Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΑΝΑΡΤΗΣΕΙΣ
ΑΡΙΘΜΟΙ

The people of God. NUMBERS 24:18–25 & QUESTIONS — Fr Nikiforos.

10 Νοεμβρίου 2021 · ΑΡΙΘΜΟΙ

Βίντεο

With God's help, our Parish Fellowship programme "ON THE SHORES OF GALILEE" took place on Wednesday 10 November 2021 at 9:00 p.m. During its first half, our spiritual father, Fr Nikiforos Kontogiannis, expounds the Old Testament book of NUMBERS, while in the second half Fr Nikiforos answers questions from our dear listeners, which you can submit by clicking HERE:
The programme takes place online every Wednesday and is broadcast LIVE ON RADIO AND TELEVISION through our website: galilea.gr/new/webtv/live/.
Discussion also takes place during the talk.

A. SUBJECT: "God's people "
(based on the biblical book of NUMBERS, chapter 24:18–25)
B. LISTENERS' QUESTIONS
(continuing answers to the following questions from our listeners)

ORIGINAL TEXT

CHAPTER 24

The Third Oracle of Balaam

Αρ. 24,1 Καὶ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν Ἰσραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον.
Αρ. 24,2 καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς, καὶ ἐγένετο πνεῦμα Θεοῦ ἐν αὐτῷ,
Αρ. 24,3 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
Αρ. 24,4 φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
Αρ. 24,5 ὡς καλοὶ οἱ οἶκοί σου Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ!
Αρ. 24,6 ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξε Κύριος, καὶ ὡσεὶ κέδροι παρ᾿ ὕδατα.
Αρ. 24,7 ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία αὐτοῦ, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ.
Αρ. 24,8 Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν·
Αρ. 24,9 κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.
Αρ. 24,10 καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο·
Αρ. 24,11 νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης.
Αρ. 24,12 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων·
Αρ. 24,13 ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρ᾿ ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ.

Balaam's final oracles

Αρ. 24,14 καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι, τί ποιήσει ὁ λαὸς οὗτος τὸν λαόν σου ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν.
Αρ. 24,15 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
Αρ. 24,16 ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
Αρ. 24,17 δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας υἱοὺς Σήθ.
Αρ. 24,18 καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἡσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ.
Αρ. 24,19 καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως.
Αρ. 24,20 καὶ ἰδὼν τὸν Ἀμαλὴκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἀρχὴ ἐθνῶν Ἀμαλήκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
Αρ. 24,21 καὶ ἰδὼν τὸν Κεναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ἰσχυρὰ ἡ κατοικία σου· καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,
Αρ. 24,22 καὶ ἐὰν γένηται τῷ Βεὼρ νοσσιὰ πανουργίας, Ἀσσύριοι αἰχμαλωτεύσουσί σε.
Αρ. 24,23 καὶ ἰδὼν τὸν Ὢγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν· ὦ ὦ, τίς ζήσεται, ὅταν θῇ ταῦτα ὁ Θεός;
Αρ. 24,24 καὶ ἐξελεύσεται ἐκ χειρῶν Κιτιαίων καὶ κακώσουσιν Ἀσσοὺρ καὶ κακώσουσιν Ἑβραίους, καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται.
Αρ. 24 ,25 καὶ ἀναστὰς Βαλαὰμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλὰκ ἀπῆλθε πρὸς ἑαυτόν .

TRANSLATION

CHAPTER 24

Num. 24:1 When Balaam saw that it was pleasing to God to bless the people of Israel, he did not go, as he had been accustomed previously, to seek omens, but turned his face directly towards the wilderness where the Israelites were encamped.
Num. 24:2 He lifted up his eyes and saw the Israelites encamped by their tribes. Then the Spirit of God came upon him.
Num. 24:3 He began his allegorical discourse and said: "Balaam, the son of Beor, speaks; he speaks as a man who truly sees the future.
Num. 24:4 He is the one who hears the words of the Almighty God, the one who sees visions of God in his sleep. He is the one whose eyes are open so as to see the future. He speaks and says:
Num. 24:5 How fair are your tents, O Jacob, your dwellings, O people of Israel!
Num. 24:6 They are like valleys stretching out, like gardens beside a river, like tents which the Lord has pitched, like cedars beside the waters.
Num. 24:7 From his descendants shall come a man who shall rule over many nations, and his kingdom shall be exalted above the kingdom of Gog. His kingdom shall be magnified!
Num. 24:8 God brought this people out of Egypt, and his strength is like the strength of a wild ox. He shall devour the nations that are his enemies, he shall break their bones and pierce their marrow with his arrows; he shall shoot and destroy his enemies!
Num. 24:9 He shall crouch and lie down like a lion, and like a young lion full of strength. Who shall dare to rouse him? Those who bless you, O people of Israel, shall be blessed, and those who curse you shall be cursed."
Num. 24:10 Balak was angry with Balaam; he clapped his hands in anger and said to him: "I called you to curse my enemy, but behold, you have blessed him this third time.
Num. 24:11 Now therefore, flee to your own place. I said I would honour you greatly, but now the Lord has withheld from you the honour I had intended for you."
Num. 24:12 Balaam said to Balak: "Did I not tell your messengers whom you sent to me?
Num. 24:13 Even if Balak were to give me his house full of silver and gold, I could not go beyond the command of the Lord to do either good or bad of my own will. Whatever God speaks, that I shall speak.

Balaam's final oracles

Num. 24:14 "Now, behold, I am returning to my own land. But come, let me reveal to you what this people will do to your people in the times to come."
Num. 24:15 Balaam began his prophetic oracle and said: "Balaam, the son of Beor, speaks; the man who truly sees the future speaks;
Num. 24:16 he who hears the words of God, who possesses true knowledge from God; he who sees visions of God in his sleep and whose eyes are open to penetrate the future.
Num. 24:17 I shall see him and reveal him, the Messiah, but not now. I call him blessed, but he is not near. In days to come a star will rise from the descendants of Jacob; a man will arise from the people of Israel and crush the leaders of the Moabites and plunder all the descendants of Seth.
Num. 24:18 He will inherit Idumea. The descendants of Esau, his enemies, will be his inheritance. The people of Israel accomplished all these things through their strength.
Num. 24:19 This man will come from the tribe of Jacob and destroy every enemy who seeks to save himself by fleeing the city."
Num. 24:20 Turning his gaze towards the Amalekites, Balaam uttered another oracle: "The Amalekites were the first among the nations to fight the Israelites. For this reason their descendants will be destroyed."
Num. 24:21 Seeing the Kenites, he uttered a new oracle: "Strong is your dwelling. But even if you build your nest upon the rock,
Num. 24:22 even if your nest is built with the skill of Beor, the Assyrians will take you captive."
Num. 24:23 Seeing Og, he uttered a new prophetic saying: "Alas! Alas! Who will live when God sends punishment against you?
Num. 24:24 Military forces will come out of Cyprus and afflict and humble the Assyrians and the Hebrews. But all these peoples, together with those who destroyed them, will themselves be destroyed!"
Num. 24:25 Balaam set off and returned to his own land, while Balak returned to his home.

ΚΕΙΜΕΝΟ

ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄

Τρίτος χρησμός του Βαλαάμ

Αρ. 24,1 Καὶ ἰδὼν Βαλαὰμ ὅτι καλόν ἐστιν ἐναντίον Κυρίου εὐλογεῖν τὸν Ἰσραήλ, οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον.
Αρ. 24,2 καὶ ἐξάρας Βαλαὰμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα κατὰ φυλάς, καὶ ἐγένετο πνεῦμα Θεοῦ ἐν αὐτῷ,
Αρ. 24,3 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπε· φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,
Αρ. 24,4 φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν Θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
Αρ. 24,5 ὡς καλοὶ οἱ οἶκοί σου Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ!
Αρ. 24,6 ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῷ καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξε Κύριος, καὶ ὡσεὶ κέδροι παρ᾿ ὕδατα.
Αρ. 24,7 ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία αὐτοῦ, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ.
Αρ. 24,8 Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν·
Αρ. 24,9 κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.
Αρ. 24,10 καὶ ἐθυμώθη Βαλὰκ ἐπὶ Βαλαὰμ καὶ συνεκρότησε ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπε Βαλὰκ πρὸς Βαλαάμ· καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο·
Αρ. 24,11 νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου· εἶπα, τιμήσω σε, καὶ νῦν ἐστέρησέ σε Κύριος τῆς δόξης.
Αρ. 24,12 καὶ εἶπε Βαλαὰμ πρὸς Βαλάκ· οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων·
Αρ. 24,13 ἐάν μοι δῷ Βαλὰκ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα Κυρίου ποιῆσαι αὐτὸ καλὸν ἢ πονηρὸν παρ᾿ ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ὁ Θεός, ταῦτα ἐρῶ.

Τελευταίοι χρησμοί του Βαλαάμ

ΜΕΤΑΦΡΑΣΗ

ΚΕΦΑΛΑΙΟΝ ΚΔ΄