

  13. 13

    καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τωβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευήν, καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν.

    Ὅλοι οἱ ἀδελφοι μας Ἰουδαῖοι, ποὺ ζοῦν εἰς τὴν χώραν τοῦ Τωβία (περιοχὴν Τώβ), ἔχουν θανατωθῆ καὶ οἱ ἐχθροὶ ἔχουν αἰχμαλωτίσει τὶς γυναῖκες των καὶ τὰ παιδια των καὶ ἔχουν ἁρπάξει τὴν περιουσίαν των.Ἐκεῖ δὲ ἐφονεύθησαν περίπου χίλιοι Ἰουδαῖοι ἄνδρες.

  14. 14

    ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ρήματα ταῦτα λέγοντες

    Ἐνῷ ἀκόμη οἱ ἐπιστολὲς ἀνεγινώσκοντο ἀπὸ τὸν Ἰούδαν καὶ τοὺς ἀδελφούς του, νά· ἔφθασαν ἄλλοι ἀγγελιαφόροι ἀπὸ τὴν Γαλιλαίαν μὲ τὰ ροῦχα των σχισμένα εἰς ἔνδειξιν πένθους, οἱ ὁποῖοι ἔφεραν δυσάρεστα μηνύματα, παρόμοια μὲ αὐτὸ ποὺ ἔλαβαν ἀπὸ τοὺς Ἰουδαίους τῆς Γαλαάδ· οἱ ἀγγελιαφόροι ἔλεγαν:

  15. 15

    ἐπισυνῆχθαι ἐπ᾿ αὐτοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πάσης Γαλιλαίας ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς.

    Ἄνδρες ἀπὸ τὶς τρεῖς παραλιακὲς πόλεις Πτολεμαΐδα, Τύρον καὶ Σιδῶνα καὶ ἀπὸ ὅλους τοὺς εἰδωλολάτρες τῆς Γαλιλαίας συνεκεντρώθησαν καὶ συνηνώθησαν διὰ νὰ μᾶς ἑξαφανίσουν!

  16. 16

    ὡς δὲ ἤκουσεν ᾿Ιούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσι τοῖς ἀδελφοῖς αὐτῶν, τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ᾿ αὐτῶν.

    Ὅταν ὁ Ἰούδας καὶ ὁ Ἰσραηλιτικὸς λαὸς ἄκουσαν τὶς εἰδήσεις αὐτές, συνεκεντρώθησαν εἰς συνάθροισιν μεγάλων, διὰ νὰ σκεφθοῦν καὶ νὰ ἀποφασίσουν τὶ ἔπρεπε νὰ κάμουν διὰ τοὺς ἀδελφοως των, ποὺ κατεπιέζοντο καὶ ἐθλίβοντο καὶ ἦσαν πολεμούμενοι ἀπὸ τοὺς ἐχθρούς των.

  17. 17

    καὶ εἶπεν ᾿Ιούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ρῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ· ἐγὼ δὲ καὶ ᾿Ιωνάθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν.

    Καὶ ὁ Ἰούδας εἶπεν εἰς τὸν Σίμωνα, τὸν ἀδελφόν του: Διάλεξε καὶ παράλαβε τοὺς πολεμιστὲς ἄνδρες σου καὶ πήγαινε νὰ γλυτώσῃς τοὺς ἀδελφούς σου Ἰσραηλίτες, ποὺ ζοῦν εἰς τὴν Γαλιλαίαν ἐγὼ δὲ καὶ ὁ Ἰωνάθαν, ὁ ἀδελφός μου, θὰ κατευθυνθῶμεν πρὸς τὴν χώραν Γαλαάδ.

  18. 18

    καὶ κατέλιπεν ᾿Ιώσηφον τὸν τοῦ Ζαχαρίου καὶ ᾿Αζαρίαν ἡγουμένους τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ ᾿Ιουδαίᾳ εἰς τήρησιν

    Ὁ Ἰούδας ἀφῆκε τὸν Ἰώσηφον, τὸν υἱὸν τοῦ Ζαχαρία, καὶ τὸν Ἀζαρίαν, ἀρχηγοὺς τοῦ λαοῦ μαζὶ μὲ τὸ ὑπόλοιπον τῶν στρατιωτικῶν δυνάμεων, διὰ τὴν φύλαξιν καὶ τὴν ὑπεράσπισιν τῆς Ἰουδαίας ἀπὸ τυχὸν ἐπιθέσεις τῶν εἰδωλολατρῶν.

  19. 19

    καὶ ἐνετείλατο αὐτοῖς λέγων· πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.

    Εἰς αὐτοὺς δὲ ἔδωκε τὴν ἀκόλουθον διαταγήν: Ἀναλάβετε τὴν προστασίαν καὶ τὴν φροντίδα τοῦ λαοῦ αὐτοῦ καὶ προσέχετε νὰ μὴ συγκρουσθῆτε εἰς μάχην ἐναντίον τῶν εἰδωλολατρικῶν ἐθνῶν, μέχρις ὅτου ἐπιστρέψωμεν ἡμεῖς.

  20. 20

    καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, ᾿Ιούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν.

    Ἡ στρατιωτικὴ δύναμις ἐχωρίσθη καὶ παρεχωρήθησαν εἰς μὲν τὸν Σίμωνα τρεῖς χιλιάδες (3.000) ἄνδρες, διὰ νὰ ἐκστρατεύσῃ κατὰ τῆς Γαλιλαίας, εἰς δὲ τὸν Ἰούδαν ὀκτὼ χιλιάδες (8.000) ἄνδρες, διὰ νὰ ἐκστρατεύσῃ κατὰ τῆς χώρας Γαλαάδ.

  21. 21

    καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,

    Ὁ Σίμων εἰσέβαλεν εἰς τὴν Γαλιλαίαν καὶ συνῆψε πολλὲς μάχες μὲ τὰ εἰδωλολατρικὰ ἔθνη, τὰ δὲ εἰδωλολατρικὰ ἔθνη ἡττήθησαν καὶ συνετρίβησαν ἐνώπιόν του.

  22. 22

    καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος. καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.

    Ὁ δὲ Σίμων τοὺς κατεδίωξε μέχρι τῆς πύλης τῆς Πτολεμαΐδος.Ἀπὸ τὸν στρατὸν τῶν εἰδωλολατρῶν ἐφονεύθησαν περίπου τρεῖς χιλιάδες (3.000) ἄνδρες, ἀπὸ τοὺς ὁποίους ὁ Σίμων ἔλαβε τὰ λάφυρα.

  23. 23

    καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν ᾿Αρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις καὶ πάντα, ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν ᾿Ιουδαίαν μετ᾿ εὐφροσύνης μεγάλης.

    Μαζί του δὲ παρέλαβε τοὺς Ἰουδαίους, οἱ ὁποῖοι ἐζοῦσαν εἰς τὴν Γαλιλαίαν καὶ εἰς τὰ Ἄρβαττα, μαζὶ μὲ τὶς γυναῖκες καὶ τὰ παιδιὰ καὶ ὅλην τὴν κινητὴν περιουσίαν (τὰ ὑπάρχοντά) των καὶ τοὺς ἔφερεν εἰς τὴν Ἰουδαίαν μὲ μεγάλην ἀγαλλίασιν.

  24. 24

    καὶ ᾿Ιούδας ὁ Μακκαβαῖος καὶ ᾿Ιωνάθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν ᾿Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ.

    Ἐν τῷ μεταξὺ ὁ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθαν, ὁ ἀδελφός του, διεπέρασαν τὸν ποταμὸν Ἰορδάνην καὶ ἐβάδισαν εἰς τὴν ἔρημον πορείαν τριῶν ἡμερῶν.

  25. 25

    καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι.

    Καὶ συνήντησαν τοὺς Ναβαταίους, οἱ ὁποῖοι τοὺς ὑπεδέχθησαν φιλικῶς καὶ εἰρηνικῶς· αὐτοὶ δὲ διηγήθησαν εἰς τὸν Ἰούδαν καὶ τὸν Ἰωνάθαν ὅλα, ὅσα εἶχαν συμβῆ εἰς τοὺς ἀδελφούς των Ἰουδαίους εἰς τὴν χώραν Γαλαάδ.

  26. 26

    καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βόσορρα καὶ Βοσόρ, ἐν ᾿Αλέμοις, Χασφώρ, Μακὲδ καὶ Καρναΐν, πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·

    Οἱ Ναβαταῖοι τοὺς εἶπαν ἀκόμη ὅτι πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους εἶναι ἀποκλεισμένοι εἰς τὶς πόλεις Βόσορρα καὶ Βοσόρ, εἰς τὰ Ἄλεμα, τὴν Χασφώρ, τὴν Μακὲδ καὶ τὴν Καρναΐν.Ὅλες αὐτὲς εἶναι πόλεις μεγάλες καὶ ὠχυρωμένες.

  27. 27

    καὶ ἐν ταῖς λοιπαῖς πόλεσι τῆς Γαλααδίτιδός εἰσι συνειλημμένοι καὶ εἰς αὔριον τάσσονται παρεμβάλλειν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.

    Καὶ οἱ Ναβαταῖοι ἐπρόσθεσαν: Ἄλλοι Ἰουδαῖοι εἶναι ἀποκλεισμένοι εἰς τὶς ὑπόλοιπες πόλεις τῆς χώρας Γαλαάδ· καὶ οἱ ἐχθροί σας ἑτοιμάζονται αὔριον νὰ βαδίσουν καὶ ἐπιτεθοῦν ἐναντίον τῶν ὀχυρῶν πόλεων, νὰ τὶς κυριεύσουν καὶ νὰ ἐξολοθρεύσουν ὅλους τοὺς Ἰουδαίους, ποὺ εἶναι ἀποκλεισμένοι εἰς αὐτάς, ἐντὸς μιᾶς ἡμέρας.

  28. 28

    καὶ ἀπέστρεψεν ᾿Ιούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βόσορρα ἄφνω· καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί.

    Τότε ὁ Ἰούδας καὶ ὁ στρατός του ἄλλαξε γρήγορα κατεύθυνσιν καὶ ἀκολούθησε τὸν δρόμον, ποὺ ὁδηγεῖ διὰ τῆς ἐρήμου, καὶ παρουσιάσθη ἔξαφνα ἐμπρὸς εἰς τὴν Βόσορρα.Κατέλαβε τὴν πόλιν καὶ ἐπέρασεν ὅλους τοὺς ἄρρενες, ποὺ εὑρίσκοντο εἰς τὴν πόλιν, ἀπὸ τὸ στόμα τῆς μαχαίρας καὶ ἐμάζευσεν ὅλα τὰ λάφυρά των καὶ ἐπυρπόλησε τὴν πόλιν.

  29. 29

    καὶ ἀπῇρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα·

    Ἀπὸ ἐκεῖ ἀνεχώρησε κατὰ τὴν διάρκειαν τῆς νύκτας καὶ ἔφθασε μέχρι τὴν ὀχυρὰν πόλιν Δάθεμα.

  30. 30

    καὶ ἐγένετο ἑωθινῇ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς, οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς.

    Ὅταν δὲ ἀνέτειλε τὸ πρῶτον φῶς τῆς αὐγῆς, οἱ Ἰουδαῖοι ἐσήκωσαν τὰ μάτια των, ἐκύτταξαν καὶ νά· εἶδαν ἐχθρικὸν λαὸν πολύν, ἀναρίθμητον! Οἱ ἐχθροὶ ἐκρατοῦσαν καὶ μετέφεραν ἀνεμόσκαλες καὶ πολιορκητικὲς μηχανές, διὰ νὰ ἀνεβοῦν εἰς τὰ τείχη καὶ νὰὶ κυριεύσουν τὴν ὠχυρωμένην πόλιν Δάθεμα· καὶ οἱ ἐχθροὶ ἐπετίθεντο καὶ ἐπολεμοῦσαν τοὺς Ἰουδαίους, ποὺ ἦσαν μέσα εἰς τὴν πόλιν.

  31. 31

    καὶ εἶδεν ᾿Ιούδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη εἰς τὸν οὐρανὸν σάλπιγξι καὶ φωνῇ μεγάλῃ,

    Ὅταν ὁ Ἰούδας ὁ Μακκαβαῖος εἶδεν ὅτι ἡ ἐπίθεσις καὶ ἡ μάχη ἄρχισε ἤδη καὶ ὅτι ἡ πολεμικὴ ἰαχὴ τῶν πολιορκουμένων κατοίκων ἦταν τόσον ἰσχυρή, ὥστε ἀνέβη εἰς τὸν οὐρανὸν ἀνάμικτη μὲ τὰ πολεμικὰ σαλπίσματα καὶ τὴν ἰσχυρὰν κραυγήν,

  32. 32

    καὶ εἶπε τοῖς ἀνδράσι τῆς δυνάμεως· πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ὑμῶν.

    εἶπεν εἰς τοὺς ἄνδρες τοῦ στρατοῦ του: Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν σας!

  33. 33

    καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι καὶ ἐβόησαν ἐν προσευχῇ.

    Καὶ ὁ Ἰούδας μὲ τρία σώματα στρατοῦ ἐπροχώρησε καὶ ἔφθασεν εἰς τὰ νῶτα τῶν ἐχθρῶν.Τότε οἱ Ἰουδαῖοι στρατιῶται ἐσάλπισαν μὲ τὶς πολεμικὲς σάλπιγγες καὶ ἐφώναξαν δυνατὰ μὲ θερμὴν προσευχὴν πρὸς τὸν Θεόν.

  34. 34

    καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.

    Μόλις ὅμως ὁ εἰδωλολατρικὸς στρατὸς τοῦ Τιμοθέου ἐκατάλαβε ὅτι αὐτὸς ποὺ ἔφθασεν εἶναι ὁ Ἰούδας ὁ Μακκαβαῖος, ἐτράπησαν εἰς φυγὴν ἀπ' ἐμπρός του, ὁ δὲ Ἰούδας τοὺς ἐκτύπησε καὶ τοὺς ἐπροξένησε μεγάλην καταστροφήν.Κατὰ τὴν ἡμέραν ἐκείνην ἐφονεύθησαν ἀπὸ τοὺς ἐχθροὺς περίπου ὀκτὼ χιλιάδες (8.000) ἄνδρες.

  35. 35

    καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτὴν καὶ προκατελάβετο αὐτὴν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν πυρί.

    Κατόπιν ὁ Ἰούδας ἐστράφη εἰς τὴν Μασφά, ἐπετέθη ἐναντίον της, τὴν κατέλαβεν, ἐφόνευσεν ὅλους τοὺς ἄρρενες τῆς πόλεως, ἔλαβε τὰ λάφυρά της καὶ τὴν ἐπυρπόλησεν.

  36. 36

    ἐκεῖθεν ἀπῇρε καὶ προκατελάβετο τὴν Χασφών, Μακέδ, Βοσὸρ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.

    Ἀπὸ ἐκεῖ ἀνεχώρησε καὶ κατέλαβε τὴν Χασφών, τὴν Μακέδ, τὴν Βοσὸρ καὶ τὶς ὑπόλοιπες πόλεις τῆς χώρας Γαλαάδ.

  37. 37

    μετὰ δὲ τὰ ρήματα ταῦτα συνήγαγε Τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλε κατὰ πρόσωπον Ραφὼν ἐκ πέραν τοῦ χειμάρρου.

    Μετὰ τὰ γεγονότα αὐτὰ ὁ Τιμόθεος συνεκέντρωσεν ἄλλην στρατιωτικὴν δύναμιν καὶ ἐστρατοπέδευσεν ἀπέναντι ἀπὸ τὴν Ραφῶν, εἰς τὴν ἄλλην πλευρὰν τοῦ χειμάρρου (παραποτάμου Γιαρμούκ).

  38. 38

    καὶ ἀπέστειλεν ᾿Ιούδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες· ἐπισυνηγμένα εἰσὶ πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα·

    Ὀ Ἰούδας ἀπέστειλε κατασκόπους, διὰ νὰ κατασκοπεύσουν τὸ ἐχθρικὸν στρατόπεδον, αὐτοὶ δὲ μετὰ τὴν ἀναγνώρισιν τοῦ ἀνέφεραν καὶ τοῦ εἶπαν: Μαζὶ μὲ τὸν Τιμόθεον καὶ τὸν στρατόν του ἔχουν συγκεντρωθῆ ὅλα τὰ εἰδωλολατρικὰ ἔθνη, ποὺ εὑρίσκονται γύρω μας· ὅλοι αὐτοὶ ἀπαρτίζουν πολὺ μεγάλην στρατιωτικὴν δύναμιν.

  39. 39

    καὶ ῎Αραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρενέβαλον πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον. καὶ ἐπορεύθη ᾿Ιούδας εἰς συνάντησιν αὐτῶν.

    Ἔχουν δὲ μισθώσει καὶ μισθοφόρους Ἄραβες διὰ νὰ τοὺς βοηθήσουν καὶ ἔχουν στρατοπεδεύσει εἰς τὴν ἄλλην πλευρὰν τοῦ χειμάρρου καὶ ἑτοιμάζονται νὰ σοῦ ἐπιτεθοῦν.Τότε ὁ Ἰούδας προήλασε διὰ νὰ τοὺς συναντήσῃ καὶ νὰ τοὺς ἐπιτεθῇ.

  40. 40

    καὶ εἶπε Τιμόθεος τοῖς ἄρχουσι τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν ᾿Ιούδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος· ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς·

    Ἐνῷ δὲ ὁ Ἰούδας καὶ ὁ στρατός του ἐπλησίαζαν εἰς τὴν κοίτην τοῦ χειμάρρου, ὁ Τιμόθεος εἶπεν εἰς τοὺς ἀρχηγούς (ἀξιωματικούς) τοῦ στρατοῦ του: Ἐὰν ὁ Ἰούδας διαπεράσῃ τὸν χείμαρρον καὶ φθάσῃ πρῶτος πρὸς τὴν πλευράν μας, δὲν θὰ ἠμπορέσωμεν νὰ τοῦ ἀντισταθῶμεν, διότι θὰ εὑρίσκεται εἰς πλεονεκτικωτέραν θέσιν ἀπὸ ἡμᾶς καὶ θὰ ὁρμήσῃ ἐναντίον μας ἀσυγκράτητος.

  41. 41

    ἐὰν δὲ δειλωθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν.

    Ἐὰν ὅμως χάσῃ τὸ θάρρος του καὶ δειλιάσῃ καὶ ἀντὶ νὰ διαβῇ τὸν χείμαρρον στρατοπεδεύσῃ εἰς τὴν ἄλλην πλευρὰν τοῦ ποταμοῦ, τότε θὰ διαβῶμεν ἡμεῖς τὸν ποταμὸν εὑρισκόμενοι δὲ εἰς πλεονεκτικωτέραν θέσιν θὰ ἠμπορέσωμεν νὰ τοῦ ἐπιτεθῶμεν καὶ νὰ τὸν νικήσωμεν.

  42. 42

    ὡς δὲ ἤγγισεν ᾿Ιούδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησε τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων· μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλ᾿ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.

    Ὅταν ὁ Ἰούδας ἔφθασεν εἰς τὴν κοίτην τοῦ χειμάρρου, ἐτοποθέτησε τοὺς γραμματεῖς (διοικητικοὺς ἀξιωματικούς) τοῦ στρατοῦ εἰς τὴν ὄχθην τοῦ χειμάρρου, τοὺς διέταξε καὶ τοὺς εἶπε: Μὴ ἀφήσετε κανένα νὰ στήσῃ τὴν σκηνήν του καὶ νὰ στρατωνισθῇ, ἀλλ' ἂς ἔλθουν ὅλοι ἕτοιμοι διὰ τὸν πόλεμον.

  43. 43

    καὶ διεπέρασεν ἐπ᾿ αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρναΐν.

    Πρῶτος δὲ ἀπὸ ὅλους ἐπέρασε τὸν χείμαρρον καὶ ἐπροχώρησε κατὰ τῶν ἐχθρῶν ὁ Ἰούδας, καὶ ὅλος ὁ στρατὸς ἀκολουθοῦσε πίσω του.Καὶ κατὰ τὴν μάχην ὅλα τὰ εἰδωλολατρικὰ ἔθνη ἡττήθησαν καὶ συνετρίβησαν ἐνώπιόν του καὶ ἔρριψαν κατὰ γῆς τὸν ὁπλισμόν των καὶ ετρεξαν διὰ νὰ σωθοῦν εἰς τὸν εἰδωλολατρικὸν ναὸν τῆς πόλεως Καρναΐν.

  44. 44

    καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρναΐν, καὶ οὐκ ἐδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον ᾿Ιούδα.

    Ἀλλ’ οἱ στρατιῶται τοῦ Ἰούδα ἐκυρίευσαν τὴν πόλιν καὶ κατόπιν ἐπυρπόλησαν τὸν ναὸν μὲ ὅλους, ὅσοι εὑρίσκοντο μέσα εἰς αὐτόν.Ἔτσι ὑπετάγη καὶ κατετροπώθη τελείως ἡ Καρναΐν καὶ οἱ ἐχθροὶ εἶχαν ἀποδυναμωθῆ ἐντελῶς, ὥστε δὲν ἠμποροῦσαν νὰ προβάλουν πλέον καμμίαν ἀντίστασιν εἰς τὸν Ἰούδαν.

  45. 45

    καὶ συνήγαγεν ᾿Ιούδας πάντα ᾿Ισραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν ᾿Ιούδα.

    Κατόπιν ὁ Ἰούδας συνεκέντρωσεν ὅλους τοὺς Ἰσραηλίτας, ποὺ ἐζοῦσαν εἰς τὴν χώραν Γαλαάδ, ἀπὸ μικροῦ ἕως μεγάλου, κι τὶς γυναῖκες των καὶ τὰ παιδιά των καὶ τὰ ὑπάρχοντα (τὴν κινητὴν περιουσίαν των), ἕνα πολὺ μεγάλο πλῆθος λαοῦ, διὰ νὰ τοὺς ὁδηγήσῃ εἰς τὴν Ἰουδαίαν καὶ νὰ τοὺς προστατεύσῃ.

  46. 46

    καὶ ἦλθον ἕως ᾿Εφρών, καὶ αὕτη ἡ πόλις μεγάλη ἐπὶ τῆς εἰσόδου ὀχυρὰ σφόδρα, οὐκ ἦν ἐκκλῖναι ἀπ᾿ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ᾿ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι·

    Ὅλοι αὐτοὶ ἔφθασαν μέχρι τὴν Ἐφρών· αὐτὴ ἦταν πόλις μεγάλη καὶ πολὺ καλὰ ὠχυρωμένη, ἐδέσποζε δὲ τοῦ δρόμου, ποὺ ὠδηγοῦσε εἰς τὴν χώραν των.Καὶ καθὼς δὲν ἦταν δυνατὸν νὰ παρεκκλίνῃ κανεὶς καὶ νὰ τὴν παρακάμψῃ ἀπὸ τὰ δεξιὰ ἢ τὰ ἀριστερά, διὰ νὰ εἰσέλθῃ εἰς τὴν Ἰουδαίαν.ἦταν ὑποχρεωμένος νὰ περάσῃ κατ’ εὐθεῖαν μέσα ἀπὸ αὐτήν.

  47. 47

    καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.

    Ἀλλ' οἱ κάτοικοι τῆς Ἐφρὼν ἠρνήθησαν εἰς τοὺς Ἰουδαίους τὴν διέλευσιν ἀπὸ τὴν πόλιν, ἐκλείσθησαν εἰς αὐτὴν καὶ ἔφραξαν τὶς πύλες τῆς πόλεως μὲ λίθους.

  48. 48

    καὶ ἀπέστειλε πρὸς αὐτοὺς ᾿Ιούδας λόγοις εἰρηνικοῖς λέγων· διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶ παρελευσόμεθα· καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.

    Ὁ Ἰούδας ἀπέστειλε πρὸς τοὺς κατοίκους τῆς Ἐφρὼν συμφιλιωτικὸν καὶ συνδιαλλακτικὸν μήνυμα, τὸ ὁποῖον ἔλεγε: Θέλομεν νὰ διέλθωμεν ἀπὸ τὴν χώραν σας, διὰ νὰ φθάσωμεν εἰς τὴν χώραν μας· κανεὶς δὲν πρόκειται νὰ σᾶς κακοποιήσῃ ἢ νὰ σᾶς βλάψῃ· θὰ περάσωμεν ἁπλῶς ὅλοι μας πεζῇ.Οἱ κάτοικοι ὅμως τῆς Ἐφρὼν δὲν ἤθελαν νὰ ἀνοίξουν εἰς τὸν Ἰούδαν τὶς πύλες τῆς πόλεως.

  49. 49

    καὶ ἐπέταξεν ᾿Ιούδας κηρῦξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστι τόπῳ·

    Ἔτσι ὁ Ἰούδας ἔδωκε διαταγὴν νὰ παραγγείλουν εἰς ὅλον τὸν στρατόν του, ὥστε κάθε στρατιώτης νὰ σταματήσῃ προσωρινῶς ἐκεῖ ὅπου εὑρίσκεται καὶ νὰ εἶναι ἕτοιμος διὰ πόλεμον.

  50. 50

    καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ.

    Οἱ πολεμισταὶ τοῦ Ἰούδα ἔλαβαν θέσεις μάχης καὶ ἐπολέμησαν ἐναντίον τῆς Ἐφρὼν κατὰ τὴν διαρκειαν ὅλης ἐκείνης τῆς ἡμέρας καὶ ὅλης τῆς νύκτας· τελικῶς ἡ πόλις ἔπεσε καὶ παρεδόθη εἰς τὰ χέρια των.

  51. 51

    καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ρομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.

    Καὶ ὁ Ἰούδας μὲ τὸν στρατόν του ἐπέρασεν ὅλους τοὺς ἄρρενες, ὅσοι εὑρίσκοντο εἰς τὴν πόλιν, ἀπὸ τὸ στόμα τῆς μαχαίρας καὶ κατεδάφισεν ἐντελῶς, κυριολεκτικὰ ἐξερρίζωσε τὴν πόλιν, ἔλαβεν ὅλα τὰ λάφυρά της καὶ κατόπιν ἐπέρασε μέσα ἀπὸ τὴν πόλιν, πατῶν ἐπάνω εἰς τὰ πτώματα τῶν κατοίκων· ποὺ ἐφονεύθησαν.

  52. 52

    καὶ διέβησαν τὸν ᾿Ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσάν.

    Ἔπειτα οἱ Ἰουδαῖοι διεπέρασαν τὸν ποταμὸν Ἰορδάνην (καὶ ἔφθασαν) εἰς τὴν μεγάλην πεδιάδα, ἡ ὁποία εὑρίσκετο ἐμπρὸς εἰς (ἀπέναντι ἀπό) τὴν Βαιθσάν.

  53. 53

    καὶ ἦν ᾿Ιούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως οὗ ἦλθον εἰς γῆν ᾿Ιούδα.

    Ὁ δὲ Ἰούδας ἀκολουθοῦσε τελευταῖος καὶ ἐπεριμάζευε καὶ προωθοῦσε ὅσους ἐβραδυποροῦσαν καὶ καθυστεροῦσαν καὶ ἔδιδε θάρρος καὶ κουράγιο εἰς τὸν λαὸν καὶ τὸν στρατὸν καθ’ ὅλην τὴν διάρκειαν τῆς πορείας, μέχρις ὅτου ἔφθασαν εἰς τὴν χώραν τῆς Ἰουδαίας.

  54. 54

    καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.

    Ὅταν ἔφθασαν εἰς τὴν Ἱερουσαλήμ, ἀνέβησαν εἰς τὸν λόφον τῆς Σιὼν μὲ εὐφροσύνην καὶ χαρὰν καὶ προσέφεραν ὡς εὐχαριστίαν εἰς τὸν Θεὸν θυσίες ὁλοκαυτωμάτων, διότι κανεὶς ἀπὸ αὐτοὺς δὲν ἐφονεύθη κατὰ τὴν ἐκστρατείαν ἐκείνην, ἀλλ’ ἐπέστρεψαν ὅλοι ἀσφαλεῖς.

  55. 55

    Καὶ ἐν ταῖς ἡμέραις, αἷς ἦν ᾿Ιούδας καὶ ᾿Ιωνάθαν ἐν τῇ Γαλαὰδ καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαΐδος,

    Ἐνῶ ὁ Ἰούδας καὶ ὁ Ἰωνάθαν εὑρίσκοντο εἰς τὴν Γαλαὰδ καὶ ὁ ἀδελφός των Σίμων εἰς τὴν Γαλιλαίαν, πολιορκῶν τὴν Πτολεμαΐδα,

  56. 56

    ἤκουσεν ᾿Ιωσὴφ ὁ τοῦ Ζαχαρίου καὶ ᾿Αζαρίας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου, οἷα ἐποίησαν,

    οἱ δύο ἀρχηγοὶ τοῦ στρατοῦ, ποὺ εὑρίσκετο εἰς τὰ Ἱεροσόλυμα, ὁ Ἰωσήφ, ὁ υἱὸς τοῦ Ζαχαρία, καὶ ὁ Ἀζαρίας ἐπληροφορήθησαν τὰ ἠρωϊκὰ κατορθώματα καὶ τοὺς νικηφόρους πολέμους, ποὺ ἔκαμαν οἱ τρεῖς ἀδελφοὶ Μακκαβαῖοι,

  57. 57

    καὶ εἶπε· ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.

    καὶ εἶπαν: Ἂς κάμωμεν καὶ ἐμεῖς κάτι, ὥστε νὰ ἀποκτήσωμεν καὶ ἐμεῖς φήμην καὶ νὰ γίνῃ περιβόητον τὸ ὄνομά μας· ἂς προχωρήσωμεν λοιπὸν καὶ ἐμεῖς νὰ πολεμήσωμεν ἐναντίον τῶν εἰδωλολατρικῶν ἐθνῶν, τὰ ὁποῖα εἶναι γύρω μας.

  58. 58

    καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ᾿ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ ᾿Ιάμνειαν.

    Ἔτσι ἔδωκαν διαταγὲς εἰς τὸν στρατόν, ποὺ εἶχαν ὑπὸ τὴν ἐξουσίαν των, καὶ προήλασαν κατὰ τῆς Ἰαμνείας.

  59. 59

    καὶ ἐξῆλθε Γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.

    Καὶ ὁ στρατηγὸς τῶν Σύρων Γοργίας ἐβγῆκε ἀπὸ τὴν πόλιν μαζὶ μὲ τοὺς ἄνδρες του, διὰ νὰ ἀντεπιτεθοῦν κατὰ τῶν Ἰουδαίων.

  60. 60

    καὶ ἐτροπώθη ᾿Ιώσηφος καὶ ᾿Αζαρίας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς ᾿Ιουδαίας, καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ ᾿Ισραὴλ εἰς δισχιλίους ἄνδρας.

    Ὁ Ἰώσηφος καὶ ὁ Ἀζαρίας ἐνικήθησαν καὶ κατεδιώχθησαν μέχρι τὰ σύνορα τῆς Ἰουδαίας.Ἐφονεύθησαν δὲ κατὰ τὴν ἡμέραν ἐκείνην περίπου δύο χιλιάδες (2.000) ἄνδρες ἀπὸ τὸν στρατὸν τοῦ Ἰσραήλ.

  61. 61

    καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ ᾿Ισραήλ, ὅτι οὐκ ἤκουσαν ᾿Ιούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι·

    Ἔτσι συνέβη ἧττα καὶ καταστροφὴ μεγάλη εἰς τὸν Ἰσραηλιτικὸν λαόν, διότι οἰ δύο ἀρχηγοὶ τοῦ στρατοῦ Ἰώσηφος καὶ Ἀζαρίας δὲν ὑπήκουσαν εἰς τὸν Ἰούδαν καὶ τοὺς ἀδελφούς του, οἱ ὁποῖοι τοὺς παρήγγειλαν νὰ μὴ συνάψουν πόλεμον μὲ τὰ εἰδωλολατρικά ἔθνη, νομίζοντες ὅτι ἠμποροῦν καὶ αὐτοὶ νὰ ἀνδραγαθήσουν εἰς τὸν πόλεμον.

  62. 62

    αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία ᾿Ισραὴλ διὰ χειρὸς αὐτῶν.

    Ἀλλ' οἱ δύο αὐτοὶ ἀρχηγοὶ τοῦ στρατοῦ δὲν ἦσαν ἀπὸ τὴν οἰκογένειαν τῶν Μακκαβαίων ἐκείνων ἀνδρῶν, εἰς τοὺς ὁποίους εἶχεν ἀνατεθῇ ἀπὸ τὸν Θεὸν ἡ σωτηρία τοῦ Ἰσραηλιτικοῦ λαοῦ.

  63. 63

    καὶ ὁ ἀνὴρ ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἐναντίον παντὸς ᾿Ισραὴλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν·

    Ἀντιθέτως ὁ γενναῖος καὶ εὐγενὴς Ἰούδας καὶ οἱ ἀδελφοί του ἐκέρδισαν μεγάλον σεβασμὸν καὶ ἀπέκτησαν πάρα πολὺ μεγάλην δόξαν μεταξὺ ὁλοκλήρου τοῦ Ἰσραηλιτικοῦ λαοῦ καὶ μεταξὺ ὅλων τῶν εἰδωλολατρικῶν ἐθνῶν, ὁπουδήποτε καὶ ἂν ἠκούετο τὸ ὄνομα καὶ ἡ φήμη των·

  64. 64

    καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.

    τὰ δὲ πλήθη ἐμαζεύοντο καὶ συνωστίζοντο γύρω των, διὰ νὰ τοὺς συγχαροῦν καὶ νὰ τοὺς ζητωκραυγάσουν.

  65. 65

    καὶ ἐξῆλθεν ᾿Ιούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς ῾Ησαῦ ἐν τῇ γῇ πρὸς νότον καὶ ἐπάταξε τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλε τὸ ὀχύρωμα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνέπρησε κυκλόθεν.

    Κατόπιν ὁ Ἰούδας καὶ οἱ ἀδελφοί του προήλασαν καὶ ἐπολέμησαν κατὰ τῶν ἀπογόνων τοῦ Ἡσαῦ, τῶν Ἰδουμαίων, εἰς τὴν πρὸς νότον τῆς Παλαιστίνης περιοχήν.Ὁ Ἰούδας ἐπετέθη καὶ ἐκυρίευσε τὴν Χεβρὼν καὶ τὰ χωριὰ ποὺ ἐξηρτῶντο ἀπὸ αὐτήν, καὶ κατεδάφισε τὰ ὀχυρωματικά της ἔργα καὶ ἐπυρπόλησε τοὺς ὀχυροὺς πύργους (φρούρια), ποὺ ἦσαν γύρω - γύρω ἀπὸ αὐτήν.

  66. 66

    καὶ ἀπῇρε τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων. καὶ διεπορεύετο τὴν Σαμάρειαν.

    Ἀπὸ ἐκεῖ ὁ Ἰούδας ἔφυγε διὰ νὰ μεταβῇ εἰς τὴν χώραν τῶν Φιλισταίων καὶ ἐπροχωροῦσε διασχίζων τὴν Σαμάρειαν.

  67. 67

    ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως.

    Κατὰ τὴν ἡμέραν ἐκείνην ἐφονεύθησαν εἰς τὸ πεδίον τῆς μάχης μερικοὶ ἱερεῖς, οἱ ὁποῖοι ἠθέλησαν νὰ ἀνδραγαθήσουν μὲ τὸ νὰ λάβουν μέρος εἰς τὸν πόλεμον κατὰ τρόπον παράτολμον καὶ ἀσύνετον.

  68. 68

    καὶ ἐξέκλινεν ᾿Ιούδας εἰς ῎Αζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλε τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσε πυρὶ καὶ ἐσκύλευσε τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς τὴν γῆν ᾿Ιούδα.

    Ἔπειτα ὁ Ἰούδας ἐστράφη πρὸς τὴν πόλιν Ἄζωτον, ποὺ εὑρίσκετο εἰς τὴν χώραν τῶν Φιλισταίων ἐκεῖ ἐκρήμνισε καὶ κατέστρεψε τοὺς εἰδωλολατρικοὺς βωμοὺς τῶν Φιλισταίων καὶ παρέδωκεν εἰς τὴν φωτιὰ τὰ εἰδωλικὰ ἀγάλματα τῶν θεῶν των καὶ συνεκέντρωσε τὰ λάφυρα τῶν πόλεών των καὶ ἐπέστρεψεν εἰς τὴν χώραν τῆς Ἰουδαίας.