LITURGICAL SERMON "SUNDAY LUKE 8"
14 Νοεμβρίου 2021 · ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΗΡΥΓΜΑΤΑ
Βίντεο
SUNDAY
“8TH OF LUKE”
Topic of the Liturgical Sermon: “Human wisdom”
GOSPEL READING FOR SUNDAY LUKE 8
Luke 10:25–37
TEXT
25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· 28 εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. 29 ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστί μου πλησίον; 30 ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32 ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. 33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ’ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· 35 καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.
TRANSLATION
25 A lawyer suddenly stood up and, wishing to test him, said, “Teacher, what must I do to inherit eternal life?” 26 Jesus said to him, “What is written in the Law? What do you read?” 27 He answered, “Love the Lord your God with all your heart, all your soul and all your mind, and also your neighbour as yourself.” 28 Jesus said to him, “You have answered correctly. Do this and you will live.” 29 But wishing to justify himself, he said to Jesus, “And who is my neighbour?” 30 Taking this as his starting point, Jesus said, “A man was going down from Jerusalem to Jericho. He fell into the hands of robbers, who stripped him, wounded him severely and left him half-dead before departing. 31 By chance a priest was going down that road. Although he saw him, he passed him by. 32 A Levite did the same when he came to that place: he came and saw, then continued on his way without offering help. 33 But a Samaritan traveller also arrived where the wounded man was, and when he saw him, he had compassion on him. 34 He approached and bandaged his wounds, pouring oil and wine upon them. Then he put him on his own animal, brought him to an inn and cared for him. 35 The next day he went out, took out two denarii and gave them to the innkeeper, saying, ‘Care for him, and whatever more you spend I shall repay you when I return.’ 36 “Which of these three, then, do you think became a neighbour to the man who fell among robbers?” 37 He answered, “The one who cared for him with compassion.” Jesus then told him, “Go and do likewise.”

