"Γλῶσσαι δὲ σοφῶν. Χείλη ψευδῆ ΠΑΡΟΙΜΙΕΣ 12,18-22 -
25 Μαρτίου 2018 · ΠΑΡΟΙΜΙΑΙ
Βίντεο
80. 2018 25 Μαρτ. ΠΑΡΟΙΜΙΕΣ - π.Νικηφόρος
ΚΕΦ. ΙΒ'§18-22 " 18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσι μαχαίρᾳ, γλῶσσαι δὲ σοφῶν ἰῶνται. 19 χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. 20 δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται. 21 οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν. 22 βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ"
