LITURGICAL SERMON FOR THE “LUKE 7”
6 Νοεμβρίου 2022 · ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΗΡΥΓΜΑΤΑ
Βίντεο
SUNDAY
“SEVENTH OF LUKE”
Topic of the Liturgical Sermon: "The value of a name"
GOSPEL READING FOR SUNDAY LUKE 7
Luke 8:41–56
TEXT
41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. 49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου. 55 καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτοῖς. ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
TRANSLATION
41 Then a man named Jairus, a ruler of the synagogue, came and fell at Jesus' feet, begging Him to visit his house, 42 for he had an only daughter, about twelve years old, who was dying. As Jesus went, the crowds pressed around Him. 43 A woman who had suffered from bleeding for twelve years, and had spent all she had on doctors without being able to find a cure from anyone, 44 came up behind Him and touched the hem of His garment. Immediately her bleeding stopped! 45 Jesus said, “Who touched Me?” When everyone denied it, Peter and those with him said to Him, “Teacher, the crowds are pressing and crowding around You, and You ask, ‘Who touched Me?’” 46 But Jesus said, “Someone touched Me, for I felt power go out from Me.” 47 When the woman saw that she had not gone unnoticed, she came trembling and fell at His feet. In front of all the people, she told Him why she had touched Him and how she had been healed at once. 48 He said to her, “Take courage, My daughter. Your faith has saved you. Go in peace.” 49 While He was still speaking, someone came from the synagogue ruler's house and said to him, “Your daughter has died. Do not trouble the Teacher any longer.” 50 But when Jesus heard this, He said to him, “Do not be afraid; only believe, and she will be saved.” 51 When He reached the house, He allowed no one to go in except Peter, John and James, together with the girl's father and mother. 52 Everyone was weeping and mourning for her, but Jesus said, “Do not weep. She has not died; she is only sleeping.” 53 They laughed scornfully at Him, for they knew that she had died. 54 Then Jesus, after putting them all outside, took her by the hand and said in a loud voice, “Little girl, arise!” 55 Her spirit returned, and she immediately stood up! He then ordered them to give her something to eat. 56 Her parents were astonished. Jesus also instructed them not to tell anyone what had happened.

