What is our relationship with Christ? What is our place in the Church? LUKE 6 —
20 Οκτωβρίου 2019 · ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΗΡΥΓΜΑΤΑ
Βίντεο
SUNDAY
“SIXTH OF LUKE”
Liturgical sermon topic: What is our relationship with Christ, and what is the place of men, women, children and others within the Church, and why?
J.P.MIGNE PG. ΔΙΑΤΑΓΑΙ ΑΠΟΣΤΟΛΩΝ — ΤΟΜΟΣ 1 ΚΕΦΑΛΑΙΟΝ ΝΖ΄ σελ. 724 κ.εξ.
Διατύπωσις Ἐκκλησίας καί κλήρου, καί τί ἕκαστος έπιτελεῖν ὀφείλει τῶν συναθροιζομένων κληρικῶν ἤ λαϊκῶν έν τῃ, συνάξει.
Ὅταν δὲ συναθροίζῃς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ὡς κυβερνήτης νηὸς μεγάλης μετ’ ἐπιστήμης πάσης κέλευε ποιεῖσθαι τὰς συνόδους, παραγγέλλων τοῖς διακόνοις ὡσανεὶ ναύταις τοὺς τόπους ἐκτάσσειν τοῖς ἀδελφοῖς καθάπερ ἐπιβάταις μετὰ πάσης ἐπιμελείας καὶ σεμνότητος….. Κείσθω δὲ μέσος ὁ τοῦ ἐπισκόπου
θρόνος, παρ’ ἑκάτερα δὲ αὐτοῦ καθεζέσθω τὸ πρεσβυτέριον, καὶ οἱ διάκονοι παριστάσθωσαν εὐσταλεῖς τῆς πλείονος ἐσθῆτος· ἐοίκασι γὰρ ναύταις καὶ τοιχάρχοις. Προνοίᾳ δὲ τούτων εἰς τὸ ἕτερον μέρος οἱ λαϊκοὶ καθεζέσθωσαν μετὰπάσης εὐταξιὰς καὶ ἡσυχίας, καὶ αἱ γυναῖκες κεχωρισμένως καὶ αὐταὶ καθεζέσθωσαν σιώπην ἄγουσαι…. Στηκέτωσαν δὲ οἱ μὲν πυλωροὶ εἰς τὰς εἰσόδους τῶν ἀνδρῶν φυλάσσοντες αὐτάς, αἱ δὲ διάκονοι εἰς τὰς τῶν γυναικῶν, δίκην ναυστολόγων· καὶ γὰρ ἐν τῇ σκηνῇ τοῦ
μαρτυρίου ὁ αὐτὸς παρηκολούθει τύπος. Eἰ δέ τις εὑρεθῇ παρὰ τόπον καθεζόμενος, ἐπιπλησσέσθω ὑπὸ τοῦ
διακόνου ὡς πρωρέως καὶ εἰς τὸν καθήκοντα αὐτῷ τόπον μεταγέσθω….οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οἱ μὲν νεώτεροι ἰδίᾳ καθεζέσθωσαν, ἐὰν ᾖ τόπος, εἰ δὲ μή, στηκέτωσαν ὀρθοί· οἱ δὲ τῇ ἡλικίᾳ ἤδη προβεβηκότες καθεζέσθωσαν ἐν τάξει, τὰ δὲ παιδία ἑστῶτα προσλαμβανέσθωσαν αὐτῶν οἱ πατέρες καὶ αἱ μητέρες· αἱ δὲ νεώτεραι πάλιν ἰδίᾳ, ἐὰν ᾖ τόπος, εἰ δὲ μήγε, ὄπισθεν τῶν γυναικῶν ἱστάσθωσαν· αἱ δὲ ἤδη γεγαμηκυῖαι καὶ τὰ τέκνα ἔχουσαι ἰδίᾳ ἱστάσθωσαν· αἱ παρθένοι δὲ καὶ αἱ χῆραι καὶ αἱ πρεσβύτιδες πρῶται πασῶν
στηκέτωσαν ἢ καθεζέσθωσαν. Ἔστω δὲ τῶν τόπων προνοῶν ὁ διάκονος, ἵν’ ἕκαστος τῶν εἰσερχομένων εἰς τὸν ἴδιον τόπον ὁρμᾷ καὶ μὴ παρὰ τὸ ἰντρόϊτον καθέζωνται. Ὁμοίως ὁ διάκονος ἐπισκοπείτω τὸν λαόν, ὅπως μήτις ψιθυρίσῃ ἢ νυστάξῃ ἢ γελάσῃ ἢ νεύσῃ· χρὴ γὰρ ἐν Ἐκκλησίᾳ ἐπιστημόνως καὶ νηφαλέως καὶ ἐγρηγορότως ἑστάναι, ἐκτεταμένην ἔχοντα τὴν ἀκοὴν εἰς τὸν τοῦ Κυρίου λόγον.
When you gather the Church of God, as though you were the captain of a great ship, command that the assemblies be held with every care for order. Instruct the deacons, as though they were sailors, to assign places to the brethren, as to passengers, with all care and dignity… Let the bishop’s throne stand in the middle, with the presbyters seated beside him on either side, and let the deacons stand properly dressed, for they resemble sailors and overseers of the rowers. Through their care, let the laymen sit elsewhere quietly and in order, and let the women sit separately, also keeping silence… Let the doorkeepers guard the men’s entrances, and the deaconesses the women’s entrances, as those responsible for the ship’s good order… If anyone is found not seated in his appointed place, let the deacon, acting as boatswain, rebuke him and lead him to his proper place…
Likewise in the Church, let the younger men stand and the elderly sit in order. Let the children stand, with their fathers and mothers taking charge of them. Let the younger women also be separately placed if there is room; otherwise let them stand behind the women. Let married women with their children stand in a separate place, while virgins, widows and elderly women stand or sit at the front. Let the deacon attend to the places, so that everyone entering goes to his own place and does not sit in the entrance. Let the deacon also watch the people, so that no one whispers, laughs or makes gestures, for in the Church everyone must stand attentively, soberly and vigilantly, with ears intent upon the word of the Lord.
GOSPEL READING FOR SUNDAY LUKE 6
KEIMENO
27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. 34 ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. 36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. 38 ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· 39 ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
TRANSLATION
27 When he came ashore, a man from the city met him who had been possessed by demons for many years. He wore no clothes and lived not in a house but among the tombs. 28 When he saw Jesus, he cried out, fell at his feet and said in a loud voice, “What have I to do with you, Jesus, Son of the Most High God? I beg you, do not torment me.” 29 For Jesus had commanded the demonic spirit to come out of the man. It had held him in its power for many years, and although people tried to restrain him with chains and shackles, he broke his bonds and was driven by the demon into deserted places. 30 Then Jesus asked him, “What is your name?” He answered, “Legion,” because many demons had entered him. 31 They begged him not to command them to go into the abyss.
32 Meanwhile, a large herd of pigs was grazing there on the mountain. The demons begged Him to allow them to enter the pigs, and He permitted them. 33 So the demons came out of the man and entered the pigs. Then the herd rushed down the cliff and drowned in the lake. 34 When the herdsmen saw what had happened, they fled and reported it in the town and the surrounding countryside. 35 The inhabitants came out to see what had happened and came to Jesus. There they found the man from whom the demons had gone out clothed, behaving rationally and sitting near Jesus' feet, and they were afraid. 36 The eyewitnesses also told them how the demon-possessed man had been delivered. 37 Then the whole crowd from the region of the Gadarenes begged Him to leave them, for they were overcome with great fear. He entered the boat and returned. 38 But the man from whom the demons had gone out begged to stay with Him. Jesus, however, sent him home, saying, 39 “Return to your home and tell all that God has done for you.” So he went away proclaiming throughout the town what Jesus had done for him.

