Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΖΑΧΑΡΙΑΣ

Ζαχαρίας, κεφάλαιο 1

17 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (14)
  1. 1

    ΕΝ τῷ ὀγδόῳ μηνί, ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου, υἱὸν ᾿Αδδὼ τὸν προφήτην λέγων·

    Κατὰ τὸν ὄγδοον μῆνα «τοῦ Ἰουδαϊκοῦ θρησκευτικοῦ ἔτους, τὸν Μαρσιεσβάν» τοῦ δευτέρου ἔτους τῆς βασιλείας τοῦ βασιλιᾶ τῶν Περσῶν ὁ «A' τοῦ Ὑστάσπους» ὁ Κύριος ὡμίλησε πρὸς τὸν προφήτην Ζαχαρίαν, τὸν υἱὸν τοῦ Βαραχίου καὶ ἔγγονον τοῦ Ἀδδώ, καὶ τοῦ εἶπεν:

  2. 2

    ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην,

    «Ὠργίσθη ὁ Κύριος εἰς τὰ παλαιοτέρα χρόνια ἐναντίον τῶν πατέρων σας μὲ μεγάλην ὀργήν·

  3. 3

    καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος παντοκράτωρ· ἐπιστρέψατε πρός με, λέγει Κύριος τῶν δυνάμεων, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος τῶν δυνάμεων.

    «καὶ ἐπειδὴ ἐκεῖνοι δὲν ζοῦν πλέον», εἶπε τώρα πρὸς τοὺς συγχρόνους σου Ἰουδαίους: «Αὐτὰ λέγει ὁ Κύριος ὁ Παντοκράτωρ· ἀφοῦ εἴδατε εἰς ποίαν πανωλεθρίαν παρέδωσα τοὺς πατέρας σας, οἱ ὁποῖοι ἀπείθησαν εἰς ὅσα τοὺς συνεβούλευσα διὰ τῶν προφητῶν, ἐπιστρέψατε μὲ μετάνοιαν εἰς Ἐμέ, λέγει ὁ Κύριος τῶν οὐρανίων δυνάμεων, ὁπότε καὶ Ἐγὼ θὰ ἀποσύρω τὴν ὀργήν μου καὶ θὰ ἐπιστρέψω εἰς σᾶς μὲ ἐλεήμονα καὶ εὐσπλαγχνικὴν διάθεσιν, λέγει ὁ Κύριος τῶν οὐρανίων δυνάμεων.

  4. 4

    καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται ἔμπροσθεν λέγοντες· τάδε λέγει Κύριος παντοκράτωρ· ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐκ εἰσήκουσαν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.

    Καὶ μὴ γίνεσθε σὰν τοὺς πατέρας σας, τοὺς ὁποίους οἱ προηγούμενοι, οἱ πρὸ τῆς αἰχμαλωσίας προφῆται, κατηγόρησαν καὶ ὠνείδισαν δριμύτατα λέγοντες: Αὐτὰ λέγει ὁ Κύριος ὁ Παντοκράτωρ· γυρίστε πίσω, μετανοῆστε· ἀποστραφῆτε τοὺς ἁμαρτωλοὺς δρόμους καὶ τὴν ἁμαρτωλὴν διαγωγήν σας καὶ τὰ πονηρά σας ἔργα. Ἐκεῖνοι ὅμως δὲν ὑπήκουσαν εἰς τοὺς προφήτας καὶ δὲν ἔδωσαν προσοχὴν εἰς τὰ λόγιά μου, λέγει ὁ Κύριος.

  5. 5

    οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται;

    Ποὺ εἶναι λοιπὸν τώρα οἱ πατέρες σας; Ἀλλὰ καὶ οἱ προφῆται, οἱ ὁποῖοι τοὺς ἐκήρυξαν, ποὺ εἶναι; Ἀπέθαναν! Μήπως ἄλλωστε ἐπρόκειτο νὰ μείνουν ἐδῶ ζωντανοὶ αἰωνίως;

  6. 6

    πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρίθησαν καὶ εἶπαν· καθὼς παρατέτακται Κύριος παντοκράτωρ τοῦ ποιῆσαι ἡμῖν κατὰ τὰς ὁδοὺς ἡμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ἡμῶν, οὕτως ἐποίησεν ἡμῖν.

    Σεῖς ὅμως, οἱ ἀπόγονοι ἐκείνων, ἀποδεχθῆτε τὰ λόγια καὶ τοὺς νόμους μου, ὅσα Ἐγὼ ὁρίζω καὶ διατάσσω διὰ τοῦ Πνεύματός μου εἰς τοὺς δούλους μου τοὺς προφήτας, οἱ ὁποῖοι εἶχαν κατηγορήσει καὶ ἐλέγξει τοὺς πατέρας σας». Καὶ οἱ σύγχρονοι τοῦ Ζαχαρίου Ἰουδαῖοι συνεφώνησαν μαζί του, συνωμολόγησαν τὴν ἀλήθειαν, ἀπεκρίθησαν δὲ εἰς αὐτὸν καὶ τοῦ εἶπαν: «Ὁμολογοῦμεν ὅτι, ὅπως διέταξε καὶ ὅπως ἀπεφάσισεν ὁ Κύριος ὁ Παντοκράτωρ να πράξῃ ἐναντίον μας, ἀναλόγως πρὸς τὴν ἁμαρτωλὴν πορείαν καὶ τὴν ἁμαρτωλὴν διαγωγήν μας, δίκαια καὶ ὀρθὰ ἐνήργησεν ἐναντίον μας».

  7. 7

    Τῇ τετράδι καὶ εἰκάδι, τῷ ἑνδεκάτῳ μηνί [οὗτός ἐστιν ὁ μὴν Σαβάτ] ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν ᾿Αδδὼ τὸν προφήτην λέγων·

    Κατὰ τὴν εἰκοστὴν τετάρτην ἡμέραν τοῦ ἑνδεκάτου μηνὸς τοῦ Ἰουδαϊκοῦ θρησκευτικοῦ ἔτους - αὐτὸς εἶναι ὁ μῆνας Σαβάτ - κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ βασιλιᾶ Δαρείου «Α' τοῦ Ὑστάσπους» ὁ Κύριος ὡμίλησε πρὸς τὸν προφήτην Ζαχαρίαν, τὸν υἱὸν τοῦ Βαραχίου καὶ ἔγγονον τοῦ Ἀδδώ, καὶ «ὁ Ζαχαρίας» εἶπεν:

  8. 8

    ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί.

    «Εἶδα ἕνα ὅραμα, μίαν ὀπτασίαν κατὰ τὴν νύκτα· καὶ νά! Ἕνας ἄνδρας εἶχεν ἱππεύσει ἕνα ἵππον, ὁ ὁποῖος εἶχε χρῶμα κοκκινωπὸν καὶ αὐτὸς ἐστέκετο μεταξὺ τῶν βαθυσκίων βουνῶν, πίσω δὲ ἀπὸ αὐτὸν ἦσαν ἄλλοι ἵπποι κοκκινωποὶ καὶ ψαροὶ καὶ ποικιλόχρωμοι καὶ λευκοί.

  9. 9

    καὶ εἶπα· τί οὗτοι, Κύριε; καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἐγὼ δείξω σοι τί ἐστι ταῦτα.

    Καὶ γεμᾶτος ἀπορίαν ἐρώτησα: «Τί εἶναι αὐτοί, Κύριε;» Καὶ ὁ ἄγγελος, ὁ ὁποῖος ὠμιλοῦσε πρὸς Ἐμέ, ἀπάντησε καὶ μοῦ εἶπεν: «Ἐγὼ θὰ σοῦ δείξω τί εἶναι αὐτά».

  10. 10

    καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων, καὶ εἶπε πρός με· οὗτοί εἰσιν οὓς ἐξαπέστειλε Κύριος περιοδεῦσαι τὴν γῆν.

    Καὶ ὁ ἄνδρας, ποὺ ἐστέκετο μεταξὺ τῶν βαθυσκίων βουνῶν, ἀπεκρίθη καὶ μοῦ εἶπεν: «Αὐτοὶ οἱ ἱππεῖς εἶναι ἐκεῖνοι, τοὺς ὁποίους ἀπέστειλεν ὁ Κύριος διὰ να περιοδεύσουν τὴν γῆν καὶ νὰ ἰδοῦν τί θὰ συμβῇ εἰς ὁλόκληρον τὸν κόσμον».

  11. 11

    καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον· περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἠσυχάζει.

    Καὶ οἱ ἱππεῖς ἀπεκρίθησαν εἰς τὸν ἄγγελον τοῦ Κυρίου, ὁ ὁποῖος ἐστέκετο μεταξὺ τῶν βαθυσκίων βουνῶν, καὶ τοῦ εἶπαν: «Περιωδεύσαμεν ὁλόκληρον τὴν γῆν καὶ διεπιστώσαμεν τοῦτο· νά, ὁλόκληρος ἡ γῆ κατοικεῖται καὶ ἔχει ἡσυχίαν καὶ ἠρεμίαν».

  12. 12

    καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ εἶπε· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν ῾Ιερουσαλὴμ καὶ τὰς πόλεις ᾿Ιούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;

    Τότε ὁ ἄγγελος τοῦ Κυρίου ἔλαβε τὸν λόγον καὶ εἶπε: «Κύριε Παντοκράτορ, ἕως πότε θὰ συνεχίζῃς νὰ μὴ εὐσπλαγχνίζεσαι τὴν ἐρημωμένην καὶ ἐγκαταλελειμμένην Ἱερουσαλὴμ καὶ τὶς πόλεις τῆς Ἰουδαίας, διὰ τίς ὁποῖες ἀδιαφορεῖς καὶ πρὸς τὶς ὁποῖες ἐκδηλώνεις τὴν ὀργήν σου ἐπὶ ἑβδομήντα χρόνια τώρα;»

  13. 13

    καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ρήματα καλὰ καὶ λόγους παρακλητικούς.

    Καὶ ὁ παντοκράτωρ Κύριος ἀπεκρίθη μὲ λόγια καλὰ καὶ παρηγορητικὰ εἰς τὸν ἄγγελον, ποὺ ὡμιλοῦσε μαζί μου.

  14. 14

    καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἐζήλωκα τὴν ῾Ιερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν

    Ὁ δὲ ἄγγελος, ποὺ συνωμιλοῦσε μὲ ἐμέ, μοῦ εἶπε: «Φώναξε δυνατά, ὥστε νὰ ἀκουσθῇς ἀπὸ ὅλους, καὶ εἰπέ: Αὐτὰ λέγει ὁ Κύριος ὁ Παντοκράτωρ· Καίγομαι κυριολεκτικὰ μέχρι ζηλοτυπίας ἀπὸ μεγάλην ἀγάπην πρὸς τὴν Ἱερουσαλὴμ καὶ ἀπὸ ἰσχυρὰν καὶ μεγάλην στοργὴν πρὸς τὴν Σιών·

  15. 15

    καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθ᾿ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.

    ἕνεκα δὲ τῆς σψοδρᾶς αὐτῆς ἀγάπης μου πρὸς τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν θὰ ὀργισθῶ μὲ μεγάλην ὀργὴν ἐναντίον τῶν ἐθνῶν, τὰ ὁποῖα ὅλα μαζὶ καὶ ἀπὸ πᾶσαν κατεύθυνσιν ἐπετέθησαν ἐναντίον της· διότι ἐνῷ μὲν Ἐγώ, διὰ λόγους καθαρῶς παιδαγωγικούς, ὠργίσθηκα ἐναντίον τῆς Ἱερουσαλὴμ ὀλίγον, τὰ ἔθνη ἐκεῖνα ἐπετέθησαν ἐνωμένα ἐναντίον της καὶ τῆς ἐπροξένησαν συμφορὲς καὶ τῆς αὔξησαν τὰ δεινά.

  16. 16

    διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπιστρέψω ἐπὶ ῾Ιερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ ῾Ιερουσαλὴμ ἔτι.

    Διὰ τοῦτο αὐτὰ λέγει ὁ Κύριος: Θὰ ἐπιστρέψω εἰς τὴν Ἱερουσαλὴμ μὲ εὐσπλαγχνίαν, ἀγάπην καὶ ἡμερότητα, καὶ ὁ Ναός μου θὰ οἰκοδομηθῇ καὶ πάλιν εἰς αὐτήν, λέγει ὁ Κύριος ὁ Παντοκράτωρ· καὶ ἡ σήμερον ἐρειπωμένη Ἱερουσαλήμ, θὰ ἀνοικοδομηθῇ, ἡ δὲ περιοχή της θὰ λάβῃ μεγαλύτερες διαστάσεις».

  17. 17

    καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἔτι ἀνάκραγε λέγων· τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τὴν Σιὼν καὶ αἱρετιεῖ τὴν ῾Ιερουσαλήμ.

    Καὶ ὁ ἄγγελος, ποὺ συνωμιλοῦσε μαζί μου, μοῦ εἶπε: «Φώναξε καὶ πάλιν δυνατά, ὥστε νὰ ἀκουσθῇς ἀπὸ ὅλους, καὶ εἰπέ: Αὐτὰ λέγει ὁ Κύριος ὁ Παντοκράτωρ· Πάλιν θὰ πλημμυρίσουν καὶ θὰ ξεχειλίσουν οἱ πόλεις τῆς Ἰουδαίας ἀπὸ ἀφθονίαν ἀγαθῶν καὶ ὁ Κύριος θὰ δείξῃ πάλιν πλούσιον ἔλεος καὶ εὐσπλαγχνίαν εἰς τὴν Σιών, θὰ ἐκλέξῃ δὲ τὴν Ἱερουσαλὴμ ὡς πόλιν ἰδικήν του».