Α΄ Έσδρας, κεφάλαιο 1
- 1
ΚΑΙ ἤγαγεν ᾿Ιωσίας τὸ πάσχα ἐν ῾Ιερουσαλὴμ τῷ Κυρίῳ αὐτοῦ καὶ ἔθυσε τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου
Μετὰ ταῦτα ὁ εὐσεβὴς βασιλεὺς τῶν Ἰουδαίων Ἰωσίας, ποὺ ἐνδιεφερθῆ διὰ τὴν θρησκευτικὴν ἀναγέννησιν τοῦ λαοῦ του, ἑώρτασε τὴν ἑορτὴν τοῦ Πάσχα εἰς τὴν Ἱερουσαλὴμ πρὸς τιμὴν τοῦ Κυρίου του. Συγκεκριμένως ἐθυσίασε τὸν Πασχάλιον ἀμνὸν τὴν δεκάτην τετάρτην ἡμέραν τοῦ πρώτου ἰουδαϊκοῦ μηνός.
- 2
στήσας τοὺς ἱερεῖς κατ᾿ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ Κυρίου.
Πρὸς τὸν σκοπὸν αὐτόν, καὶ γενικῶς διὰ τὴν ἀνασύστασιν τῆς λατρείας τοῦ ἀληθινοῦ Θεοῦ μετὰ τὴν καταπολέμησιν τῆς εἰδωλολατρίας, ἐγκατέστησε τοὺς ἱερεῖς μὲ τὰ εἰδικὰ ἄμφιά των εἰς τὸν Ναὸν τοῦ Κυρίου, διὰ νὰ ἐπιτελοῦν τὰ ἱερά των ἔργα ἀναλόγως πρὸς τὰ διακονήματά των.
- 3
καὶ εἶπε τοῖς Λευίταις, ἱεροδούλοις τοῦ ᾿Ισραήλ, ἁγιάσαι ἑαυτοὺς τῷ Κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ Κυρίου ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ὁ τοῦ Δαυὶδ ὁ βασιλεύς·
Εἶπε δὲ εἰς τοὺς Λευΐτας, ποὺ ἦσαν οἱ ὑπηρέται τοῦ ἱεροῦ ἐν μέσῳ τῶν Ἰσραηλιτῶν, νὰ ἑξαγνισθοῦν πρὸς τιμὴν τοῦ Κυρίου, διὰ νὰ ὑπηρετοῦν ἐνώπιον τῆς Κιβωτοῦ τῆς Διαθήκης τοῦ Κυρίου εἰς τὸν Ναόν, τὸν ὁποῖον ἀνήγειρεν ὁ βασιλεὺς Σολομών, ὁ υἱὸς τοῦ Δαβίδ.
- 4
οὐκ ἔσται ὑμῖν ἆραι ἐπ᾿ ὤμων αὐτήν· καὶ νῦν λατρεύετε τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ ᾿Ισραὴλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως ᾿Ισραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ.
Τοὺς εἶπεν ἐπίσης καὶ τὰ ἑξῆς: Ἔργον σας εἰς τὸ ἑξῆς δὲν θὰ εἶναι νὰ μεταφέρετε τὴν Κιβωτὸν ἐπάνω εἰς τοὺς ὤμους σας. Θὰ μένῃ αὐτὴ μονίμως εἰς τὸν τόπον της. Τώρα λοιπὸν νὰ λειτουργῆτε καὶ νὰ διακονῆτε εἰς τὸν Κύριον καὶ Θεόν σας, νὰ ἐξυπηρετῆτε τὰς ἀνάγκας τοῦ λαοῦ τοῦ Ἰσραήλ, τοῦ ἔθνους τοῦ Θεοῦ, καὶ νὰ ἑτοιμάσετε τὰ σχετικὰ μὲ τὴν ἑορτὴν τοῦ Πάσχα ἀναλόγως πρὸς τὰς πατριαρχικὰς οἰκογενείας καὶ τὰς φυλάς σας, συμφώνως πρὸς τὴν γραπτὴν ἐντολὴν τοῦ βασιλέως τοῦ Ἰσραὴλ Δαβὶδ καὶ πρὸς τὴν μεγαλοπρέπειαν, ποὺ καθώρισε πρὸς τοῦτο ὁ υἱς τού Σολομών.
- 5
καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν, τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν ᾿Ισραήλ,
Νὰ σταθῆτε δὲ εἰς τὸν ἅγιον τόπον τῆς λατρείας ἀναλόγως πρὸς τὰς πατριαρχικὰς διαιρέσεις τῆς φυλῆς σας, τῆς φυλῆς τῶν Λευιτῶν, οἱ ὁποῖοι στέκεσθε ἐμπρὸς ἀπὸ τοὺς ἀδελφούς σας Ἰσμαηλίτας ἐνώπιον τοῦ Κυρίου.
- 6
ἐν τάξει θύσατε τὸ πάσχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ Κυρίου τὸ δοθὲν τῷ Μωυσῇ.
Νὰ θυσιάσετε δὲ τὸν Πασχάλιον ἀμνὸν συμφώνως πρὸς τὸ καθωρισμένον τυπικὸν τῆς ἑορτῆς τοῦ Πάσχα. Νὰ ἑτοιμάσετε ἐπίσης καὶ τὰς θυσίας διὰ τοὺς ἀδελφούς σας Ἰσμαηλίτας καὶ νὰ ἑορτάσετε τὴν ἑορτὴν τοῦ Πάσχα ἐπὶ τῇ βάσει τῆς ἐντολῆς τοῦ Κυρίου, ποὺ ἐδόθη εἰς τὸν Μωϋσῆν.
- 7
καὶ ἐδωρήσατο ᾿Ιωσίας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ᾿ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ Λευίταις.
Ἐδώρησε δὲ ὁ Ἰωσίας εἰς τὸν λαόν, ποὺ παρευρέθη ἐκεῖ, τριάντα χιλιάδες ἀρνιὰ καὶ κατσίκια καὶ τρεῖς χιλιάδες μοσχάρια. Ὅλα αὐτὰ ἐδόθησαν εἰς τὸν λαὸν καὶ εἰς τοὺς ἱερεῖς καὶ Λευΐτας κατόπιν ἐντολῆς τοῦ βασιλέως ἀπὸ τὴν βασιλικὴν περιουσίαν διὰ τὴν ἑορτὴν τοῦ Πάσχα.
- 8
καὶ ἔδωκε Χελκίας καὶ Ζαχαρίας καὶ ῾Ησκῆλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους.
Ἐπρόσφεραν δὲ καὶ οἱ ἀξιωματοῦχοι τοῦ Ναοῦ Χελκίας καὶ Ζαχαρίας καὶ Ἡσκῆλος εἰς τοὺς ἱερεῖς διὰ τὴν ἑορτὴν τοῦ Πάσχα δύο χιλιάδες ἑξακόσια πρόβατα καὶ τριακόσια μοσχάρια.
- 9
καὶ ᾿Ιεχονίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ὁ ἀδελφὸς καὶ ᾿Ασαβίας καὶ ᾿Οχιῆλος καὶ ᾿Ιωρὰμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πάσχα πρόβατα πεντακιχίλια, μόσχους ἑπτακοσίους.
Οἱ δὲ χιλίαρχοι, οἱ ἄρχοντες δηλαδὴ ποὺ ἦσαν καθένας των ἐπὶ κεφαλῆς χιλίων Ἰουδαίων, καὶ συγκεκριμένως ὁ Ἰεχονίας, ὁ Σαμαίας καὶ ὁ ἀδελφός του Ναθαναὴλ καὶ ὁ Ἀσαβίας, ὁ Ὀχιῆλος καὶ ὁ Ἰωράμ, ἐπρόσφεραν εἰς τοὺς Λευΐτας διὰ τὸν ἐορτασμὸν τοῦ Πάσχα πέντε χιλιάδες πρόβατα καὶ ἑπτακόσια μοσχάρια.
- 10
καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ προσενεγκεῖν τῷ Κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ, καὶ οὕτω τὸ πρωϊνόν.
Ἔγιναν δὲ τὰ ἑξῆς διὰ τὴν ἑορτὴν τὸν Πάσχα: Οἱ ἱερεῖς καὶ οἱ Λευῖται εὐπρεπισμένοι μὲ τὰς ἱερατικὰς στολάς των καὶ μὲ τὰ ἄζυμα ψωμιὰ εἰς τὰ χέρια των, ἀναλόγως πρὸς τὰς φυλὰς τοῦ Ἰσραὴλ καὶ τὰς πατριαρχικὰς διαιρέσεις των, ἐστάθηκαν ἐμπρὸς ἀπὸ τὸν λαὸν διὰ νὰ προσφέρουν τὴν θυσίαν εἰς τὸν Κύριον, συμφώνως πρὸς αὐτὰ ποὺ εἶναι γραμμένα εἰς τὸ βιβλίον τοῦ Νόμου, ποὺ ἐδόθη διὰ τοῦ Μωϋσέως. Μὲ αὐτὴν τὴν ἑτοιμασίαν ἔκαμαν τὴν θυσίαν καὶ ἔτσι ἐπέρασεν ὅλον τὸ πρωϊνόν.
- 11
καὶ ὤπτησαν τὸ πάσχα πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησι μετ᾿ εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ.
Ἐν συνεχείᾳ ἔψησαν εἰς τὴν φωτιὰν τὸν Πασχάλιον ἀμνόν, ὅπως ὥριζεν ὁ Νόμος τοῦ Κυρίου, τὰ δὲ τμήματα ἀπὸ τὰ σφακτὰ τὰ ἔβρασαν εἰς χάλκινα δοχεῖα καὶ καζάνια μὲ εὐώδη θυμιάματα καὶ τὰ ἐπρόσφεραν εἰς ὅλον τὸν λαόν.
- 12
μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς ᾿Ααρών·
Ἔπειτα δὲ ἀπὸ τὰς θυσίας ποὺ ἔκαμαν, ἐτοίμασαν τὸ Πασχαλινὸν γεῦμα διὰ τοὺς ἑαυτούς των καὶ διὰ τοὺς ἀδελφούς των, τοὺς ἱερεῖς, τοὺς ἀπογόνους τοῦ Ἀαρών.
- 13
οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας, καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς ᾿Ααρών.
Ἐτοίμασαν δὲ τὸν Πασχάλιον ἀμνὸν οἱ Λευῖται διὰ τοὺς ἑαυτούς των καὶ διὰ τοὺς ἱερεῖς, τοὺς ἀδελφούς των, ποὺ ἦσαν ἀπόγονοι τοῦ Ἀαρών, διότι οἱ ἱερεῖς ἦσαν ἀπησχολημένοι καὶ ἐπρόσφεραν τὰ λίπη τῶν σφακτῶν, διὰ νὰ καοῦν εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων μέχρις ἀργὰ τὴν νύκτα.
- 14
καὶ οἱ ἱεροψάλται υἱοὶ ᾿Ασὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν, κατὰ τὰ ὑπὸ Δαυὶδ τεταγμένα καὶ ᾿Ασὰφ καὶ Ζαχαρίας καὶ ᾿Εδδινοῦς ὁ παρά τοῦ βασιλέως,
Ἦσαν δὲ παρόντες εἰς τὰς θέσεις των καὶ κατὰ τάξιν καὶ οἱ ἀπόγονοι τοῦ Ἀσάφ, οἱ ἱεροψάλται, συμφώνως πρὸς τὸν κανονισμὸν ποὺ ὥρισεν ὁ Δαβίδ, καὶ ὁ Ἀσάφ, καὶ ὁ Ζαχαρίας, καθὼς καὶ ὁ Ἐδδινοῦς, ὁ ἀπεσταλμένος τοῦ βασιλέως.
- 15
καὶ οἱ θυρωροὶ ἐφ᾿ ἑκάστου πυλῶνος· οὐκ ἔστι παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν, οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς.
Ἐστέκοντο ἐπίσης εἰς τὰς θέσεις των εἰς κάθε πύλην καὶ οἱ θυρωροί. Δὲν ὑπῆρχε περίπτωσις νὰ παραβῇ κάποιος τὸν κανονισμὸν καὶ νὰ ἀπουσιάσῃ ἀπὸ τὴν θέσιν του, διότι οἱ ἀδελφοί των, οἱ Λευῖται, εἶχαν φροντίσει διὰ τὸν καθένα νὰ μὴ τοῦ λείπῃ τίποτε.
- 16
καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἀχθῆναι τὸ πάσχα καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ Κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως ᾿Ιωσίου.
Ἔτσι ὠλοκληρώθηκαν ὅλαι αἱ ἑτοιμασίαι καὶ ἔγιναν ὅλα τὰ σχετικὰ μὲ τὴν θυσίαν πρὸς τιμὴν τοῦ Κυρίου κατὰ τὴν ἡμέραν ἐκείνην, ὥστε νὰ ἐορτασθῇ τὸ Πάσχα καὶ νὰ προσφερθοῦν αἱ θυσίαι εἰς τὸ θυσιαστήριον τοῦ Κυρίου συμφώνως πρὸς τὴν διαταγὴν τοῦ βασιλέως Ἰωσίου.
- 17
καὶ ἠγάγοσαν οἱ υἱοὶ ᾿Ισραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά.
Ἑώρτασαν δὲ οἱ Ἰσραηλῖται, ποὺ ἦσαν ἐκεῖ κατὰ τὸ διάστημα ἐκεῖνο, τὸ Πάσχα καὶ τὴν ἑορτὴν τῶν Ἀζύμων ἐπὶ ἑπτὰ ἡμέρας.
- 18
καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτον ἐν τῷ ᾿Ισραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου,
Τόσον δὲ λαμπρὸς ἐορτασμὸς τοῦ Πάσχα δὲν ἔγινε μεταξὺ τῶν Ἰσραηλιτῶν ἄλλην φοράν, ἀπὸ τότε ποὺ ἐζοῦσε ὁ Προφήτης Σαμουήλ.
- 19
καὶ πάντες οἱ βασιλεῖς τοῦ ᾿Ισραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον, οἷον ἤγαγεν ᾿Ιωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ᾿Ιουδαῖοι καὶ πᾶς ᾿Ισραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν ῾Ιερουσαλήμ·
Ὅλοι οἰ βασιλεῖς τοῦ Ἰσραὴλ δὲν ἑώρτασαν ποτὲ τέτοιο Πάσχα, σὰν αὐτὸ ποὺ ἑώρτασεν ὁ βασιλεὺς Ἰωσίας μὲ τοὺς ἱερεῖς καὶ τοὺς Λευΐτας καὶ τοὺς Ἰουδαίους καὶ μὲ ὅλους τοὺς Ἰσραηλίτας, ποὺ εὐρέθησαν νὰ κατοικοῦν τότε εἰς τὰ Ἱεροσόλυμα.
- 20
ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος ᾿Ιωσίου ἤχθη τὸ πάσχα τοῦτο.
Τὸ λαμπρὸν αὐτὸ Πάσχα ἑωρτάσθη κατὰ τὸ δέκατον ὄγδοον ἔτος τῆς βασιλείας τοῦ Ἰωσίου.
- 21
καὶ ὠρθώθη τὰ ἔργα ᾿Ιωσίου ἐνώπιον τοῦ Κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας.
Τὰ δὲ ἔργα τοῦ Ἰωσίου εὐωδώθηκαν ἐνώπιον τοῦ Κυρίου του, διότι ἡ καρδιά του ἦταν γεμάτη μὲ εὐσέβειαν.
- 22
καὶ τὰ κατ᾿ αὐτὸν δέ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν Κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει, καὶ οἱ λόγοι τοῦ Κυρίου ἀνέστησαν ἐπὶ ᾿Ισραήλ.
Ὅ,τι δὲ σχετίζεται μὲ τὴν ζωὴν τοῦ Ἰωσίου, ἔχει γραφῆ εἰς τὴν ἱστορίαν τῶν προηγουμένων χρόνων, ποὺ περιέχεται εἰς τὰ βιβλία Βασιλειῶν καὶ Παραλειπομένων. Ἐκεῖ γίνεται λόγος καὶ δι’ αὐτοὺς ποὺ ἁμαρτησαν καὶ ἀσέβησαν εἰς τὸν Κύριον περισσότερον ἀπὸ κάθε ἄλλο ἔθνος καὶ βασίλειον καὶ πῶς Τὸν ἐλύπησαν μὲ τὰς συνειδητὰς παραβάσεις των. Φαίνεται ἐπίσης εἰς τὴν ἱστορίαν αὐτὴν καὶ πῶς ἐβγῆκαν ἀληθινὰ καὶ ἐφαρμόσθηκαν τὰ λόγια τοῦ Κυρίου, τὰ σχετικὰ μὲ τοὺς Ἰσραηλίτας.
- 23
Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην ᾿Ιωσίου συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμὺς ἐπὶ τοῦ Εὐφράτου, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ ᾿Ιωσίας.
Ἔπειτα δὲ ἀπὸ ὅλα αὐτὰ τὰ γεγονότα τῆς βασιλείας τοῦ Ἰωσίου συνέβη νὰ ἔλθῃ καὶ νὰ ἀρχίσῃ πόλεμον ὁ Φαραώ, ὁ βασιλεὺς τῆς Αἰγύπτου, εἰς τὴν περιοχὴν Χαρκαμύς, ποὺ εὑρίσκετο εἰς τὸν ποταμὸν Εὐφράτην. Καὶ ἐβγῆκε τότε, μαζὶ μὲ ἄλλους, νὰ τὸν ἀντιμετωπίσῃ καὶ ὁ βασιλεὺς Ἰωσίας μὲ τὸν στρατὸν του.
- 24
καὶ διεπέμψατο πρὸς αὐτὸν βασιλεὺς Αἰγύπτου λέγων· τί ἐμοὶ καὶ σοί ἐστι, βασιλεῦ τῆς ᾿Ιουδαίας;
Ἔστειλε δὲ πρὸς αὐτὸν ὁ βασιλεὺς τῆς Αἴγυπτον πρέσβεις καὶ τοῦ εἶπε: Ποιὰ διαφορὰ ὑπάρχει μεταξὺ ἐμοῦ καὶ σοῦ, βασιλιᾶ τῆς Ἰουδαίας;
- 25
οὐχὶ πρός σε ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ Θεοῦ· ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μου ἐστί. καὶ νῦν Κύριος μετ᾿ ἐμοῦ ἐστι, καὶ Κύριος μετ᾿ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ.
Δὲν ἔχω ἀποσταλῆ ἐναντίον σου ἀπὸ τὸν Κύριον καὶ Θεόν. Ὅπως βλέπεις, τὸ μέτωπον τοῦ πολέμου μου εὑρίσκεται εἰς τὸν Εὐφράτην. Ὁ δὲ Κύριος εἶναι τώρα μαζί μου καὶ Αὐτὸς εἶναι Ἐκεῖνος, ποῦ μὲ παρακινεῖ νὰ σπεύσω εἰς αὐτὸν τὸν πόλεμον. Φύγε λοιπὸν ἀπὸ ἐδῶ καὶ μὴ ἐναντιώνεσαι εἰς τὸ θέλημα καὶ τὰ σχέδια τοῦ Κυρίου.
- 26
καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν ᾿Ιωσίας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπεχείρει, οὐ προσέχων ρήμασιν ῾Ιερεμίου προφήτου ἐκ στόματος Κυρίου·
Ὁ Ἰωσίας ὅμως δὲν ἐδέχθη νὰ ἐπιστρέψῃ πίσω μὲ τὸ ἅρμα του, χωρὶς νὰ πολεμήσῃ, ἀλλ’ ἄρχισε τὸν πόλεμον ἐναντίον τοῦ Φαραὼ καὶ δὲν ἐπρόσεξεν εἰς τὰ σχετικὰ λόγια τοῦ Προφήτου Ἱερεμίου, ποὺ ὠμιλοῦσε ἐκ μέρους τοῦ Κυρίου.
- 27
ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδώ, καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα ᾿Ιωσίαν.
Ἀντὶ λοιπὸν νὰ φύγῃ, διέταξε τὰ στρατεύματά του νὰ πολεμήσουν μὲ τὸν βασιλέα τῆς Αἰγύπτου εἰς τὴν πεδιάδα Μαγεδδῶ. Καὶ μόλις ἄρχισε ἡ μάχη, ἐπετέθησαν ἐναντίον τοῦ βασιλέως Ἰωσίου οἱ ἀξιωματοῦχοι τοῦ Φαραώ.
- 28
καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν ἑαυτοῦ· ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως,
Ὁ δὲ βασιλεὺς Ἰωσίας, ποὺ ἐπληγώθη εἰς τὴν μάχην, εἶπεν εἰς τοὺς δούλους του: Ἀπομακρύνατέ με ἀπὸ τὸ πεδίον τῆς μάχης, διότι ἐπληγώθηκα καὶ εἶμαι πολὺ ἄρρωστος. Καὶ ἀμέσως τὸν ἀπεμάκρυναν οἱ δοῦλοι του ἀπὸ τὸν τόπον τῆς πολεμικῆς συρράξεως.
- 29
καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς ῾Ιερουσαλήμ, μετήλλαξε τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ.
Καὶ ἀφοῦ κατέβη ἀπὸ τὸ πολεμικὸν ἅρμα, ἀνέβη εἰς ἄλλο ἅρμα του, ποὺ ἦτο κατάλληλον διὰ ταξίδια καὶ ἀναπαυτικόν. Μόλις ὅμως ἔφθασεν εἰς τὰ Ἱεροσόλυμα, ἀπεβίωσε καὶ ἐτάφη εἰς τὸν πατρικόν του τάφον.
- 30
καὶ ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ ἐπένθησαν τὸν ᾿Ιωσίαν, καὶ ἐθρήνησεν ῾Ιερεμίας ὁ προφήτης ὑπὲρ ᾿Ιωσίου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γίνεσθαι ἀεὶ εἰς ἅπαν τὸ γένος ᾿Ισραήλ.
Ὅταν δὲ ἔγινε γνωστὸς ὁ θάνατός του, ἐπένθησαν τὸν Ἰωσίαν εἰς ὅλην τὴν Ἰουδαίαν. Ὁ δὲ Προφήτης Ἱερεμίας συνέθεσεν ὕμνον θρηνητικὸν διὰ τὸν Ἰωσίαν καὶ οἱ θρηνωδοὶ μαζὶ μὲ γυναῖκες μοιρολογίστρες τὸν ἐθρηνοῦσαν συνεχῶς ἕως αὐτὴν τὴν ἡμέραν. Ἀπεφασίσθη μάλιστα ἐπισήμως καὶ ὡρίσθη νὰ ψάλλεται αὕτη ἡ θρηνωδία πάντοτε εἰς ὅλον τὸ Ἰσραηλιτικὸν γένος.
- 31
ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς ᾿Ιουδαίας· καὶ τὸ καθ᾿ ἓν πραχθὲν τῆς πράξεως ᾿Ιωσίου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ Κυρίου, τά τε προπραχθέντα ὑπ᾿ αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βιβλίῳ τῶν βασιλέων ᾿Ισραὴλ καὶ ᾿Ιούδα.
Αὐτὰ δὲ τὰ περιστατικά, ὅπως καὶ τὰ θρηνώδη ἄσματα, ἔχουν γραφῆ εἰς τὰ βιβλία τῆς ἱστορίας τῶν βασιλέων τῆς Ἰουδαίας. Ἕνα πρὸς ἕνα λεπτομερῶς τὰ γεγονότα τῆς βασιλείας τοῦ Ἰωσίου, ὅπου φαίνεται ἡ δόξα τουῦ, ἀλλὰ καὶ ἡ συνετὴ διαγωγή του συμφώνως πρὸς τὸν Νόμον τοῦ Κυρίου, καὶ αὐτὰ ποὺ ἔκαμε προηγουμένως καὶ αὐτὰ ποὺ ἔγιναν τελευταῖα, ἔχουν καταγραφῆ εἰς τὸ βιβλίον τῆς ἱστορίας τῶν βασιλέων τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα.
- 32
Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν ᾿Ιεχονίαν υἱὸν ᾿Ιωσίου ἀνέδειξαν βασιλέα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν.
Μετὰ τὸν θάνατον τὸν Ἰωσίου οἱ πρόκριτοι τοῦ Ἰσραηλιτικοῦ ἔθνους ἐπῆραν τὸν υἱὸν τοῦ Ἰωσίου Ἰεχονίαν, ὁ ὁποῖος ἦτο εἴκοσι τριῶν ἐτῶν, καὶ τὸν ἀνέδειξαν βασιλέα εἰς τὸν θρόνον τὸν πατέρα του Ἰωσίου.
- 33
καὶ ἐβασίλευσεν ἐν ᾿Ισραὴλ καὶ ῾Ιερουσαλὴμ μῆνας τρεῖς. καὶ ἀπέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου τοῦ μὴ βασιλεύειν ἐν ῾Ιερουσαλὴμ
Ἐβασίλευσε δὲ ὁ Ἰεχονίας εἰς τὸν Ἰσραὴλ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ μόνον ἐπὶ τρεῖς μῆνας, διότι τὸν ἐξεθρόνισεν ὁ βασιλεὺς τῆς Αἰγύπτου καὶ δὲν τὸν ἄφησε νὰ βασιλεύῃ εἰς τὴν Ἱερουσαλήμ.
- 34
καὶ ἐζημίωσε τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί.
Ἐπέβαλε δὲ ὁ Αἰγύπτιος βασιλεὺς ὡς φόρον ὑποτελείας εἰς τὸ ἔθνος τῶν Ἰουδαίων ἑκατὸ ἀσημενια τάλαντα καὶ ἕνα τάλαντον χρυσοῦ.
- 35
καὶ ἀνέδειξε βασιλεὺς Αἰγύπτου βασιλέα ᾿Ιωακὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλήμ.
Ἀνέδειξε δὲ ὁ βασιλεὺς τῶν Αἰγυπτίων τὸν ἀδελφὸν τοῦ Ἰεχονίου Ἰωακὶμ ὡς βασιλέα τῆς Ἰουδαίας μὲ πρωτεύουσαν τὴν Ἱερουσαλήμ.
- 36
καὶ ἔδησεν ᾿Ιωακὶμ τοὺς μεγιστᾶνας, Ζαράκην δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου.
Ὁ δὲ Ἰωακὶμ συνέλαβε καὶ ἐφυλάκισε τοὺς ἄρχοντας τοῦ λαοῦ, τὸν δὲ ἀδελφόν του, τὸν Ζαράκην, τὸν ἐπῆρε μαζί του καὶ τὸν ἔφερεν ἀπὸ τὴν Αἴγυπτον εἰς τὰ Ἱεροσόλυμα.
- 37
᾿Ετῶν δὲ ἦν εἰκοσιπέντε ᾿Ιωακίμ, ὅτε ἐβασίλευσε τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλήμ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου.
Τότε δέ, ποὺ ἔγινε βασιλεὺς τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλήμ, ὁ Ἰωακὶμ ἦτο εἴκοσι πέντε ἐτῶν. Ὁ βασιλεὺς αὐτὸς δὲν ὑπελόγισε τὸν Νόμον τοῦ Κυρίου, ἀλλὰ διέπραξε τὸ πονηρὸν ἐνώπιόν Του καὶ ἔφερεν εἰς τὴν χώραν τὴν εἰδωλολατρίαν.
- 38
μετ᾿ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα.
Καὶ ἐνῷ ἦτο βασιλεὺς αὐτός, ἀνέβη εἰς τὸν λόφον Σιὼν καὶ ἐκυρίευσε τὴν Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ, ὁ βασιλεὺς τῆς Βαβυλῶνος· καὶ ἀφοῦ ἔδεσε μὲ χάλκινα δεσμὰ τὸν βασιλέα Ἰωακίμ, τὸν ἔσυρε μαζί του εἰς τὴν Βαβυλῶνα.
- 39
καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ Κυρίου λαβὼν Ναβουχοδονόσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.
Ἐπῆρε δὲ ὁ Ναβουχοδονόσορ καὶ ἀπὸ τὰ ἱερὰ σκεύη τοῦ Ναοῦ τοῦ Κυρίου καὶ τὰ ἔφερε καὶ τὰ ἐτοποθέτησεν εἰς τὸν ναόν του εἰς τὴν Βαβυλῶνα.
- 40
τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς ἀκαθαρσίας αὐτοῦ καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων.
Ὅλη δὲ ἡ ἱστορία τοῦ Ἰωακίμ, ἡ ἀνήθικος δηλαδὴ καὶ ἀσεβὴς ζωή του, ἔχει καταγραφῆ εἰς τὸ βιβλίον τῶν χρονικῶν τῶν βασιλέων τῆς Ἰουδαίας.
- 41
Καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωακὶμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν ὀκτώ.
Εἰς δὲ τὸν θρόνον τοῦ Ἰωακὶμ ἀνέβη ὁ υἱός του, ὁ ὁποῖος, ὅταν ἔγινε βασιλεύς, ἦτο ὀκτὼ ἐτῶν καὶ ἐλέγετο ἐπίσης Ἰωακὶμ ἢ Ἰωαχίμ.
- 42
βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν ῾Ιερουσαλὴμ καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι Κυρίου.
Ἐβασίλευσε δὲ εἰς τὰ Ἱεροσόλυμα τρεῖς μῆνας καὶ δέκα ἡμέρας καὶ δὲν ὑπελόγισε τὸν Νόμον τοῦ Κυρίου, ἀλλὰ ἀσέβησε ἐνώπιόν Του καὶ ἐλάτρευε τὰ εἴδωλα.
- 43
Καὶ μετ᾿ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονόσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσι τοῦ Κυρίου
Ἔπειτα δὲ ἀπὸ ἕνα χρόνον ἔστειλεν ἀνθρώπους του ὁ Ναβουχοδονόσορ καὶ μετέφερε τὸν Ἰωαχὶμ εἰς τὴν Βαβυλῶνα μαζὶ μὲ τὰ ἱερὰ σκεύη τοῦ Ναοῦ τοῦ Κυρίου.
- 44
καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ ὄντα ἐτῶν εἴκοσιν ἑνός, βασιλεύει δὲ ἔτη ἕνδεκα,
Ἀνέδειξε δὲ εἰς τὴν θέσιν του ὡς βασιλέα τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ τὸν Σεδεκίαν, ὁ ὁποῖος ἦτο τότε εἴκοσι ἐνὸς ἐτῶν καὶ ἐβασίλευσεν ἐπὶ ἕνδεκα χρόνια.
- 45
καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ρηθέντων λόγων ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου ἐκ στόματος τοῦ Κυρίου.
Καὶ αὐτὸς ὅμως ὁ βασιλεὺς ὑπελόγισε τὸν Νόμον τοῦ Κυρίου. Ἀσέβησε ἐνώπιόν Του καὶ ἐλάτρευε τὰ εἴδωλα, χωρὶς νὰ αἰσθάνεται ἔλεγχον καὶ ἐντροπὴν ἀπὸ τὰ λόγια, ποὺ τοῦ ἔλεγεν ὡς ἐκπρόσωπος τοῦ Κυρίου ὁ προφήτης Ἱερεμίας.
- 46
καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονόσορ τῷ ὀνόματι Κυρίου, ἐπιορκήσας ἀπέστη· καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα Κυρίου Θεοῦ ᾿Ισραήλ.
Καὶ ἐνῷ ὡρκίσθη εἰς τὸ ὄνομα τοῦ Κυρίου ἀπὸ τὸν βασιλέα Ναβουχοδονόσορα ὅτι θὰ ἦτο πιστὸς ὑποτελής του, ἐν τούτοις παρέβη τὸν ὅρκον του καὶ ἐπανεστάτησεν ἐναντίον τοῦ Ναβουχοδονόσορος. Ἐσκλήρυνε δὲ τὸν τράχηλον καὶ τὴν καρδίαν του, ἔστησε δηλαδὴ τὸ ἐγωϊστικόν του θέλημα ὄχι μόνον ἔναντι τοῦ Ναβουχοδονόσορος, ἀλλὰ καὶ ἔναντι τοῦ Θεοῦ, καὶ παρέβη τὸν Νόμον καὶ τὰ προστάγματα τοῦ Κυρίου καὶ Θεοῦ τοῦ Ἰσραήλ.
- 47
καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ Κυρίου τὸ ἁγιαζόμενον ἐν ῾Ιερουσαλήμ.
Μαζί του ἀσέβησαν πολὺ καὶ ἐξεπέρασαν ὅλας τὰς ἀνηθικότητας ὅλων τῶν ἐθνῶν καὶ ἐμόλυναν τὸν Ναὸν τοῦ Κυρίου, τὸν ἅγιον καὶ ξεχωριστὸν τόπον τῆς λατρείας τοῦ Θεοῦ εἰς τὴν Ἱερουσαλήμ, καὶ οἱ ἄρχοντες τοῦ λαοῦ καὶ οἱ προϊστάμενοι τῶν ἱερέων.
- 48
καὶ ἀπέστειλεν ὁ Θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθότι ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ.
Καὶ ὁ Θεὸς τῶν πατέρων των, ἐπειδὴ ἐλυπεῖτο καὶ αὐτοὺς καὶ τὸν ἅγιον Ναον Του, ἀπέστειλεν ἀγγελιαφόρος Του, διὰ νὰ τοὺς καλέσῃ εἰς μετάνοιαν.
- 49
αὐτοὶ δὲ ἐμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ, ἕως οὗ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ᾿ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων.
Αὐτοὶ ὅμως ἐμυκτηρίσαν καὶ ἐνέπαιξαν τὸν ἕνα μετὰ τὸν ἄλλον τοὺς ἀπεσταλμένους τοῦ Κυρίου. Καὶ ἐνῷ τοὺς ὠμιλοῦσε Ἐκεῖνος διὰ τῶν Προφητῶν, καὶ κάθε ἡμέραν μάλιστα ποὺ τοὺς ἔλεγεν αὐτὰ ὁ Κύριος, αὐτοὶ περιγελοῦσαν τοὺς προφήτας Του, ἕως ὅτου ὠργίσθη ὁ Κύριος ἐναντίον τοῦ λαοῦ Του διὰ τὰς ἀσεβείας του. Καὶ διέταξε νὰ ἔλθουν καὶ νὰ τοὺς ὑποδουλώσουν οἱ βασιλεῖς τῶν Χαλδαίων.
- 50
οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ρομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου, ἀλλὰ πάντας παρέδωκαν εἰς τὰς χεῖρας αὐτῶν.
Καὶ ὅταν ἦλθαν οἱ Χαλδαῖοι, ἐσκότωσαν μὲ ρομφαίαν τοὺς νεαροὺς Ἰσραηλίτας γύρω ἀπὸ τὸν ἅγιον Ναόν των. Καὶ δὲν ἐλυπήθηκαν οὔτε νεαρόν, οὔτε κόρην παρθένον, οὔτε γέροντα, οὔτε ὥριμον ἄνθρωπον, ἀλλὰ τοὺς παρέδωσαν ὅλους εἰς τὰ φονικὰ χέρια των.
- 51
καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ Κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ Κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα.
Ἐπῆραν δὲ καὶ μετέφεραν εἰς τὴν Βαβυλῶνα ὅλα τὰ ἱερὰ σκεύη τοῦ Ναοῦ τῶν Ἱεροσολύμων, τὰ μεγάλα καὶ τὰ μικρά, καὶ τὰ ἄλλα ἱερὰ κιβώτια τῶν σκευῶν, καθὼς καὶ τὰς φορητὰς ἀποθήκας μὲ τοὺς βασιλικοὺς θησαυρούς.
- 52
καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ Κυρίου καί ἔλυσαν τὰ τείχη ῾Ιερουσαλὴμ καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρὶ
Ἔβαλαν δὲ φωτιὰν εἰς τὸν Ναὸν τοῦ Κυρίου καὶ ἐγκρέμισαν τὰ τείχη τῆς Ἱερουσαλὴμ καὶ ἔκαψαν τοὺς πύργους της.
- 53
καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρειῶσαι, καὶ τοὺς ἐπιλοίπους ἀπήγαγε μετὰ ρομφαίας εἰς Βαβυλῶνα.
Ὠλοκλήρωσαν δὲ τὴν καταστροφήν, μὲ τὸ νὰ καταστρέψουν κάθε τι σπουδαῖον, ποὺ ὑπῆρχεν εἰς τὴν πόλιν. Ὅλους δέ, ὅσοι ἀπέμειναν ζωντανοί, τοὺς μετέφερεν αἰχμαλώτους ὁ βασιλεὺς τῶν Χαλδαίων μὲ τὴν ἀπειλὴν τῆς ρομφαίας εἰς τὴν Βαβυλῶνα.
- 54
καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν ρήματος τοῦ Κυρίου ἐν στόματι ῾Ιερεμίου·
Καὶ ἦσαν πλέον οἱ Ἰουδαῖοι δοῦλοι τοῦ Ναβουχοδονόσορος καὶ τῶν υἱῶν του, ἕως ὅτου ἐβασίλευσαν εἰς τὴν Βαβυλῶνα οἱ Πέρσαι καὶ ἐξεπληρώθη ἔτσι ὁ λόγος τοῦ Κυρίου, ποὺ τὸν εἶπε μὲ τὸ στόμα τοῦ Προφήτου Ἱερεμίου.
- 55
ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς, σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.
Εἶχεν εἰπεῖ δηλαδὴ ὁ Προφήτης ὅτι ἡ αἰχμαλωσία τῶν Ἰουδαίων θὰ διαρκέσῃ, μέχρις ὅτου ἰκανοποιηθῇ ἡ γῆ διὰ τὰς παραβάσεις τῆς ἀργίας τοῦ Σαββάτου, ποὺ ἔκαμναν ἕως τότε οἱ κάτοικοί της, μὲ τὸ νὰ ἐργάζωνται καὶ κατὰ τὰς ἡμέρας τῆς ἀργίας τοῦ Σαββάτου. Ἔτσι καθ' ὅλον τὸ διάστημα, ποὺ θὰ ἔμενε ἐρήμη, ἀκατοίκητη καὶ ἀκαλλιέργητη ἡ χώρα τῶν Ἰουδαίων, θὰ εἶχε κατὰ κάποιον τρόπον ἀργίαν Σαββάτου ἀντὶ τῶν παλαιῶν παραβάσεων τῆς ἀργίας τοῦ Σαββάτου, ποὺ εἶχαν διαπράξει οἱ κάτοικοι της. Καὶ αὐτὸ θὰ διαρκοῦσε ἐπὶ ἑβδομῆντα χρόνια.
