The envious person is two-faced. NUMBERS 23:19–22 & QUESTIONS – Fr Nikiforos
2 Ιουνίου 2021 · ΑΡΙΘΜΟΙ
Βίντεο
With God's help, on Wednesday, 2 June 2021, at 8:00 p.m., our Parish Fellowship's programme "ON THE SHORES OF GALILEE" took place. In its first half, our spiritual father, Fr Nikiforos Kontogiannis, explores the Old Testament book of NUMBERS; in the second half, Fr Nikiforos answers your questions, which you can submit by clicking HERE:
The programme takes place online every Wednesday and is broadcast live on radio and television through our website: galilea.gr/new/webtv/live/.
Members of our Parish Fellowship also take part in the programme.
A. TOPIC: “The envious person is two-faced” “
(based on the biblical book of NUMBERS, chapter 23:19–22)
B. LISTENERS' QUESTIONS
(continuing the answers to the following questions from listeners)
25) Father, could you speak to us about envy?
ORIGINAL TEXT
CHAPTER 23
Balaam's first oracle
Αρ. 23,1 Καὶ εἶπε Βαλαὰμ τῷ Βαλάκ· οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
Αρ. 23,2 καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
Αρ. 23,3 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ῥῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεὸν καὶ ἐπορεύθη εὐθεῖαν.
Αρ. 23,4 καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαάμ, καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ· τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
Αρ. 23,5 καὶ ἐνέβαλεν ὁ Θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτω λαλήσεις.
Αρ. 23,6 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ᾿ αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπ᾿ αὐτῷ,
Αρ. 23,7 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ, βασιλεὺς Μωάβ, ἐξ ὀρέων ἀπ᾿ ἀνατολῶν λέγων· δεῦρο ἄρασαί μοι τὸν Ἰακὼβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ.
Αρ. 23,8 τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος, ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός;
Αρ. 23,9 ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.
Αρ. 23,10 τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. Αρ. 23,11 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.
Αρ. 23,12 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;
The second oracle of Balaam
Αρ. 23,13 Καὶ εἶπε πρὸς αὐτὸν Βαλάκ· δεῦρο ἔτι μετ᾿ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλ᾿ ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.
Αρ. 23,14 καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
Αρ. 23,15 καὶ εἶπε Βαλαὰμ πρός Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν.
Αρ. 23,16 καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλε ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· ἀποστράφηθι πρὸς Βαλὰκ καὶ τάδε λαλήσεις.
Αρ. 23,17 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ᾿ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλάκ· τί ἐλάλησε Κύριος;
Αρ. 23,18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀνάστηθι Βαλάκ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ.
Αρ. 23,19 οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδ᾿ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;
Αρ. 23,20 ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω.
Αρ. 23,21 οὐκ ἔσται μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ Θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ·
Αρ. 23,22 Θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ.
Αρ. 23,23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ καὶ τῷ Ἰσραήλ, τί ἐπιτελέσει ὁ Θεός.
Αρ. 23,24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται.
Αρ. 23,25 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.
Αρ. 23,26 καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπε τῷ Βαλάκ· οὐκ ἐλάλησά σοι λέγων, τὸ ῥῆμα, ὃ ἐὰν λαλήσῃ ὁ Θεός, τοῦτο ποιήσω;
The Third Oracle of Balaam
Αρ. 23,27 Καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ Θεῷ, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.
Αρ. 23,28 καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογὼρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον.
Αρ. 23,29 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
Αρ. 23,30 καὶ ἐποίησε Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
TRANSLATION
CHAPTER 23
Balaam's first oracle
Num. 23:1 Balaam said to Balak: “Build me here seven altars and prepare for me seven young bulls and seven rams.”
Num. 23:2 Balak did as Balaam had said and brought one young bull and one ram for each altar.
Num. 23:3 Then Balaam said to him: “Stand here beside your sacrifice, while I go forward; perhaps the Lord will appear to me. Whatever He reveals to me, I will make known to you.” Balak indeed stood beside the altar of the sacrifice, while Balaam went forward to inquire of God. He walked straight ahead.
Num. 23:4 The Lord indeed appeared to Balaam, and Balaam said to Him: “I have prepared seven altars and placed upon each one a young bull and a ram.”
Num. 23:5 Then the Lord put a word in Balaam’s mouth and said: “Return to Balak and speak to him as I direct you.”
Num. 23:6 So Balaam returned to Balak, who was standing beside his burnt offerings, together with all the princes of Moab. Then the Spirit of God came upon Balaam,
Num. 23:7 and he took up his parable and said: “Balak, king of the Moabites, has summoned me from Aram, from the mountains of the East, saying, ‘Come, curse Jacob for me; come, denounce Israel.’”
Numbers 23:8 But how can I curse whom God has not cursed? Or how can I denounce whom the Lord has not denounced?
Numbers 23:9 For from the top of the rocks I see him, and from the hills I behold him; here is a people dwelling alone, and not reckoned among the nations.
Numbers 23:10 Who has counted the dust of Jacob, or numbered the fourth part of Israel? Let me die the death of the righteous, and let my end be like his!
Numbers 23:11 Then Balak said to Balaam, “What have you done to me? I brought you to curse my enemies, but now you have blessed them altogether.” Numbers 23:12 And he answered, “Must I not take heed to speak what the Lord puts in my mouth?”
The second oracle of Balaam
No. 23:13 Balak said to Balaam, “Come again with me to another place, from which you will not see all the Israelites, but only a part of the people. You will not see them all. From there, curse this people for my sake.”
No. 23:14 He took him and led him to a high place of a mountain field, to the top of “Lelexeumenou”, that is, the mountain of Nabau. There he built seven altars, and on each altar he offered one young bull and one ram.
No. 23:15 Balaam said to Balak, “Stand by your sacrifice, and I will go to inquire of God.”
No. 23:16 The Lord met Balaam, put a word in his mouth, and said, “Return to Balak and speak as I put in your mouth.”
No. 23:17 Balaam returned to him, who was standing by his burnt offerings, and all the princes of Moab were with him. Balak asked him, “What did the Lord say?”
No. 23:18 Balaam began his parable and said, “Rise, Balak, and hear; give ear, son of Zippor, to my voice.
No. 23:19 God is not like a man, that He should lie, nor like the son of man, that He should change His mind. Has He said, and will He not do it? Has He spoken, and will He not make it good?
No. 23:20 Behold, I have received a command to bless; He has blessed, and I cannot revoke it.
No. 23:21 He has not seen iniquity in Jacob, nor has He seen trouble in Israel. The Lord their God is with them; the acclamations of their King are among them.
No. 23:22 God brought them out of Egypt; He is like the strength of a wild ox for them.
No. 23:23 No sorcery can be practised against Jacob, nor any divination against Israel; for at the proper time God reveals to the Israelites what He will do.
No. 23:24 Behold, this people rises like a lioness, and like a lion he lifts himself up; he shall not lie down until he devours the prey and drinks the blood of the slain.
No. 23:25 Balak, distressed, said to Balaam, “Neither curse them at all, nor bless them!”
No. 23:26 Balaam answered and said to Balak, “Did I not tell you, saying, ‘All that the Lord speaks, that I must do’?”
The Third Oracle of Balaam
Numbers 23:27. Balak said to Balaam, “Come, I shall take you and lead you to another place. Perhaps it may please God for you to curse the people of Israel for me from there.”
Numbers 23:28. So Balak took Balaam and led him to the summit of Mount Peor, which overlooks the wilderness.
Numbers 23:29. Balaam said to Balak, “Build me seven altars here again, and prepare seven calves and seven rams for me.” Numbers 23:30. Balak did exactly as Balaam told him and placed one calf and one ram upon each altar.
ΚΕΙΜΕΝΟ
ΚΕΦΑΛΑΙΟΝ ΚΓ΄
Πρώτος χρησμός του Βαλαάμ
Αρ. 23,1 Καὶ εἶπε Βαλαὰμ τῷ Βαλάκ· οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
Αρ. 23,2 καὶ ἐποίησε Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαάμ, καὶ ἀνήνεγκε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
Αρ. 23,3 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ Θεὸς ἐν συναντήσει, καὶ ῥῆμα, ὃ ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν Θεὸν καὶ ἐπορεύθη εὐθεῖαν.
Αρ. 23,4 καὶ ἐφάνη ὁ Θεὸς τῷ Βαλαάμ, καὶ εἶπε πρὸς αὐτὸν Βαλαάμ· τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
Αρ. 23,5 καὶ ἐνέβαλεν ὁ Θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτω λαλήσεις.
Αρ. 23,6 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ᾿ αὐτοῦ. καὶ ἐγενήθη πνεῦμα Θεοῦ ἐπ᾿ αὐτῷ,
Αρ. 23,7 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκ, βασιλεὺς Μωάβ, ἐξ ὀρέων ἀπ᾿ ἀνατολῶν λέγων· δεῦρο ἄρασαί μοι τὸν Ἰακὼβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ.
Αρ. 23,8 τί ἀράσωμαι ὃν μὴ ἀρᾶται Κύριος, ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ Θεός;
Αρ. 23,9 ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.
Αρ. 23,10 τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακώβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων. Αρ. 23,11 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.
Αρ. 23,12 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ ὅσα ἂν ἐμβάλῃ ὁ Θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι;
Δεύτερος χρησμός του Βαλαάμ
Αρ. 23,13 Καὶ εἶπε πρὸς αὐτὸν Βαλάκ· δεῦρο ἔτι μετ᾿ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ οὗ οὐκ ὄψει αὐτὸν ἐκεῖθεν, ἀλλ᾿ ἢ μέρος τι αὐτοῦ ὄψει, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.
Αρ. 23,14 καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασε μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
Αρ. 23,15 καὶ εἶπε Βαλαὰμ πρός Βαλάκ· παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν Θεόν.
Αρ. 23,16 καὶ συνήντησεν ὁ Θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλε ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· ἀποστράφηθι πρὸς Βαλὰκ καὶ τάδε λαλήσεις.
Αρ. 23,17 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωὰβ μετ᾿ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλάκ· τί ἐλάλησε Κύριος;
Αρ. 23,18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀνάστηθι Βαλάκ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφώρ.
Αρ. 23,19 οὐχ ὡς ἄνθρωπος ὁ Θεὸς διαρτηθῆναι, οὐδ᾿ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας, οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;
Αρ. 23,20 ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω.
Αρ. 23,21 οὐκ ἔσται μόχθος ἐν Ἰακώβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· Κύριος ὁ Θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ·
Αρ. 23,22 Θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ.
Αρ. 23,23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ καὶ τῷ Ἰσραήλ, τί ἐπιτελέσει ὁ Θεός.
Αρ. 23,24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυρωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν, καὶ αἷμα τραυματιῶν πίεται.
Αρ. 23,25 καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.
Αρ. 23,26 καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπε τῷ Βαλάκ· οὐκ ἐλάλησά σοι λέγων, τὸ ῥῆμα, ὃ ἐὰν λαλήσῃ ὁ Θεός, τοῦτο ποιήσω;
Τρίτος χρησμός του Βαλαάμ

ΜΕΤΑΦΡΑΣΗ