Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΕΣΔΡΑΣ

Α΄ Έσδρας, κεφάλαιο 2

25 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (9)
  1. 1

    ΒΑΣΙΛΕΥΟΝΤΟΣ Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ρήματος Κυρίου ἐν στόματι ῾Ιερεμίου,

    Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ βασιλέως τῶν Περσῶν Κύρου, διὰ νὰ ἐκπληρωθῇ ὁ λόγος τοῦ Κυρίου, ποὺ τὸν εἶχεν εἰπεῖ μὲ τὸ στόμα τοῦ Προφήτου Ἱερεμίου,

  2. 2

    ἤγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέωςΠερσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διά γραπτῶν λέγων·

    παρεκίνησεν ὁ Κύριος τὴν διάνοιαν καὶ διάθεσιν τοῦ βασιλέως τῶν Περσῶν Κύρου καὶ διεκήρυξεν εἰς ὅλην τὴν ἐπικράτειάν του μὲ τοὺς κήρυκας, ἀλλὰ καὶ μὲ γραπτὰ διατάγματα καὶ εἶπεν:

  3. 3

    τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος· ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος τοῦ ᾿Ισραήλ, Κύριος ὁ ῞Υψιστος.

    Αὐτὰ προστάζει ὁ βασιλεὺς τῶν Περσῶν Κῦρος: Ἐμὲ ἀνέδειξε βασιλέα τῆς οἰκουμένης ὁ Κύριος καὶ Θεὸς τοῦ Ἰσραήλ, ὁ Ὕψιστος Κύριος.

  4. 4

    καὶ ἐσήμηνέ μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν ῾Ιερουσαλήμ, τῇ ἐν τῇ ᾿Ιουδαίᾳ.

    Καὶ μοῦ ἐμήνυσε νὰ οἰκοδομήσω πρὸς τιμήν Του Ναὸν εἰς τὴν Ἱερουσαλήμ, ποὺ εὑρίσκεται εἰς τὴν Ἰουδαίαν.

  5. 5

    εἴ τις ἐστὶν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ Κύριος αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν ῾Ιερουσαλὴμ τὴν ἐν τῇ ᾿Ιουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ Κυρίου τοῦ ᾿Ισραήλ (οὗτος ὁ Κύριος ὁ κατασκηνώσας ἐν ῾Ιερουσαλήμ).

    Καθένας λοιπὸν ἀπὸ σᾶς, ποὺ ἀνήκει εἰς τὸ ἔθνος αὐτὸ τοῦ Ἰσραήλ, ἂς ἔχῃ μαζί του τὴν εὐλογίαν καὶ προστασίαν τοῦ Κυρίου του καί, ἀφοῦ ἀναχωρήσῃ καὶ φθάσῃ εἰς τὸν λόφον τῆς Ἱερουσαλὴμ εἰς τὴν Ἰουδαίαν, ἂς συμβάλῃ εἰς τὴν ἀνοικοδόμησιν τοῦ Ναοῦ τοῦ Κυρίου τοῦ Ἰσραήλ. (Ὁ Κύριος εἶναι Αὐτός, ποὺ ἐδιάλεξεν ὡς τόπον κατοικίας Του τὴν Ἱερουσαλήμ).

  6. 6

    ὅσοι οὖν κατὰ τοὺς τόπους οἰκοῦσι, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ, ἐν δόσεσι μεθ᾿ ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ᾿ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἐν ῾Ιερουσαλήμ.

    Καὶ ὅσοι ἐπίσης κατοικοῦν μαζὶ μὲ τοὺς Ἰσραηλίτας, ἂς βοηθήσουν αὐτοὺς τοὺς ἀνθρώπους, ποὺ διαμένουν εἰς τὸν ἴδιον τόπον μαζί των, μὲ χρυσάφι καὶ ἀσῆμι καὶ μὲ προσφορὰς ἀλόγων καὶ ἄλλων ζώων. Ἂς τοὺς δώσουν ἐπίσης καὶ ἄλλα ἀντικείμενα, ποὺ θὰ προσφερθοῦν ὡς τάματα εἰς τὸν τόπον τῆς λατρείας τοῦ Κυρίου, ποὺ εὑρίσκεται εἰς τὰ Ἱεροσόλυμα.

  7. 7

    καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς ᾿Ιούδα καὶ Βενιαμὶν φυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων, ὧν ἤγειρε Κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ Κυρίῳ τὸ ἐν ῾Ιερουσαλήμ,

    Κατόπιν τούτου ἐτοιμάσθηκαν ἀμέσως οἱ ἐπὶ κεφαλῆς τῶν πατριαρχικῶν οἰκογενειῶν τῶν φυλῶν Ἰούδα καὶ Βενιαμὶν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καθὼς καὶ ὅλοι, ὅσοι παρεκινήθησαν ἐσωτερικῶς ἀπὸ τὸν Κύριον νὰ ὑπάγουν καὶ νὰ ἀνοικοδομήσουν τὸν Ναὸν τοῦ Κυρίου, ποὺ ἦτο εἰς τὰ Ἱεροσόλυμα.

  8. 8

    καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσι καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν ὁ νοῦς ἠγέρθη.

    Ὅσοι δὲ κατοικοῦσαν γύρω ἀπὸ τοὺς Ἰσραηλίτας, τοὺς ἐβοήθησαν εἰς ὅλα μὲ ἀσῆμι καὶ χρυσάφι, μὲ ἄλογα καὶ ἄλλα ζῶα καὶ μὲ τάματα πολλὰ καὶ πλούσια, ἀνάλογα πρὸς τὴν διάθεσιν τῆς καρδίας ἐκείνων, ποὺ συνεκινήθησαν ἀπὸ τὴν κατάστασιν τῶν Ἰουδαίων.

  9. 9

    καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκε τὰ ἱερὰ σκεύη τοῦ Κυρίου, ἃ μετήνεγκε Ναβουχοδονόσορ ἐξ ῾Ιερουσαλήμ, καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ·

    Ὁ δὲ βασιλεὺς Κῦρος ἔβγαλε τὰ ἱερὰ σκεύη, ποὺ ἀνῆκαν εἰς τὸν Ναὸν τοῦ Κυρίου καὶ τὰ ὁποῖα εἶχε φέρει ἀπὸ τὰ Ἱεροσόλυμα ὁ Ναβουχοδονόσορ καὶ τὰ εἶχε τοποθετήσει εἰς τὸν εἰδωλολατρικὸν ναόν του.

  10. 10

    ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθραδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι·

    Καὶ ἀφοῦ ἔβγαλε τὰ ἱερὰ αὐτὰ σκεύη ὁ Κῦρος, ὁ βασιλεὺς τῶν Περσῶν, τὰ παρέδωσεν εἰς τὸν Μιθραδάτην, ποὺ ἦτο ὁ θησαυροφύλαξ τὸν βασιλέως.

  11. 11

    διά δὲ τούτου παρεδόθησαν Σαμανασσάρῳ προστάτῃ τῆς ᾿Ιουδαίας.

    Ὁ δὲ Μιθραδάτης τὰ παρέδωσεν εἰς τὸν Σαμανάσσαρον, ποὺ ἦτο ἐπόπτης καὶ διοικητὴς τῆς Ἰουδαίας.

  12. 12

    ὁ δὲ τούτων ἀριθμὸς ἦν· σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυΐσκαι ἀργυραῖ εἰκοσιεννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια.

    Ὁ δὲ ἀριθμὸς τῶν σκευῶν αὐτῶν ἦτο ὁ ἐξῇς: Χίλια χρυσᾶ δοχεῖα σπονδῶν, χίλια ἀσημένια παρόμοια δοχεῖα, εἴκοσι ἐννέα μικρὰ ἀσημένια θυμιατήρια, τριάντα φιάλες ἀπὸ χρυσάφι καὶ δύο χιλιάδες τετρακόσιες δέκα ἀπὸ ἀσῆμι καὶ χίλια ἄλλα σκεύη.

  13. 13

    τὰ δὲ πάντα σκεύη διεκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξηκονταεννέα·

    Ὅλα δὲ συνολικῶς τὰ ἱερὰ σκεύη, ποὺ μετεφέρθησαν, χρυσᾶ καὶ ἀσημένια, ἦσαν πέντε χιλιάδες τετρακόσια ἑξῆντα ἐννέα.

  14. 14

    ἀνηνέχθη δὲ ὑπὸ Σαμανασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ.

    Μετεφέρθησαν δὲ ὅλα αὐτὰ ἀπὸ τὸν Σαμανάσσαρον ἀπὸ τὴν Βαβυλῶνα εἰς τὴν Ἱερουσαλὴμ μαζὶ μὲ τοὺς αἰχμαλώτους Ἰουδαίους, ποὺ ἦσαν πλέον ἐλεύθεροι.

  15. 15

    ᾿Εν δὲ τοῖς ἐπὶ ᾿Αρταξέρξου τῶν Περσῶν βασιλέως χρόνοις κατέγραψαν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλὴμ Βήλεμος καὶ Μιθραδάτης καὶ Ταβέλλιος καὶ Ράθυμος καὶ Βεέλτεθμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν·

    Κατὰ τοὺς χρόνους ὅμως τοῦ βασιλέως τῶν Περσῶν Ἀρταξέρξου ἔγραψαν πρὸς αὐτὸν καὶ ὑπέγραψαν τὴν κατωτέρω ἐπιστολὴν εἰς βάρος τῶν κατοίκων τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ ὁ Βήλεμος καὶ ὁ Μιθραδάτης, ὁ Ταβέλλιος καὶ ὁ Ράθυμος, ὁ Βεέλτεθμος καὶ ὁ γραμματεὺς Σαμέλλιος, καθὼς καὶ οἱ ὑπόλοιποι, ποὺ εἶχαν ταχθῆ μαζί των καὶ διέμεναν εἰς τὴν Σαμάρειαν καὶ εἰς τὰς ἄλλας χώρας:

  16. 16

    «Βασιλεῖ ᾿Αρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ράθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ·

    Πρὸς τὸν βασιλέα καὶ κύριόν μας Ἀρταξέρξην γράφομεν τὴν παροῦσαν ἐπιστολὴν οἱ δοῦλοι σοῦ Ράθυμος ὁ χρονικογράφος καὶ Σαμέλλιος ὁ γραμματεύς, μαζὶ μὲ τοὺς λοιποὺς συμβούλους μας καὶ τοὺς δικαστάς, ποὺ εὑρίσκονται εἰς τὴν Κοίλην Συρίαν καὶ τὴν Φοινίκην.

  17. 17

    καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ, ὅτι οἱ ᾿Ιουδαῖοι ἀναβάντες παρ᾿ ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς ῾Ιερουσαλήμ, τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσι, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται.

    Ἂς γνωρίζῃ λοιπὸν ὁ κύριος καὶ βασιλεύς μας ὅτι οἱ Ἰουδαῖοι, ποὺ ἔφυγαν ἐλεύθεροι ἀπὸ σᾶς καὶ ἦλθαν πρὸς ἐμᾶς, μόλις ἔφθασαν εἰς τὴν Ἱερουσαλήμ, ἄρχισαν νὰ ἀνοικοδομοῦν τὴν πόλιν τὴν ἀποστάτιδα καὶ ταραχοποιόν. Ἐπιδιορθώνουν ἐπίσης τὰς ἀγοράς της καὶ τὰ τείχη της καὶ θεμελιώνουν τὸν ναόν των.

  18. 18

    ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται. καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτον, ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις·

    Ἐὰν ὅμως ἀνοικοδομηθῇ ἡ πόλις αὐτὴ καὶ ὁλοκληρωθῇ ἡ ἐπιδιόρθωσις τῶν τειχῶν, δὲν θὰ ἀνεχθοῦν πλέον νὰ πληρώνουν τὸν φόρον ὑποτελείας καὶ θὰ ἐξεγερθοῦν ἐναντίον τῶν βασιλέων τῆς χώρας μας. Ἐπειδὴ δὲ ἔχουν ἀρχίσει ἤδη αἱ ἐνέργειαι διὰ τὴν ἀνοικοδόμησιν τοῦ ναοῦ, νομίζομεν ὅτι δὲν ἦτο σωστὸν νὰ ἀδιαφορήσωμεν ὡς πρὸς αὐτό, ἀλλ’ ὅτι ἔπρεπε νὰ τὸ ἀναφέρωμεν εἰς τὸν κύριον καὶ βασιλέα μας διὰ νὰ ἐρευνήσῃς, ἐὰν τὸ νομίζῃς σκόπιμον, τὰ Ἀρχεῖα τῶν πατέρων σου, τὰ σχετικὰ μὲ αὐτὴν τὴν πόλιν.

  19. 19

    καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη ἦν ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ ᾿Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι᾿ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη.

    Μέσα δὲ εἰς τὰ Ἀρχεῖα τοῦ Κράτους θὰ βρῇς πληροφορίας διὰ τὰ θέματα αὐτὰ καὶ θὰ γνωρίσῃς ὅτι ἡ πόλις ἐκείνη, δηλαδὴ ἡ Ἱερουσαλήμ, ἦτο ἐπαναστάτις καὶ ἐδημιουργοῦσε πολλὰ προβλήματα εἰς βασιλεῖς καὶ εἰς ἄλλας πόλεις. Θὰ μάθῃς ἐπίσης ὅτι οἱ Ἰουδαῖοι εἶναι ἐπαναστάται καὶ ἀντιδραστικοὶ καὶ ὅτι ἐπολιορκήθη ἡ πόλις των πολλὰς φορὰς ἀπὸ ἀρχαιοτάτων χρόνων· δι' αὐτὸ ἄλλως τε ἔχει ἐρημωθῇ τώρα ἡ πόλις αὐτή.

  20. 20

    νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, κάθοδος οὐκ ἔτι σοι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην».

    Τώρα λοιπὸν ἐκφράζομεν τὴν γνώμην μας καὶ σοῦ λέγομεν, κύριέ μας, βασιλεῦ, ὅτι, ἐὰν οἰκοδομηθῇ ἡ πόλις αὐτὴ καὶ ὑψωθοῦν καὶ πάλιν εἰς τὴν θέσιν των τὰ τείχη της, δὲν θὰ ἠμπορῇς πλέον νὰ κατεβαίνῃς εἰς τὴν Κοίλην Συρίαν καὶ εἰς τὴν Φοινίκην.

  21. 21

    τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτέθμῳ καὶ Σαμελλίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα·

    Ὅταν ἀνέγνωσεν ὁ βασιλεὺς τὴν ἐπιστολὴν αὐτήν, ἀπήντησε γραπτῶς εἰς τὸν χρονικογράφον Ράθυμον καὶ εἰς τὸν Βεέλτεθμον καὶ εἰς τὸν Σαμέλλιον, τὸν γραμματέα, καὶ εἰς τοὺς ὑπολοίπους συντρόφους των, ποὺ διέμεναν εἰς τὴν Σαμάρειαν καὶ εἰς τὴν Συρίαν καὶ Φοινίκην. Ἔγραψε δὲ τὰ ἑξῆς:

  22. 22

    «᾿Ανέγνων τὴν ἐπιστολήν, ἣν πεπόμφατε πρός με. ἐπέταξα οὖν ἐπισκέψασθαι, καὶ εὑρέθη ὅτι ἡ πόλις ἐκείνη ἐστὶν ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα

    Ἐδιάβασα τὴν ἐπιστολήν, ποὺ μοῦ ἐστείλατε, καὶ διέταξα ἀμέσως νὰ γίνῃ ἔρευνα εἰς τὰ Ἀρχεῖα τοῦ Κράτους. Διεπιστώθη λοιπὸν ὅτι ἡ πόλις ἐκείνη εἶναι πράγματι ἀντιδραστικὴ καὶ ἐπαναστατεῖ ἀνέκαθεν ἐναντίον τῶν βασιλέων.

  23. 23

    καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν ῾Ιερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην.

    Οἱ κάτοικοι αὐτῆς τῆς πόλεως εἶναι ἀποστάται καὶ ταραχοποιοί. Συχνὰ κάμνουν πολέμους εἰς αὐτήν, ὡρισμένοι δὲ βασιλεῖς τῆς Ἱερουσαλὴμ ἦσαν δυνατοὶ καὶ σκληροὶ καὶ εἶχαν κυριεύσει τὴν Κοίλην Συρίαν καὶ τὴν Φοινίκην, τὰς ὁποίας καὶ ὑπεχρέωσαν νὰ πληρώνουν φόρον ὑποτελείας.

  24. 24

    νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν καὶ προνοηθῆναι ὅπως μηδὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι».

    Διέταξα λοιπὸν τώρα νὰ μὴ ἀφήσετε τοὺς ἀνθρώπους ἐκείνους νὰ οἰκοδομήσουν τὴν πόλιν. Νὰ φροντίσετε δέ, ὥστε νὰ μὴ γίνῃ καμμία παράβασις τῆς διαταγῆς μου αὐτῆς, διὰ νὰ μὴ προχωρήσῃ περισσότερον τὸ κακὸν καὶ ἐνοχλήσουν καὶ πάλιν τοὺς βασιλεῖς.

  25. 25

    τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως ᾿Αρταξέρξου γραφέντων, Ράθυμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες εἰς ῾Ιερουσαλὴμ κατὰ σπουδὴν μεθ᾿ ἵππου καὶ ὄχλου παρατάξεως, ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας. καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν ῾Ιερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.

    Μόλις ἀνεγνώσθησαν τὰ ὅσα ἔγραψεν ὁ βασιλεὺς Ἀρταξέρξης, ἔζευξαν τὰ ἅρματα ὁ Ράθυμος καὶ ὁ Σαμέλλιος, ὁ γραμματεύς, μαζὶ μὲ τοὺς συμπαραστάτας των καὶ ἔσπευσαν ἀμέσως εἰς τὴν Ἱερουσαλὴμ μὲ ἱππικὸν καὶ πολλοὺς πεζοὺς στρατιώτας καὶ ἄρχισαν νὰ ἐμποδίζουν αὐτούς, ποὺ ἔκτιζαν τὴν πόλιν. Κατόπιν τούτου διεκόπη ἡ ἀνοικοδόμησις τοῦ Ναοῦ τῶν Ἱεροσολύμων ἕως τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ βασιλέως τῶν Περσῶν Δαρείου.