LITURGICAL SERMON FOR THE “SUNDAY OF THE PARALYTIC”
23 Μαΐου 2021 · ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΗΡΥΓΜΑΤΑ
Βίντεο
SUNDAY
OF THE PARALYTIC
Topicof the Liturgical Sermon: "Water in our salvation"
GOSPEL READING FOR THE SUNDAY OF THE PARALYTIC
John 5:1–15
TEXT
1 ΜΕΤΑ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρᾳ, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3 ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ Ἰησοῦς· ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 11 ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν οὖν αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
.
TRANSLATION
1 After these things there was a Jewish feast, and Jesus went up to Jerusalem. 2 In Jerusalem, near the Sheep Gate, there is a pool with five porticoes, called Bethesda in Hebrew. 3 In these porticoes lay many sick people—blind, lame and paralysed—waiting for the stirring of the water. 4 For from time to time an angel came down into the pool and stirred the water. Then whoever first entered the water after it was stirred was healed, whatever his illness. 5 There was also a man there who had been ill for thirty-eight years. 6 When Jesus saw him lying there and realised that he had already been there a long time, he said to him, “Do you want to be made well?” 7 The sick man answered, “Lord, I have no one to put me into the pool when the water is stirred. While I am on my way, someone else goes down before me.” 8 Jesus said to him, “Get up, take your bed and walk.” 9 Immediately the man was made well, took up his bed and walked! But that day was the Sabbath. 10 So the Jews said to the man who had been healed, “It is the Sabbath, and you are not permitted to carry your bed.” 11 He answered, “The one who healed me told me, ‘Take your bed and walk’.” 12 They asked him, “Who is the man who told you, ‘Take your bed and walk’?” 13 But the man who had been healed did not know who it was, because Jesus had slipped away unnoticed among the crowd there. 14 Afterwards, Jesus found him in the temple and said, “See, you have been made well. Sin no more, so that nothing worse may happen to you.” 15 The man went away and told the Jews that Jesus was the one who had made him well.
.

