Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ

Βηλ και Δράκων

Βιβλίο της Παλαιάς Διαθήκης · 1 κεφάλαιο · 43 στίχοι

Η διήγηση «Βηλ και Δράκων» είναι σύντομο κείμενο που οι Εβδομήκοντα παραδίδουν ως τμήμα του βιβλίου του Δανιήλ και ανήκει στα αναγνωσκόμενα της Παλαιάς Διαθήκης. Ο Δανιήλ, στην αυλή του Κύρου, αποδεικνύει με στάχτη στο δάπεδο του ναού ότι τις προσφορές στο είδωλο του Βηλ τις έτρωγαν κρυφά οι ιερείς του, θανατώνει τον δράκοντα που λάτρευαν οι Βαβυλώνιοι και, ριγμένος στον λάκκο των λεόντων, τρέφεται από τον προφήτη Αββακούμ.

Το κείμενο

  1. Ενσωματωμένο στο Βιβλίο του Δανιήλ

  2. 1

    ΚΑΙ ὁ βασιλεὺς ᾿Αστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ παρέλαβε Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ.

    Όταν ὁ βασιλιᾶς τῶν Μήδων Ἀστυάγης ἀπέθανε καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του, παρέλαβε τὴν βασιλείαν του <τὸν διεδέχθη> ὁ Κῦρος ὁ Πέρσης.

  3. 2

    καὶ ἦν Δανιὴλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ.

    Ὁ δὲ Δανιὴλ εἶχε συνδεθῆ μὲ στενὴν φιλίαν μὲ τὸν βασιλιᾶ <Κῦρον> καὶ ἦταν ὁ πιὸ ἔνδοξος ἀπὸ ὅλους τοὺς ἄλλους φίλους του.

  4. 3

    καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις, ᾧ ὄνομα Βήλ, καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσαράκοντα καὶ οἴνου μετρηταὶ ἕξ.

    Εἶχαν δὲ οἱ Βαβυλώνιοι ἕνα εἴδωλον, ποὺ ὠνομάζετο Βήλ.Διὰ τὸ εἴδωλον αὐτὸ ἐδαπανῶντο κάθε ἡμέραν δώδεκα ἀρτάβαι σιμιγδάλι καὶ σαράντα πρόβατα καὶ ἕξι μετρηταὶ κρασί.

  5. 4

    καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καθ' ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ· Δανιὴλ δὲ προσεκύνει τῷ Θεῷ αὐτοῦ. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· διατί οὐ προσκυνεῖς τῷ Βήλ;

    Ὁ βασιλιᾶς ἐτιμοῦσε καὶ ἐσέβετο τὸν ψευδοθεὸν αὐτόν, ἐπήγαινε δὲ κάθε ἡμέραν διὰ νὰ τὸν προσκυνήσῃ καὶ νὰ τὸν λατρεύσῃ.Ὁ Δανιὴλ ὅμως ἐπροσκυνοῦσε καὶ ἐλάτρευε τὸν ἰδικόν του ἀληθινὸν Θεόν.Καὶ ὁ βασιλιᾶς εἶπεν εἰς τὸν Δανιήλ: <Διατὶ δὲν προσκυνεῖς καὶ δὲν λατρεύεις τὸν Βήλ;>

  6. 5

    ὁ δὲ εἶπεν· ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν.

    Ὁ Δανιὴλ ἀπάντησε: <Διότι δὲν λατρεύω εἴδωλα, τὰ ὁποῖα εἶναι κατασκευασμένα ἀπὸ χέρια ἀνθρώπων, ἀλλὰ τὸν ζωντανόν, αἰώνιον καὶ ἀληθινὸν Θεόν, ὁ ὁποῖος ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ εἶναι ἀπόλυτος κύριος καὶ ἐξουσιαστὴς ὅλων τῶν ζώντων>.

  7. 6

    καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· οὐ δοκεῖ σοι Βὴλ εἶναι ζῶν θεός; ἢ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ' ἑκάστην ἡμέραν;

    Τότε ὁ βασιλιᾶς ἐρώτησε τὸν Δανιήλ: <Σὺ δὲν πιστεύεις, δηλαδή, ὅτι ὁ Βὴλ εἶναι ζωντανὸς θεός; Δὲν βλέπεις λοιπὸν πόσα τρώγει καὶ πίνει κάθε ἡμέραν;>

  8. 7

    καὶ εἶπε Δανιὴλ γελάσας· μὴ πλανῶ, βασιλεῦ· οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκε πώποτε.

    Καὶ ὁ Δανιὴλ γελῶντας ἀπάντησε: <Μὴ πλανᾶσαι, βασιλιᾶ! Διότι αὐτὸς ὁ Βὴλ ἀπὸ μέσα <ἐσωτερικῶς> μὲν εἶναι πηλός, ἀπ' ἔξω <ἐξωτερικῶς> δὲ εἶναι χαλκὸς καὶ οὐδέποτε ἔχει φάγει ἡ ἔχει πιεῖ!>

  9. 8

    θυμωθεὶς δὲ ὁ βασιλεὺς ἐκάλεσε τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην,

    Τότε ὁ βασιλιᾶς Κῦρος ἐξοργισθεὶς ἐκάλεσε τοὺς ἱερεῖς του καὶ τοὺς εἶπεν: <Ἐὰν δὲν μοῦ εἰπῆτε ποῖος εἶναι ἐκεῖνος ὁ ὁποῖος κατατρώγει ὅλα αὐτὰ ποὺ ἐξοδεύονται διὰ τὸν Βήλ,

  10. 9

    ἀποθανεῖσθε. ἐὰν δὲ δείξητε ὅτι Βὴλ κατεσθίει αὐτά, Δανιὴλ ἀποθανεῖται, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βήλ. καὶ εἶπε Δανιὴλ τῷ βασιλεῖ· γινέσθω κατὰ τὸ ρῆμά σου.

    θὰ θανατωθῆτε.Ἐὰν ὅμως ἀποδείξετε ὅτι ὁ Βὴλ εἶναι ἐκεῖνος ποὺ τὰ τρώγει, θὰ θανατωθῇ ὁ Δανιήλ, διότι ἐβλασφήμησεν ἐναντίον τοῦ θεοῦ Βήλ>.Καὶ ὁ Δανιὴλ ἀπάντησε εἰς τὸν βασιλιᾶ: <Ἂς γίνῃ ὅπως εἶπες>.

  11. 10

    καὶ ἦσαν ἱερεῖς τοῦ Βὴλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων. καὶ ἦλθεν ὁ βασιλεὺς μετὰ Δανιὴλ εἰς τὸν οἶκον τοῦ Βήλ.

    Ἦσαν δὲ οἱ ἱερεῖς τοῦ Βὴλ ἑβδομῆντα, ἐκτὸς ἀπὸ τὶς γυναῖκες των καὶ τὰ παιδιά των.Καὶ ὁ βασιλιᾶς Κῦρος ἦλθε μαζὶ μὲ τὸν Δανιὴλ εἰς τὸν ναὸν τοῦ Βήλ.

  12. 11

    καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βήλ· ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω, σὺ δέ, βασιλεῦ, παράθες τὰ βρώματα καὶ τὸν οἶνον κεράσας θὲς καὶ ἀπόκλεισον τὴν θύραν καὶ σφράγισον τῷ δακτυλίῳ σου· καὶ ἐλθὼν πρωΐ, ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βήλ, ἀποθανούμεθα ἢ Δανιὴλ ὁ ψευδόμενος καθ' ἡμῶν.

    Οἱ δὲ ἱερεῖς του Βὴλ εἶπαν: <Νά, ἐμεῖς βγαίνομεν ἔξω ἀπὸ τὸν ναόν, σὺ δέ, βασιλιᾶ, παράθεσε <μὲ τοὺς ἀνθρώπους σου> αὐτοπροσώπως τὰ φαγητὰ καὶ ἀφοῦ ἀναμείξῃς τὸ κρασί, βάλε τὸ εἰς τὰ δοχεῖα.Κατόπιν κλεῖσε ἀπὸ ἔξω τὴν θύραν τοῦ ναοῦ καὶ σφράγισέ την μὲ τὸ δακτυλίδι σου <τὴν προσωπικήν σου σφραγῖδα>.Ἐὰν δέ, ὅταν ἐπιστρέψῃς τὸ πρωΐ, δὲν εὕρῃς ὅλα τὰ φαγητὰ νὰ ἔχουν φαγωθῆ ἀπὸ τὸν Βήλ, τότε νὰ θανατωθῶμεν ἐμεῖς· διαφορετικά, νὰ θανατωθῇ ὁ Δανιήλ, ὁ ὁποῖος μᾶς δυσφημεῖ καὶ μᾶς συκοφαντεῖ>.

  13. 12

    αὐτοὶ δὲ κατεφρόνουν, ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δι' αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά.

    Οἱ ἱερεῖς ὠμιλοῦσαν μὲ τέτοιαν αὐτοπεποίθησιν καὶ ὑπεροπτικὸν ὕφος, διότι εἶχαν κατασκευάσει κάτω ἀπὸ τὴν τράπεζαν μυστικὴν εἴσοδον, ἀπὸ τὴν ὁποίαν εἰσήρχοντο πάντοτε μέσα εἰς τὸν ναὸν καὶ ἔτρωγαν αὐτὰ ποὺ εἶχαν προσφερθῆ εἰς τὸν Βήλ.

  14. 13

    καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι, καὶ ὁ βασιλεὺς παρέθηκε τὰ βρώματα τῷ Βήλ.

    Συνέβη λοιπὸν τοῦτο: Ὅταν οἱ ἱερεῖς ἐβγῆκαν ἀπὸ τὸν ναόν, ὁ βασιλιᾶς παρέθεσε τὰ φαγητά <οἱ ἄνθρωποί του τὰ παρέθεσαν παρόντος του> εἰς τὸν Βήλ.

  15. 14

    καὶ ἐπέταξε Δανιὴλ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἤνεγκαν τέφραν καὶ κατέστρωσαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου· καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως, καὶ ἀπῆλθον.

    Τότε ὁ Δανιὴλ διέταξε τοὺς ὑπηρέτες του, οἱ ὁποῖοι καὶ ἔφεραν στάχτη, τὴν ὁποίαν ἔστρωσαν εἰς ὅλον τὸ δάπεδον τοῦ ναοῦ, ἐνώπιον μόνον τοῦ βασιλιᾶ Κῦρου.Κατόπιν, ἀφοῦ ἐβγῆκαν ἀπὸ τὸν ναόν, ἔκλεισαν τὴν θύραν καὶ τὴν ἐσφράγισαν μὲ τὸ δακτυλίδι <τὴν προσωπικὴν σφραγῖδα> τοῦ βασιλιᾶ καὶ ἀνεχώρησαν.

  16. 15

    οἱ δὲ ἱερεῖς ἦλθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ κατέφαγον πάντα καὶ ἐξέπιον.

    Οἱ δὲ ἱερεῖς τοῦ Βὴλ ἦλθαν κατὰ τὴν νύκτα, ὅπως συνήθιζαν νὰ κάνουν κάθε νύκτα, καθὼς ἐπίσης καὶ οἱ γυναῖκες καὶ τὰ παιδιά των, καὶ κατέφαγαν ὅλα τὰ τρόφιμα καὶ ἤπιαν ὅλον τὸ κρασί.

  17. 16

    καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωΐ καὶ Δανιὴλ μετ' αὐτοῦ.

    Ὁ δὲ βασιλιᾶς ἐσηκώθη τὴν ἑπομένην πολὺ πρωΐ, μαζί του δὲ καὶ ὁ Δανιήλ.

  18. 17

    καὶ εἶπεν ὁ βασιλεύς· σῷοι αἱ σφραγῖδες, Δανιήλ; ὁ δὲ εἶπε· σῷοι, βασιλεῦ.

    Καὶ <ἀφοῦ μετέβησαν εἰς τὸν ναόν> ὁ βασιλιᾶς εἶπεν εἰς τὸν Δανιήλ: <Εἶναι ἄθικτες καὶ ἀπαραβίαστες οἱ σφραγῖδες, Δανιήλ;> Ὁ Δανιὴλ ἀπάντησε: <Ναί, βασιλιᾶ, εἶναι ἄθικτες καὶ ἀπαραβίαστες>.

  19. 18

    καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας, ἐπιβλέψας ἐπὶ τὴν τράπεζαν ὁ βασιλεὺς ἐβόησε φωνῇ μεγάλῃ· μέγας εἶ, Βήλ, καὶ οὐκ ἔστι παρὰ σοὶ δόλος οὐδὲ εἷς.

    Συνέβη δὲ τοῦτο: Μόλις ὁ βασιλιᾶς ἄνοιξε τὶς θύρες τοῦ ναοῦ καὶ ἔρριψε τὸ βλέμμα του εἰς τὴν τράπεζαν, ὅπου εἶχαν τοποθετηθῆ τὰ τρόφιμα <καὶ εἶδεν ὅτι τὰ τρόφιμα δὲν ὑπῆρχαν εἰς αὐτήν>, ἀνεφώνησε μὲ φωνὴν ἰσχυράν: <Μέγας εἶσαι, Βήλ! Καὶ κανένας δόλος δὲν ὑπάρχει, εἰς σέ>.

  20. 19

    καὶ ἐγέλασε Δανιὴλ καὶ ἐκράτησε τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω καὶ εἶπεν· ἰδὲ δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα.

    Ὁ Δανιὴλ ὅμως ἐγέλασε, συνεκράτησε δὲ τὸν βασιλιᾶ νὰ μὴ προχωρήσῃ καὶ εἰσέλθῃ μέσα εἰς τὸν ναὸν καὶ τοῦ εἶπε: <Κύτταξε λοιπὸν κάτω εἰς τὸ δάπεδον καὶ μάθε τίνος εἶναι τὰ ἴχνη αὐτά>.

  21. 20

    καὶ εἶπεν ὁ βασιλεύς· ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων.

    Ὁ δὲ βασιλιᾶς ἀπάντησε: <Βλέπω τὰ πατήματα ἀνδρῶν, γυναικῶν καὶ παιδιῶν>.

  22. 21

    καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε συνέλαβε τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας, δι' ὧν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῆς τραπέζης.

    Τότε ὀργισθεὶς ὁ βασιλιᾶς συνέλαβε τοὺς ἱερεῖς τοῦ Βὴλ καὶ τὶς γυναῖκες καὶ τὰ παιδιά των καὶ αὐτοὶ ἔδειξαν εἰς αὐτὸν τὶς μυστικὲς θύρες διὰ τῶν ὁποίων εἰσήρχοντο εἰς τὸν ναὸν καὶ ἔτρωγαν ὅλα ἐκεῖνα ποὺ παρετίθεντο εἰς τὴν τράπεζαν διὰ τὸν Βήλ.

  23. 22

    καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεὺς καὶ ἔδωκε τὸν Βὴλ ἔκδοτον τῷ Δανιήλ, καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ.

    Διὰ τοῦτο ὁ βασιλιᾶς τοὺς ἐφόνευσε καὶ παρέδωκε τὸ εἴδωλον τοῦ Βὴλ εἰς τὸν Δανιήλ, ὁ ὁποῖος κατέστρεψε καὶ αὐτὸ καὶ τὸν ναόν του!

  24. 23

    Καὶ ἦν δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.

    23 Ὑπῆρχε δὲ εἰς τὴν Βαβυλῶνα ἕνα μεγάλο φίδι τὸ ὁποῖον οἱ Βαβυλώνιοι ἐσέβοντο καὶ ἐλάτρευαν ὡς θεόν.

  25. 24

    καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ· μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει· οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν, καὶ προσκύνησον αὐτῷ.

    Καὶ ὁ βασιλιᾶς εἶπεν εἰς τὸν Δανιήλ: <Μήπως θὰ εἰπῇς ὅτι εἶναι καὶ αὐτὸ τὸ μεγάλο φίδι χαλκὸς καὶ ἄρα νεκρόν; Ἰδού· αὐτὸ ζῇ καὶ τρώγει καὶ πίνει.Δὲν ἠμπορεῖς ἑπομένως νὰ εἰπῇς ὅτι δὲν εἶναι ζωντανὸς θεός! Προσκύνησέ τον λοιπόν>!

  26. 25

    καὶ εἶπε Δανιήλ· Κυρίῳ τῷ Θεῷ μου προσκυνήσω, ὅτι οὗτός ἐστι Θεὸς ζῶν·

    Ὁ Δανιὴλ ὅμως ἀπάντησε: <Ἐγὼ θὰ προσκυνήσω καὶ θὰ λατρεύσω Κύριον τὸν Θεόν μου, διότι Αὐτὸς εἶναι ὁ ἀληθινὸς καὶ αἰώνιος ζωντανὸς Θεός.

  27. 26

    σὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ράβδου. καὶ εἶπεν ὁ βασιλεύς· δίδωμί σοι.

    26 Σὺ δέ, βασιλιᾶ, δῶσε μου τὴν ἄδειαν, καὶ ἐγὼ θὰ φονεύσω τὸ μεγάλο αὐτὸ φίδι, χωρὶς νὰ χρησιμοποιήσω μαχαίρι ἢ ρόπαλον>.Ὁ βασιλιᾶς ἀπάντησε: <Σοῦ δίδω τὴν ἄδειαν>.

  28. 27

    καὶ ἔλαβεν ὁ Δανιὴλ πίσσαν καὶ στέαρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διερράγη ὁ δράκων. καὶ εἶπεν· ἴδετε τά σεβάσματα ὑμῶν.

    Τότε ὁ Δανιὴλ ἔλαβε πίσσαν καὶ λίπος καὶ τρίχες, τὰ ὁποῖα καὶ ἔβρασε μαζί.Ἀπὸ τὸ βρασμένο αὐτὸ μεῖγμα ἔκαμε βώλους καὶ τοὺς ἔρριψεν εἰς τὸ στόμα τοῦ μεγάλου φιδιοῦ.Ὅταν ὅμως τὸ μεγάλο ἑρπετὸν ἔφαγε τοὺς βώλους ἐκείνους, ἔσκασε! Καὶ ὁ Δανιὴλ εἶπε: <Κυττάξετε τὰ ἀντικείμενα τῆς λατρείας σας!>

  29. 28

    καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν λίαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν· ᾿Ιουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βὴλ κατέσπασε καὶ τὸν δράκοντα ἀπέκτεινε καὶ τοὺς ἱερεῖς κατέσφαξε.

    Συνέβη δὲ τοῦτο: Ὅταν οἱ Βαβυλώνιοι ἄκουσαν περὶ τοῦ γεγονότος αὐτοῦ, ἀγανάκτησαν πολύ, ἐπανεστάτησαν κατὰ τοῦ βασιλιᾶ καὶ εἶπαν: <Ὁ βασιλιᾶς ἔγινε Ἰουδαῖος! Τὸν θεὸν Βὴλ τὸν κατέστρεψε, τὸ μεγάλο φίδι τὸ ἐσκότωσε καὶ τοὺς ἱερεῖς τοὺς κατέσφαξεν>.

  30. 29

    καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα· παράδος ἡμῖν τὸν Δανιήλ· εἰ δὲ μή, ἀποκτενοῦμέν σε καὶ τὸν οἶκόν σου.

    Ἀφοῦ δὲ ἐπῆγαν καὶ παρουσιάσθησαν εἰς τὸν βασιλιᾶ, τοῦ εἶπαν: <Παράδωσέ μας τὸν Δανιήλ, διαφορετικὰ θὰ φονεύσωμεν σὲ καὶ τὴν οἰκογένειάν σου>.

  31. 30

    καὶ εἶδεν ὁ βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα, καὶ ἀναγκασθεὶς ὁ βασιλεὺς παρέδωκεν αὐτοῖς τὸν Δανιήλ.

    Ὁ δὲ βασιλιᾶς διεπίστωσεν ὅτι τὸν πιέζουν πάρα πολὺ καὶ ἑξαναγκασθεὶς παρέδωκεν εἰς αὐτοὺς τὸν Δανιήλ.

  32. 31

    οἱ δὲ ἔβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ.

    Τότε οἱ Βαβυλώνιοι ἔρριψαν τὸν Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων, παρέμεινε δὲ ἐκεῖ ἕξι ἡμέρες.

  33. 32

    ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδοτο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· τότε δὲ οὐκ ἐδόθη αὐτοῖς, ἵνα καταφάγωσι τὸν Δανιήλ.

    Μέσα εἰς τὸν λάκκον ὑπῆρχαν ἑπτὰ λιοντάρια· εἰς αὐτὰ ἔδιδαν ὡς τροφὴν κάθε ἡμέραν δύο ἀνθρώπινα σώματα καὶ δύο πρόβατα.Τότε ὅμως δὲν τοὺς ἐδόθη ἡ τροφὴ αὐτή, διὰ νὰ εἶναι βέβαιοι οἱ Βαβυλώνιοι ὅτι τὰ πεινασμένα λιοντάρια θὰ καταφάγουν τὸν Δανιήλ.

  34. 33

    καὶ ἦν ᾿Αμβακοὺμ ὁ προφήτης ἐν τῇ ᾿Ιουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς.

    Εὑρίσκετο τότε εἰς τὴν Ἰουδαίαν ἕνας προφήτης λεγόμενος Ἀμβακούμ.Αὐτὸς ἐμαγείρευσε φαγητὸν καὶ ἔκοψε κομμάτια ψωμί, τὰ ὁποῖα ἔβαλεν εἰς ἕνα δοχεῖον, καὶ ἐπήγαινε εἰς τὸ χωράφι, μεταφέρων τὸ φαγητὸν καὶ τὸ ψωμὶ διὰ τοὺς θεριστάς.

  35. 34

    καὶ εἶπεν ὁ ἄγγελος Κυρίου τῷ ᾿Αμβακούμ· ἀπένεγκε τὸ ἄριστον, ὃ ἔχεις, εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων.

    Παρουσιάσθη ὅμως εἰς τὸν Ἀμβακοὺμ ὁ Ἄγγελος Κυρίου καὶ τοῦ εἶπε: <Μετάφερε τὸ <μεσημβρινόν> φαγητὸν ποὺ ἔχεις, εἰς τὴν Βαβυλῶνα, εἰς τὸν Δανιήλ, ὁ ὁποῖος εὑρίσκεται εἰς τὸν λάκκον τῶν λεόντων>.

  36. 35

    καὶ εἶπεν ᾿Αμβακούμ· Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω.

    Ὁ Ἀμβακοὺμ ἀπάντησε: <Δὲν ἔχω κἂν ἰδεῖ τὴν Βαβυλῶνα, Κύριε, ἀλλ’ οὔτε καὶ διὰ τὸν λάκκον τῶν λιονταριῶν γνωρίζω ὀτιδήποτε>.

  37. 36

    καὶ ἐπελάβετο ὁ ἄγγελος Κυρίου τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ροίζῳ τοῦ πνεύματος αὐτοῦ.

    Τότε ὁ ἄγγελος Κυρίου τὸν ἔπιασε ἀπὸ τὴν κεφαλήν, καὶ ἀφοῦ τὸν ἐκράτησεν ἀπὸ τὰ μαλλιὰ τῆς κεφαλῆς του, τὸν μετέφερεν ἀμέσως, μὲ τὴν ὁρμὴν καὶ τὴν ταχύτητα τῆς ἀσωμάτου πνευματικῆς τοῦ φύσεως, εἰς τὴν Βαβυλῶνα, καὶ τὸν ἀπίθωσε εἰς τὸ χεῖλος τοῦ στομίου τοῦ λάκκου τῶν λιονταριῶν.

  38. 37

    καὶ ἐβόησεν ᾿Αμβακοὺμ λέγων· Δανιὴλ Δανιήλ, λαβὲ τὸ ἄριστον, ὃ ἀπέστειλέ σοι ὁ Θεός.

    Καὶ τότε ὁ Ἀμβακοὺμ ἐφώναξε δυνατά: <Δανιήλ, Δανιήλ, λάβε τὸ φαγητόν, τὸ ὁποῖον σοῦ ἀπέστειλεν ὁ Θεός>.

  39. 38

    καὶ εἶπε Δανιήλ· ἐμνήσθης γάρ μου, ὁ Θεός, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε.

    Καὶ ὁ Δανιὴλ γεμᾶτος εὐγνωμοσύνην πρὸς τὸν Θεὸν εἶπε: <Μὲ ἐνεθυμήθης, λοιπόν, Θεέ μου, καὶ δὲν ἐγκατέλειψες ἐκείνους οἱ ὁποῖοι Σὲ ἀγαποῦν>!

  40. 39

    καὶ ἀναστὰς Δανιὴλ ἔφαγεν· ὁ δὲ ἄγγελος τοῦ Θεοῦ ἀποκατέστησε τὸν ᾿Αμβακοὺμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ.

    Καὶ ὁ Δανιήλ, ἀφοῦ ἐσηκώθη ὄρθιος, ἔφαγεν.Ὁ δὲ Ἄγγελος τοῦ Θεοῦ ἐπανέφερεν εὐθὺς ἀμέσως τὸν Ἀμβακοὺμ εἰς τὸν τόπον του.

  41. 40

    ὁ δέ βασιλεὺς ἦλθε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πενθῆσαι τὸν Δανιήλ· καὶ ἦλθεν ἐπὶ τὸν λάκκον καὶ ἐνέβλεψε, καὶ ἰδοὺ Δανιὴλ καθήμενος.

    Ὁ δὲ βασιλιᾶς Κῦρος ἦλθε κατὰ τὴν ἑβδόμην ἡμέραν διὰ νὰ πενθήσῃ τὸν θάνατον τοῦ φίλου του Δανιήλ.Ὅταν ὅμως ἦλθεν εἰς τὸν λάκκον, παρετήρησε κάτω, μέσα εἰς τὸν λάκκον, καὶ ἰδού! Ὁ Δανιὴλ ἀβλαβὴς καὶ ἀκέραιος ἐκάθητο ἤρεμος!

  42. 41

    καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπε· μέγας εἶ, Κύριε ὁ Θεὸς τοῦ Δανιήλ, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ.

    Ὁ βασιλιᾶς καταπληκτος ἀπὸ τὸ θέαμα ποὺ ἀντίκρυσεν, ἀφοῦ ἐφώναξε μὲ πολὺ μεγάλην φωνήν, εἶπε: <Μέγας εἶσαι, Κύριε, ὁ Θεὸς τοῦ Δανιήλ! Καὶ δὲν ὑπάρχει ἄλλος θεὸς ἐκτὸς ἀπὸ Σέ!>

  43. 42

    καὶ ἀνέσπασεν αὐτόν, τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον, καὶ κατεβρώθησαν παραχρῆμα ἐνώπιον αὐτοῦ.

    Καὶ ἀμέσως ἀνέσυρε τὸν Δανιὴλ ἀπὸ τὸν λάκκον τῶν λιονταριῶν, τοὺς αἰτίους δὲ τῆς εἰς θάνατον καταδίκης του ἔρριψεν εἰς τὸν λάκκον καὶ εὐθὺς ἀμέσως οἱἐχθροὶ τοῦ Δανιὴλ κατεσπαράχθησαν ἀπὸ τὰ λιοντάρια ἐμπρὸς εἰς τὰ μάτια τοῦ βασιλιᾶ.

Στη βιβλιοθήκη

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ ΔΑΝΗΙΛ-ΠΑΡΑΡΤΗΜΑ ΜΑΚΚΑΒΑΙΩΝ Δ΄ ΤΟΜΟΣ 20ος484 σελίδες