Θρήνοι Ιερεμίου, κεφάλαιο 2
- 1
ΠΩΣ ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ Κύριος τὴν θυγατέρα Σιών; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα ᾿Ισραήλ, καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ.
Πῶς ἐβύθισεν εἰς σκοτεινὸν καὶ ἀνεμῶδες σύνεφον κατὰ τὴν δικαίαν ὀργήν του ὁ Κύριος τὴν θυγατέρα του Σιών; Κατεκρήμνισεν ἀπὸ τὸ ὕψος τοῦ οὐρανοῦ εἰς τὴν γῆν τὴν δόξαν, τὸ κάλλος καὶ τὸ σέμνωμα τοῦ Ἰσραήλ, καὶ δὲν ἐνεθυμήθη κατὰ τὴν ἡμέραν τῆς δικαίας ὀργῆς του τὸν Ναὸν τῆς Σιών «ἢ τὸν Ἰσραηλιτικὸν λαόν, ὁ ὁποῖος ἀξιώθηκε νὰ ἔχῃ γνῶσιν τοῦ ἀληθινοῦ Θεοῦ», τὸν τόπον, ἐπάνω εἰς τὸν ὁποῖον πατοῦν ὡσὰν εἰς ἄλλο στήριγμα οἱ πόδες του, διότι αὐτὸς εἶναι τόπος ἱερὸς καὶ ἅγιος!
- 2
Κατεπόντισε Κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα ᾿Ιακώβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς ᾿Ιούδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσε βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς.
Ὁ Κύριος ἔρριψεν εἰς τὸ βάθος, κατεβύθισε χωρὶς εὐσπλαγχνίαν καὶ ἔλεος ὅλα τὰ ἔνδοξα προνόμια, ὅλην τὴν νομικὴν λατρείαν τοῦ Ἰακώβ· ἐπάνω εἰς τὸν δίκαιον θυμόν του κατεκρήμνισεν ὅλα τὰ ὀχυρὰ φρούρια καὶ τείχη τῆς θυγατρὸς τοῦ Ἰούδα, τὰ ἰσοπέδωσε, τὰ ἐκόλλησε κυριολεκτικῶς εἰς τὴν γῆν· κατέστησε βεβήλους καὶ ἀκαθάρτους τὸν βασιλιᾶ της «ἐπέτρεψε νὰ βεβηλωθῇ τὸ στέμμα, τὸ ὁποῖον ἐφοροῦσε ὡς χρισμένος καὶ ἁγιασμένος ἀπὸ τὸν Θεόν» καὶ τοὺς ἄρχοντάς της.
- 3
Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας ᾿Ισραήλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν ᾿Ιακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγε πάντα τὰ κύκλῳ.
Ἐπάνω εἰς τὴν δικαίαν ἐκρηξιν τῆς σφοδρᾶς ἀγανακτήσεώς του ἐτσάκισε μὲ βίαιον τρόπον ὅλην τὴν δύναμιν «ἤ, κατ’ ἄλλους: Ὅλες τὶς φυλές» τοῦ Ἰσραήλ, ἀπέσυρε τὴν προστατευτικὴν καὶ παντοκρατορικὴν δεξιάν του κατὰ τὴν ὥραν τῆς ἐπιθέσεως τῶν ἐχθρῶν καὶ ἐπέτρεψεν εἰς αὐτοὺς τὴν νίκην· ἄναψε δὲ φωτιὰ εἰς τὸν Ἰακώβ, ἡ ὁποία ὡς μεγάλη φλόγα κατέστρεψε καὶ κατέφαγεν ὅλα ὅσα εὑρίσκοντο γύρω ἀπὸ αὐτήν.
- 4
᾿Ενέτεινε τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιών, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ.
Ὁ Κύριος «ἀπεστράφη ἐντελῶς τὸν λαόν του» ἐτέντωσε τὸ τόξον του ὡς ἐχθρὸς κατὰ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, κατηύθυνε σταθερὰ τὴν δεξιάν του ἐναντίον των ὡς πολέμιος καὶ ἐφόνευσεν ὅλα τὰ πολύτιμα καὶ πολὺ ἀγαπημένα μου πρόσωπα «τοὺς υἱούς, τὶς θυγατέρες καὶ ὅ,τι ἄλλο ἀγαπητὸν καὶ προσφιλές» εἰς τὸν οἶκον τῆς θυγατέρας Σιών «τὸν Ναόν» καὶ ἐξέχυσε τὸν δίκαιον θυμόν του ὡς φωτιά.
- 5
᾿Εγενήθη Κύριος ὡς ἐχθρός, κατεπόντισεν ᾿Ισραήλ, κατεπόντισε πάσας τὰς βάρεις αὐτῆς, διέφθειρε τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνε τῇ θυγατρὶ ᾿Ιούδα ταπεινουμένην καὶ τεταπεινωμένην.
Λόγῳ τῆς ἁμαρτωλῆς διαγωγῆς των ὁ Κύριος τοὺς ἐφέρθη ὡς ἐχθρός, ἔρριψεν εἰς τὸ βάθος τὸν Ἰσραήλ, κατεβύθισε τὰ πολτελῆ ἀνάκτορα, τὶς ἀκροπόλεις καὶ τὰ φρούριά του, ἐπολλαπλασίασε τὶς συμφορὲς κατὰ τῆς θυγατέρας τοῦ Ἰούδα, τῆς Ἱερουσαλήμ, ἡ ὁποία ἐδοκίμασε συνεχεῖς ταπεινώσεις· ἐταπεινώθη καὶ συνεχῶς ταπεινώνεται.
- 6
Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο Κύριος ἃ ἐποίησεν ἐν Σιὼν ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα.
Ἄπλωσε, ἔρριψε καὶ ἐσκόρπισεν ὡς ἄμπελον ἀφύλακτον καὶ κατέστρεψε τὴν κατοικίαν του, τὴν πόλιν του, καὶ κατήργησε κάθε ἑορτήν του «εἰς τὴν Ἱερουσαλήμ». Ὁ Κύριος ἐλησμόνησεν ὅσα καθώρισε νὰ ἐορτάζωνται σύμφωνα μὲ τὸν Νόμον εἰς τὴν Ἱερουσαλήμ, δηλαδὴ τὶς ἐορτάσιμες ἡμέρες καὶ τὴν κατ’ ἐξοχὴν τιμωμένην ἡμέραν τοῦ Σαββάτου. Ἐπάνω δὲ εἰς τὸν βρασμὸν τῆς ὑπερβολικῆς ὀργῆς του ἀπέρριψε μὲ περιφρόνησιν καὶ ἀγανάκτησιν βασιλεῖς καὶ ἱερεῖς καὶ ἄρχοντας.
- 7
᾿Απώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
Ὁ Κύριος ἀπεδοκίμασε καὶ ἀπέρριψε τὸ θυσιαστήριον του, ἔρριψε μὲ ἀπότομον τίναγμα τὸν ἅγιον Ναόν του, συνέτριψε μὲ τὰ χέρια τῶν ἐχθρῶν Βαβυλωνίων τὸ τεῖχος μαζὶ μὲ τὶς ἐπάλξεις καὶ τὰ φρούρια. Ἐχθρικοὶ ἀλαλαγμοὶ θριάμβων ἀκούσθηκαν εἰς τὸν Ναὸν τοῦ Κυρίου, ὅπως ἠκούοντο κατά τὶς ἡμέρες τῶν ἑορτῶν φωνὲς ἐνθουσιώδεις καὶ πανηγυρικές!
- 8
Καὶ ἐπέστρεψε Κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιών· ἐξέτεινε μέτρον, οὐκ ἀπέστρεψε χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησε τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν.
Καὶ ὁ Κύριος ἐστράφη μὲ σταθερὰν ἀπόφασιν νὰ καταστρέψῃ τὰ τείχη τῆς θυγατέρας Σιών, τῆς Ἱερουσαλήμ. Ἐτέντωσε τὸ σχοινὶ τοῦ μέτρου, ἐξέδωκε δηλαδὴ τὴν δικαίαν καὶ ἀκριβὴ ψῆφον του διὰ τὴν καταστροφήν, καὶ δὲν ἀπέσυρε τὸ τιμωρητικὸν χέρι του, μέχρις ὅτου κατεδάφισε καὶ κατέστρεψε πλήρως ὅ,τι εἶχε νά καταστρέψῃ. Τοιουτοτρόπως τὸ κατεστραμμένον ἐξωτερικὸν τεῖχος φαίνεται ὡσὰν νὰ πενθῇ, ταυτοχρόνως δὲ τὸ ἐσωτερικὸν τεῖχος ἀδυνάτισε καὶ κατέπεσεν.
- 9
᾿Ενεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσε καὶ συνέτριψε μοχλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντα αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστι νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ Κυρίου.
Οἱ πύλες τῶν τειχῶν τῆς Ἱερουσαλὴμ ἔπεσαν, ἐσφηνώθησαν καὶ ἐχώθησαν μέσα εἰς τὸ ἔδαφος· ὁ Κύριος κατέστρεψε καὶ συνέτριψε τοὺς μοχλούς της, μὲ τοὺς ὁποίους διετηροῦντο κλειστὲς καὶ ἀπαραβίαστες οἱ πύλες τῆς πόλεως. Τὸν βασιλιᾶ τῆς Ἱερουσαλὴμ καὶ τοὺς ἄρχοντάς της τοὺς ἀπέστειλεν αἰχμαλώτους μεταξὺ τῶν εἰδωλολατρικῶν ἐθνῶν. Δὲν ὑπάρχει εἰς τὸ ἑξῆς Νόμος, καὶ ἐπὶ πλέον οἱ ψευδοπροφῆται της δὲν βλέπουν ὁράματα ποὺ στέλλονται ἀπὸ τὸν Κύριον· «ἤ, κατ’ ἄλλην ἑρμηνείαν: Καὶ ἐπὶ πλέον οἱ γνήσιοι Προφῆται της δὲν δέχονται παρήγορα ἀποκαλυπτικὰ ὁράματα καὶ ὀπτασίες ποὺ στέλλονται ἀπὸ τὸν Κύριον».
- 10
᾿Εκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιών, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν ῾Ιερουσαλήμ.
Ταπεινωμένοι ἐκάθησαν κατὰ γῆς ὅσοι αἰχμαλωτίσθηκαν ἐσιώπησαν, κυριευμένοι ἀπὸ θλῖψιν, καὶ δὲν καθοδηγοῦν πλέον μὲ τὸν λόγον των οἱ πρεσβύτεροι τῆς θυγατέρας μου Σιών, τῆς Ἱερουσαλήμ. Λόγῳ τοῦ πένθους των ἔρριψαν χῶμα «στάχτη» ἐπάνω εἰς τὴν κεφαλήν των καὶ ἐφόρεσαν τρίχινον πένθιμον ἔνδυμα. Ἐπίσης οἱ εὐγενεῖς καὶ πλούσιες νεαρὲς κόρες τῶν ἀρχόντων καὶ τῶν ἐπισήμων ἐταπεινώθησαν καὶ ἐκυλίσθησαν εἰς τὸ ἔδαφος τῆς Ἱερουσαλήμ.
- 11
᾿Εξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς τὴν γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλείπειν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.
Ἔσβησαν τὰ μάτια μου ἀπὸ τὰ πολλὰ δάκρυα· ἡ καρδιά μου συγκλονίζεται, κτυπᾷ γρήγορα καὶ βίαια· ἡ ψυχή μου ἐχύθη, ἐσκορπίσθη κατὰ γῆς, ἕνεκα τῆς συντριβῆς καὶ καταστροφῆς τῆς θυγατέρας τοῦ λαοῦ μου· μάλιστα δέ, διότι καὶ αὐτὰ τὰ νήπια καὶ τὰ θηλάζοντα βρέφη ἐξεψυχοῦσαν λόγῳ τῆς πείνας εἰς τὶς πλατεῖες τῆς πόλεως.
- 12
Ταῖς μητράσιν αὐτῶν εἶπαν· ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.
Τὰ πεινασμένα νήπια ἐφώναζαν εἰς τις μητέρες των· «ποῦ ὑπάρχει ψωμὶ καὶ νερό;», Καθὼς ἔπεφταν λιπόθυμα εἰς τὶς πλατεῖες τῆς πόλεως, ὅπως οἱ τραυματίαι, καὶ καθὼς ἐξεψυχοῦσαν εἰς τὴν ἀγκάλην τῶν μητέρων των.
- 13
Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ ῾Ιερουσαλήμ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιών; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε;
Μὲ τί νὰ σὲ συγκρίνω ἢ μὲ τί νὰ σὲ παρομοιάσω, θυγατέρα μου Ἱερουσαλήμ; Ποῖος ἠμπορεῖ νὰ σὲ σώσῃ καὶ νὰ σὲ παρηγορήσῃ, παρθένε θυγατέρα μου Σιών; Διότι τὸ ποτήριον τῆς καταστροφῆς σου εἶναι μεγάλο καὶ βαθύ! Ποῖος ἠμπορεῖ νὰ σὲ θεραπεύσῃ;
- 14
Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου, καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.
Οἱ ψευδοπροφῆται καὶ οἱ ψευδοδιδάσκαλοί σου εἶδαν περὶ σοῦ ψευδεῖς δράσεις καὶ σοῦ ἐδίδαξαν πράγματα ἀπατηλὰ καὶ ἀσύνετα· καὶ δὲν σοῦ ἐφανέρωσαν τὴν ἐνοχήν σου, ὥστε νὰ μετανοήσῃς καὶ νὰ ἀποφευχθῇ ἡ αἰχμαλωσία τῶν κατοίκων σου. Σοῦ ἀνεκοίνωσαν ἀποκαλύψεις καὶ ὁράματα μάταια, ἀπατηλὰ καὶ παραπλανητικά, μὲ τὰ ὁποῖα σὲ ἀπωθοῦσαν ἀπὸ τοῦ νὰ συναισθανθῇς τὴν ἐνοχήν σου καὶ νὰ μετανοήσῃς.
- 15
᾿Εκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα ῾Ιερουσαλήμ· αὕτη ἡ πόλις, ἐροῦσι, στέφανος εὐφροσύνης πάσης τῆς γῆς.
Ἐχειροκρότησαν μὲ χαιρεκακίαν ἐναντίον σου ὅλοι οἱ ὁδοιπόροι ποὺ διήρχοντο ἀπὸ κοντά σου· ἐσφύριξαν εἰρωνικὰ καὶ ἐκούνησαν περιπαικτικὰ τὴν κεφαλήν των εἰς βάρος τῆς θυγατέρας Ἰερουσαλήμ· εἶπαν χλευαστικά: «Αὐτὴ εἶναι ἡ πόλις, ἡ ὁποία ὑπῆρξεν ἄλλοτε ὁ στέφανος καὶ ἡ εὐφροσύνη ὅλης τῆς γῆς»!
- 16
Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὁδόντας, καὶ εἶπαν· κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν.
Ἄνοιξαν διάπλατα τὸ στόμα των ἐναντίον σου ὅλοι οἱ ἐχθροί σου· ἐσφύριξαν εἰρωνικὰ εἰς βάρος σου, ἔτριξαν ἀπειλητικὰ τὰ δόντια των καὶ εἶπαν: «Τὴν ἐκατάπιαμε! Ἰδού, αὐτὴ εἶναι ἡ ἡμέρα, τὴν ὁποίαν ἐπεριμέναμε· τελικῶς τὴν εὐρήκαμε, τὴν εἴδαμε!»
- 17
᾿Εποίησε Κύριος ἃ ἐνεθυμήθη, συνετέλεσε ρήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλε καί οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσε κέρας θλίβοντός σε.
Ὁ Κύριος ἔκρινε δικαίως καὶ ἔφερεν εἰς πέρας ὅσα εἶχε σκεφθῇ καὶ σχεδιάσει, ἐξεπλήρωσε τὰ ἀπειλητικὰ λόγια του, τὰ ὁποῖα εἶχε προαναγγείλει ἀπὸ τὰ ἀρχαιότατα χρόνια· ἐκρήμνισε «τὴν Ἱερουσαλήμ, ἐτιμώρησε τὸν λαόν» καὶ δὲν ἔδειξεν εὐσπλαγχνίαν καὶ ἀκόμη ἔκαμε τὸν ἐχθρόν σου νὰ χαρῇ διὰ τὴν καταστροφήν σου· ἐνίσχυσε δὲ καὶ ὕψωσε τὴν δύναμιν ἐκείνων οἱ ὁποῖοι σὲ καταπιέζουν καὶ σὲ καταθλίβουν.
- 18
᾿Εβόησε καρδία αὐτῶν πρὸς Κύριον· τείχη Σιών, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου.
Ἡ καρδία ἐκείνων οἱ ὁποῖοι ἐπέζησαν τῆς καταστροφῆς φωνάζει δυνατὰ πρὸς τὸν Κύριον: Καὶ σεῖς, κατεστραμμένα τείχη τῆς Σιών, χύσατε ἄφθονα δάκρυα ὡσὰν ὁρμητικοὺς χειμάρρους, ἡμέραν καὶ νύκτα. Μὴ ἀφήσῃς τὸν ἑαυτόν σου νὰ ἀνανήψῃ καὶ νὰ ἠρεμήσῃ· ἂς μὴ σταματήσῃ, θυγατέρα μου Ἱερουσαλήμ, ὁ ὀφθαλμός σου ἀπὸ τοῦ νὰ χύνῃ συνεχῶς δάκρυα.
- 19
᾿Ανάστα, ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου Κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ' ἀρχῆς πασῶν ἐξόδων.
Σήκω ἐπάνω! Ἄφησε κραυγὴν πόνου, ἡ ὁποία ὅμως δὲν παύει νὰ ἔχῃ εἰς τὸ βάθος ἀγαλλίασιν, κράξε εἰς τὴν ἀρχὴν τῆς νυκτὸς καὶ καθ' ὅλην τὴν διάρκειάν της· ἄνοιξε τὴν καρδιά σου, ἔκχυσέ την, ὅπως χύνεται τὸ νερό, ἐνώπιον τοῦ Κυρίου· ὕψωσε δεητικὰ τὰ χέρια σου πρὸς Αὐτὸν διὰ τὴν ζωὴν τῶν νηπίων σου, τὰ ὁποῖα λιποθυμοῦν καὶ ἀποθνήσκουν ἀπὸ τὴν πεῖναν εἰς τὶς γωνιὲς ὅλων τῶν δρόμων.
- 20
᾿Ιδέ, Κύριε, καὶ ἐπίβλεψον τίνι ἐπφφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησε μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφήτην;
«Ἰδέ, Κύριε, καὶ ρῖψε προσεκτικὸν τὸ βλέμμα σου καὶ πρόσεξε ποῖον ἐτρύγησες μὲ τόσην λεπτομέρειαν καὶ σκληρότητα! Ἔπρεπε λοιπόν οἱ γυναῖκες νὰ φθάσουν μέχρι τοῦ σημείου νὰ φάγουν τὰ νήπιά των, τὸν καρπὸν τῆς κοιλίας των; Οἱ κρεοπῶλαι καὶ οἱ μάγειροι ἐτρύγησαν τὰ νήπια· ἔπρεπε νὰ σφάξουν «καὶ νὰ ψήσουν τὰ νήπια, ἐνῷ αὐτὰ ἐθήλαζαν ακόμη τοὺς μητρικοὺς μαστούς; Ἔπρεπε νὰ φονεύσῃς, χρησιμοποιῶν ὡς ὄργανα τοὺς ἐχθρούς, μέσα εἰς τὸν Ναὸν τοῦ Κυρίου ἱερεῖς καὶ προφήτας;
- 21
᾿Εκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης. παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω.
Ἐξαπλωμένα εἶναι εἰς ὅλους τοὺς δρόμους τὰ πτώματα μικρῶν παιδιῶν καὶ πρεσβυτῶν, οἱ ὁποῖοι κοιμοῦνται τὸν αἰώνιον ὕπνον. Οἱ παρθένες μου καὶ οἱ νέοι μου μετέβησαν, συρόμενοι βιαίως, εἰς τὴν αἰχμαλωσίαν. Μὲ πλατὺ καὶ ἀμφίστομον ἐχθρικὸν σπαθὶ καὶ μὲ πεῖναν τοὺς ἐφόνευσες, κατὰ δὲ τὴν ἡμέραν τῆς δικαίας ὀργῆς σου τοὺς κατακρεούργησες, ἀφοῦ τοὺς παρέδωκες εἰς τὰ χέρια τῶν δημίων - ἐχθρῶν! Δὲν τοὺς ἐλυπήθης!
- 22
᾿Εκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.
Ἐκάλεσες «ἢ ἐκάλεσεν ὁ Κύριος» ὅλους αὐτούς «εἰς τὴν Ἱερουσαλήμ» εἰς τὸν ὄλεθρον καὶ τὴν σφαγήν, ὅπως ἐκαλοῦσες ἄλλοτε ἀπὸ ὅλα τὰ γύρω μέρη τοὺς προσκυνητὰς εἰς ἡμέραν ἑορτῆς εἰς τὸν Ναόν· ἔτσι, ὥστε κατὰ τὴν ἡμέραν τῆς δικαίας ὀργῆς τοῦ Κυρίου οὐδεὶς διεσώθη καὶ κανεὶς δὲν ἐπέζησεν. Ὅλους τοὺς ἐχθρούς μου, τοὺς ὁποίους «ἐγὼ ὁ Κύριος» εἶχα ὑπὸ τὴν ἐξουσίαν μου, τοὺς ἐνίσχυσα καὶ τοὺς ἐπλήθυνα ἐναντίον των «κατὰ τὸ ἑβραϊκὸν κείμενον: Ἐκείνους τοὺς ὁποίους ἐξέθρεψα καὶ ἀνέδειξα ὁ ἐχθρός μου τοὺς ἐξωλόθρευσεν».
