Σοφία Σολομώντος, κεφάλαιο 8
- 1
ΔΙΑΤΕΙΝΕΙ δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς.
Εκτείνει τὴν ἐπίδρασίν της μετὰ δυνάμεως ἀπὸ τοῦ ἑνὸς ἄκρου τῆς οἰκουμένης μέχρι τοῦ ἄλλου καὶ κυβερνᾷ τὰ σύμπαντα εὐεργετικῶς καὶ μὲ καλωσύνην,
- 2
Ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς.
Αὐτὴν θερμῶς ἠγάπησα καὶ μετὰ πόθου τὴν ἐζήτησα ἀπὸ τὴν ἐποχὴν τῆς νεότητός μου καὶ ἐπεθύμησα νὰ τὴν πάρω σύζυγόν μου καὶ ἔγινα ἐραστὴν τῆς καλλονῆς της.
- 3
εὐγένειαν δοξάζει συμβίωσιν Θεοῦ ἔχουσα, καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν·
Δοξάζει καὶ τιμᾷ τὴν εὐγενῆ καταγωγήν της συζῶσα μετὰ τοῦ Θεοῦ ἀχωρίστως, καὶ ὁ δεσπότης τῶν ὅλων τὴν ἠγάπησε.
- 4
μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ.
Τὴν ἠγάπησε δέ, διότι εἶναι μεμυημένη εἰς τὴν παγγνωσίαν καὶ πανσοφίαν τοῦ Θεοῦ, καὶ κατὰ τὴν δημιουργίαν, ἐξ ὅλων τῶν σχεδίων τῆς ἀπείρου διανοίας του, ἐξέλεξε τὰ καλῶς λίαν γενόμενα ἔργα αὐτοῦ.
- 5
εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ, τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης;
Πόσον δὲ πολύτιμος εἶναι ἡ Σοφία, καταφαίνεται ἐκ τῆς συγκρίσεως αὐτῆς πρὸς ὅλα τὰ θεωρούμενα ὑπὸ τῶν ἀνθρώπων ἀγαθά. Οὕτως, ἐὰν ὁ πλοῦτος εἶναι ἀπόκτημα ἐπιθυμήτον κατὰ τὴν ἐπίγειον ζωήν, τὶ ὑπάρχει ἄλλο πλουσιώτερον ἀπὸ τὴν Σοφίαν, ἡ ὁποία κατορθώνει ὅλα;
- 6
εἰ δὲ φρόνησις ἐργάζεται, τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστι τεχνῖτις;
Ἐὰν δὲ ἡ σύνεσις καὶ ἀνθρωπίνη εὐφυΐα κάμνῃ ἔργα θαυμαστά, ποῖον ἀπὸ τὰ δημιουργήματα εἶναι περισσότερον ἀπὸ αὐτὴν ἐπιδέξιον καὶ ποῖος ἠμπορεῖ νὰ εἶναι καλύτερος ἀπὸ αὐτὴν κατασκευαστὴς καὶ δημιουργός;
- 7
καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί· σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις.
Καὶ ἐὰν κανεὶς ἀγαπᾷ τὴν δικαιοσύνην καὶ ἠθικὴν τελειότητα, ἂς μὴ λησμονῇ ὅτι οἰ κόποι της καὶ τὰ κατορθώματα τῶν προσπαθειῶν καὶ ἐνεργειῶν της εἶναι αἱ ἀρεταί· διότι αὕτη διδάσκει τελείως τὴν ἐγκράτειαν καὶ σύνεσιν, τὴν δικαιοσύνην καὶ τὴν ἀπτόητον γενναιότητα, ἀπὸ τὰ ὁποῖα κανὲν ἄλλο δὲν εἶναι χρησιμώτερον εἰς τὸν βίον τῶν ἀνθρώπων.
- 8
εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων.
Ἐὰν δὲ κανεὶς ποθῇ πλουσίαν πεῖραν καὶ μάθησιν, ἂς ἔχῃ ὑπ’ ὄψιν ὅτι ἡ Σοφία γνωρίζει τὰ ὁσονδήποτε παλαιά, συμπεραίνει δὲ καὶ αὐτὸ τὸ μέλλον· γνωρίζει τοὺς μετ’ εὐστροφίας περιπεπλεγμένους λόγους καὶ τὰς λύσεις καὶ τῶν δυσκολωτέρων αἰνιγμάτων γνωρίζει, προτοῦ συμβοῦν, τὰ σημεῖα καὶ τὰ καταπληκτικὰ θαύματα καὶ ποίαν ἔκβασιν καὶ πῶς θὰ συμβοῦν τὰ γεγονότα τῶν ἐποχῶν καὶ τῶν χρόνων.
- 9
ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν, εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν καὶ παραίνεσις φροντίδων καὶ λύπης.
Μετὰ σκέψιν λοιπὸν ὥριμον ἀπεφάσισα νὰ πάρω τὴν Σοφίαν μαζί μου σύντροφον τῆς ζωῆς μου, διὰ νὰ συζῶ μετ’ αὐτῆς, διότι ἐγνώρισα ὅτι θὰ μοῦ εἶναι σύμβουλος ἀγαθῶν ἔργων, ἐνίσχυσις δὲ καὶ παρηγορία εἰς τὰς φροντίδας καὶ λύπας μου.
- 10
ἕξω δι᾿ αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος·
Παίρνοντας δὲ αὐτὴν σύζυγόν μου θὰ ἔχω ἐξ αἰτίας τῆς δόξαν καὶ ἐκτίμησιν εἰς τὸν πολὺν λαὸν καὶ τιμὴν μεταξὺ τῶν γεροντοτέρων ἐγὼ ὁ νέος.
- 11
ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι·
Χάρις εἰς αὐτὴν θὰ εὑρεθῶ μὲ ὀξεῖαν ἀντίληψιν καὶ εὐθεῖαν κρίσιν κατὰ τὰς διαφόρους δίκας καὶ θὰ θαυμάζωμαι ἐπὶ παρουσία προσώπων ἰσχυρῶν καὶ θαυμαστῶν.
- 12
σιγῶντά με περιμενοῦσι καὶ φθεγγομένῳ προσέξουσι καὶ λαλοῦντος ἐπί πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν.
Καθ’ ὃν χρόνον θὰ σιωπῶ, θὰ μὲ περιμένουν νὰ ὁμιλήσω, καὶ ὅταν θὰ ὁμιλῶ, θὰ μὲ ἀκούουν προσεκτικά, ἐὰν δὲ παρατείνω τὸν λόγον μου πέραν τοῦ συνήθους ὁρίου, θὰ βάζουν μετὰ προδήλου ἐνδιαφέροντος τὸ χέρι εἰς τὸ στόμα των ἐπιβάλλοντες ἡσυχίαν εἰς πάντα τυχὸν ἀνυπόμονον.
- 13
ἕξω δι᾿ αὐτὴν ἀθανασίαν καὶ μνήμην αἰώνιον τοῖς μετ᾿ ἐμὲ ἀπολείψω.
Θὰ ἀποκτήσω ἐξ αἰτίας αὐτῆς τὴν ἀθανασίαν εἰς τὸν μέλλοντα βίον, ἀλλὰ καὶ εἰς τὴν παροῦσαν ζωὴν θ’ ἀφήσω αἰωνίαν ἀνάμνησιν εἰς ἐκείνους, ποὺ θὰ ζήσουν μετ' ἐμέ.
- 14
διοικήσω λαούς, καὶ ἔθνη ὑποταγήσεταί μοι·
Θὰ διοικήσω καλῶς λαούς, καὶ ἔθνη θὰ ὑποταχθοῦν ἀγογγύστως εἰς ἐμέ.
- 15
φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί, ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος.
Θὰ μὲ φοβοῦνται δὲ τύραννοι φρικτοὶ καὶ τρομεροί, ὅταν ἀκούσουν ἁπλῶς καὶ μόνον τὸ ὄνομά μου, θὰ φανῶ δὲ καλὸς καὶ ἀγαθὸς εἰς τὸ πλῆθος τοῦ λαοῦ καὶ κατὰ τὸν πόλεμον θὰ δειχθῶ ἀνδρεῖος.
- 16
εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ· οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφή αὐτῆς, οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς, ἀλλὰ εὐφροσύνην καὶ χαράν.
Ἀφοῦ δὲ μετὰ τὰς ἀπασχολήσεις τοῦ βασιλικοῦ ἀξιώματός μου εἰσέλθω εἰς τὸ σπίτι μου, θὰ ἀναπαυθῶ πλησίον της καὶ θὰ ἡσυχάσω, διότι ἡ μετ' αὐτῆς συναναστροφὴ δεv προκαλεῖ πικρίαν καὶ ἡ ζωὴ μαζὶ μὲ αὐτὴν δὲν προξενεῖ κανένα πόνον, ἀλλὰ τοὐναντίον δίδει εὐφροσύνην καὶ χαράν.
- 17
ταῦτα λογισάμενος ἐν ἐμαυτῷ καὶ φροντίσας ἐν καρδίᾳ μου ὅτι ἐστιν ἀθανασία ἐν συγγενείᾳ σοφίας
Τὰ πλεονεκτήματα καὶ προσόντα ταῦτα τῆς Σοφίας συλλογισθεὶς μέσα μου καὶ μετὰ φροντίδος πολλῆς καὶ ἀπορροφήσεως τοῦ ἐσωτερικοῦ μου σκεφθείς, ὅτι ἡ ἀθανασία συγγενεύει καὶ ἔχει σχέσιν στενὴν μὲ τὴν Σοφίαν,
- 18
καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς, περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.
καὶ ὅτι εἰς τὴν μετ’ αὐτῆς φιλίαν ἐνυπάρχει ἀγαθὴ καὶ ἅγια εὐφροσύνη καὶ εὐτυχία, πλοῦτος δὲ ἀνεξάντλητος καὶ ἄφθαρτος εἰς τὰ ἔργα καὶ τοὺς κόπους τῶν χειρῶν της· σκεφθεὶς ἐπίσης ὅτι μεταδίδεται φρόνησις καὶ σύνεσις ἐκ τῆς πνευματικῆς γυμνασίας, εἰς τὴν ὁποίαν ὑποβάλλεται κανεὶς κατὰ τὴν μετ’ αὐτῆς συναναστροφὴν καὶ συνομιλίαν, καὶ ὅτι ὑπάρχει καὶ δόξα εἰς τήν, ἐπικοινωνίαν μὲ τοὺς λόγους καὶ τὴν διδασκαλίαν της, ἐγύριζα παντοῦ ζητῶν νὰ ἀνεύρω αὐτήν, ὅπως τὴν λάβω ὡς ἀχώριστον σύντροφόν μου.
- 19
παῖς δὲ ἤμην εὐφυὴς ψυχῆς τε ἔλαχον ἀγαθῆς,
Ἤμουν δὲ νέος εὐφυὴς καὶ ἔλαβον ὡς θεῖον λαχνὸν ψυχὴν μὲ ἀγαθὰς κλίσεις.
- 20
μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον.
Ἢ διὰ νὰ ἐκφρασθῶ καλύτερον ἐπειδὴ εἶχα διαθέσεις καὶ κλίσεις ἀγαθάς, ἦλθον εἰς σῶμα σχετικῶς καθαρόν, ἀρτιμελὲς καὶ ἐλεύθερον μολύσματός τινος.
- 21
γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής, ἐὰν μὴ ὁ Θεὸς δῷ -καὶ τοῦτο δ᾿ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις- ἐνέτυχον τῷ Κυρίῳ καὶ ἐδεήθην αὐτοῦ καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου.
Ἐπειδὴ δὲ ἐκαταλαβα ὅτι δὲν θὰ γίνω κάτοχος τῆς Σοφίας, ἐὰν δὲν μοῦ τὴν δώσῃ ὁ Θεός· καὶ αὐτὸ δέ, δηλαδὴ τὸ νὰ καταλάβω ἀπὸ ποῖον παρέχεται τὸ χάρισμα τῆς Σοφίας, ἦτο σημεῖον καὶ φωτισμὸς Σοφίας, ἀπηυθύνθην εἰς τὸν Κύριον καὶ τὸν παρεκάλεσα ταπεινῶς καὶ εἶπα πρὸς Αὐτὸν μὲ ὅλην μου τὴν καρδιά.
