Σοφία Σολομώντος, κεφάλαιο 10
- 1
ΑΥΤΗ πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξε καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου
Αὐτή, ἡ τοῦ Θεοῦ Σοφία, διεφύλαξεν ἀπὸ πλήρους ὀλέθρου τὸν πρωτόπλαστον Ἀδάμ, τὸν πατέρα τοῦ κόσμου τῶν ἀνθρώπων, ὁ ὁποῖος μόνος ἐκτίσθη καὶ κατάμονος σχεδὸν ἐπὶ ἀρκετὸν εὑρέθη, καὶ τὸν ἀπήλλαξεν ἀπὸ τὸ παράπτωμά του
- 2
ἔδωκέ τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων.
καὶ ἔδωκεν εἰς αὐτὸν δύναμιν διὰ νὰ κυριαρχήσῃ ἐπὶ ὅλων τῶν δημιουργημάτων, τὰ ὁποῖα θὰ ἐπανεστάτουν κατ’ αὐτοῦ ἕνεκα τῆς παραβάσεώς του.
- 3
ἀποστάς δὲ ἀπ᾿ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ, ἀδελφοκτόνοις συναπώλετο θυμοῖς·
Ὁ ἄδικος ὅμως Κάϊν, ὅταν ἐπάνω εἰς τὴν ὀργήν του ἀπεμακρύνθη ἀπὸ τὴν Σοφίαν, συναπωλέσθη μὲ τοὺς θυμούς του, ποὺ τὸν ὤθησαν νὸ φονεύσῃ τὸν ἀδελφόν του.
- 4
δι᾿ ὃν κατακλυζομένην γῆν πάλιν διέσωσε σοφία, δι᾿ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα.
Ὅταν δὲ δι’ αὐτὸν καὶ τοὺς κακοὺς ἀπογόνους του ὑπέστη ἡ γῆ κατακλυσμόν, πάλιν ἔσωσεν αὐτὴν ἡ Σοφία, ἡ ὁποία ὡς πολύπειρος καὶ ἀλάνθαστος ναυτικὸς ἐκυβέρνησε τὸν δίκαιον ἐπὶ τιποτένιου ξύλου.
- 5
αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον Θεῷ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν.
Αὐτὴ καὶ κατὰ τὴν συμφωνίαν εἰς τὸ κακὸν καὶ εἰς τὴν πονηρίαν τῶν ἐθνῶν, τῶν ὁποίων αἱ γλῶσσαι ἐσυγχύσθησαν ἐπὶ τῆς ἀνεγέρσεως τοῦ πύργου Βαβέλ, διέκρινε τὸν δίκαιον Ἀβραὰμ καὶ τὸν διετήρησεν ἄμεμπτον ἐνώπιον τοῦ Θεοῦ καὶ ἐπὶ τῆς θυσίας τοῦ τέκνου τοῦ Ἰσαὰκ τὸν διεφύλαξεν ἰσχυρὸν ἔναντι τῶν πατρικῶν σπλάγχνων του, ὥστε νὰ μὴ νικηθῇ ὑπὸ τοῦ φίλτρου αὐτῶν.
- 6
αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο φυγόντα πῦρ καταβάσιον Πενταπόλεως·
Αὐτή, ὅταν ἐξωλοθρεύοντο τελείως οἱ ἀσεβεῖς, ἐγλύτωσε τὸν δίκαιον Λώτ, ὁ ὁποῖος ἔφυγε σῶος τὸ καταβὰν ἐκ τοῦ οὐρανοῦ πῦρ ἐπὶ τῆς Πενταπόλεως.
- 7
ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά, ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός.
Τῆς ὁποίας Πενταπόλεως μαρτύριον, ἐπιβεβαιοῦν ἀκόμη καὶ τώρα τὴν πονηρίαν της, εἶναι ὅτι ἔχει καταστῆ ἔρημος καὶ χέρσος, ἐκπέμπουσα ἠφαιστειώδεις καπνούς· τὰ δένδρα δὲ καὶ φυτά της παράγουν καρποὺς εἰς ἀκατάλληλον ἐποχὴν καὶ παράωρα, ὥστε, ἐνῷ ἐξωτερικῶς φαίνονται ὥριμα, τὸ ἐσωτερικόν των εἶναι ὅλως ἀκατάλληλον πρὸς βρῶσιν. Ἐπὶ πλέον μνημεῖον ἀπιστησάσης ψυχῆς, τῆς συζύγου δηλαδὴ τοῦ Λώτ, ὑπάρχει ὄρθια στήλη ἐξ ἅλατος, εἰς τὴν ὁποίαν μετεβλήθη τὸ σῶμα της.
- 8
σοφίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά, ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιπον τῷ βίῳ μνημόσυνον, ἵνα ἐν οἶς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσι.
Τοὺς συνέβησαν δὲ αὐτά, διότι ἐκεῖνοι ποὺ παρέτρεξαν τὴν Σοφίαν μὲ ἀδιαφορίαν, ὄχι μόνον ὑπέστησαν τὴν βλάβην του νὰ μὴ γνωρίσουν τὰ καλά, ποὺ προέρχονται ἀπὸ αὐτήν, ἀλλὰ καὶ μετὰ τὸν θάνατόν των ἀφῆκαν τῆς ἀφροσύνης τῶν μνημεῖον, ὑπενθυμίζον τὰ σφάλματά των εἰς τοὺς ἔτι παραμένοντας ἐν τῷ βίῳ, ὥστε νὰ μὴ εἶναι δυνατὸν ὅπως ἀποκρυβοῦν ταῦτα ἀπ’ αὐτῶν.
- 9
σοφία δὲ τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο.
Τοὐναντίον δὲ ἡ Σοφία ἐγλύτωσεν ἀπὸ πόνους καὶ ταλαιπωρίας ἐκείνους, οἱ ὁποῖοι τὴν σέβονται καὶ τὴν ὑπηρετοῦν.
- 10
αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις· ἔδειξεν αὐτῷ βασιλείαν Θεοῦ καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων· εὐπόρησεν αὐτὸν ἐν μόχθοις καί ἐπλήθυνε τοὺς πόνους αὐτοῦ·
Αὐτὴ τὸν δίκαιον Ἰακώβ, φεύγοντα τὴν ὀργὴν τοῦ ἀδελφοῦ του Ἡσαῦ, τὸν ὠδήγησεν εἰς δρόμους ἴσιους· ἔδειξεν εἰς αὐτὸν ἐν Βαιθὴλ διὰ θείου ὀνείρου τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τοῦ κατέστησε γνωστὰ ἅγια καὶ ὑπερουράνια μυστήρια. Τὸν ἐπλούτισεν εἰς τοὺς μόχθους καὶ τὰ ἔργα του καὶ ἐπολλαπλασίασε τοὺς καρποὺς τῶν κόπων του.
- 11
ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη καὶ ἐπλούτισεν αὐτόν·
Κατὰ τὴν πλεονεξίαν ἐκείνων, οἱ ὁποῖοι διὰ τῆς ἰσχύος των τὸν κατεπίεζαν, τοῦ παρεστάθη προστάτης καὶ τὸν ἔκαμε πλούσιον.
- 12
διεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν, καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ, ἵνα γνῷ, ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια.
Τὸν ἐπροφύλαξε ἀπὸ τοὺς ἐχθρούς του καὶ τὸν ἐπροστάτευσεν ἐν ἀσφαλείᾳ ἀπὸ ἐκείνους, ποὺ τοῦ ἔστηναν ἐνέδραν, καὶ εἰς τὸν ἰσχυρὸν ἀγῶνα μὲ τὸν ἄγγελον τοῦ Κυρίου τὸν ἐβράβευσε, διὰ νὰ γνωρίσῃ διὰ τῆς πείρας, ὅτι ἀπὸ κάθε τι ἄλλο δυνατώτερη εἶναι ἡ εὐσέβεια.
- 13
αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν, ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν·
Αὐτὴ τὸν πωληθέντα ἀπὸ τοὺς ἀδελφούς του εἰς Μαδιανίτας ἐμπόρους δίκαιον Ἰωσὴφ δὲν ἐγκατέλιπεν, ἀλλὰ τὸν ἐγλύτωσεν ἀπὸ τὴν ἁμαρτίαν τῆς Αἰγυπτίας συζύγου τοῦ Πετεφρῆ.
- 14
συγκατέβη αὐτῷ εἰς λάκκον καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτόν, ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ· ψευδεῖς τε ἔδειξε τοὺς μωμησαμένους αὐτὸν καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.
Κατέβη ἡ Σοφία μαζὶ μὲ τὸν Ἰωσὴφ καὶ εἰς τὸν λάκκον τῆς φυλακῆς, εἰς τὴν ὁποίαν τὸν ἔρριψαν μετὰ τὴν συκοφαντίαν τῆς Αἰγυπτίας, καὶ δὲν τὸν ἀφῆκεν ἀπροστάτευτον εἰς τὰ δεσμά, ποὺ τὸν κατεδίκασαν, ἕως ὅτου τοῦ ἔφερε σκῆπτρα βασιλικὰ καὶ τοῦ ἔδωκε τὴν ἐξουσίαν ἐκείνων ποὺ τὸν ἐτυράννουν· ἀπέδειξε δὲ καὶ ψεύστας ἐκείνους, οἱ ὁποῖοι τοῦ ἐπέρριψαν βαρεῖαν κατηγορίαν, καὶ ἔδωκεν εἰς αὐτὸν δόξαν αἰωνίαν.
- 15
αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐρρύσατο ἐξ ἔθνους θλιβόντων·
Αὐτὴ λαὸν ἀφωσιωμένον καὶ ἀφιερωμένον εἰς τὸν Θεόν, ξεχωρισμένον ἀπὸ τοὺς ἄλλους λαοὺς διὰ νὰ ἀνήκῃ εἰς Αὐτόν, καὶ ἀπογόνους τῶν Πατριαρχῶν μὲ ἰδανικὰ καὶ προθέσεις ἀμέμπτους, ἐγλύτωσεν ἀπὸ τὸ ἔθνος τῶν Αἰγυπτίων, οἱ ὁποῖοι τὸν κατεπίεζαν καὶ τὸν ἐτυράννουν.
- 16
εἰσῆλθεν εἰς ψυχὴν θεράποντος Κυρίου καὶ ἀντέστη βασιλεῦσι φοβεροῖς ἐν τέρασι καὶ σημείοις.
Εἰσῆλθεν ἡ Σοφία αὕτη εἰς τὴν ψυχὴν τοῦ Μωϋσέως, τοῦ ὑπηρέτου τοῦ Κυρίου, καὶ ἀντεστάθη οὗτος μὲ καταπληκτικὰ καὶ σημαδιακὰ θαύματα εἰς βασιλεῖς, ποὺ ἐνέπνεον εἰς πάντας τρόμον.
- 17
ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτῶν, ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ θαυμαστῇ καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα.
Αὐτὴ ἔδωκεν εἰς τὸν ἀφιερωμένον τοῦ Κυρίου λαὸν τὴν ἀνταμοιβὴν τῶν κόπων των μὲ τὰ πολύτιμα σκεύη, τὰ ὁποῖα οἱ Αἰγύπτιοι τοὺς ἔδωκαν· αὐτὴ ὠδήγησεν αὐτοὺς διὰ θαυμαστὴς ὁδοῦ ἀπὸ τῆς Γεσὲμ εἰς τὴν Χαναὰν ἐπὶ τεσσαράκοντα ὅλα ἔτη· καὶ αὐτὴ τοὺς ἔγινε διὰ τῆς θαυμασίας νεφέλης σκέπασμα, ποὺ μὲ τὴν σκιάν του τοὺς ἐδρόσιζε τὴν ἡμέραν, καὶ φλόγα ἄστρων φωτεινὴ κατὰ τὴν νύκτα.
- 18
διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθρὰν καὶ διήγαγεν αὐτοὺς δι᾿ ὕδατος πολλοῦ·
Τοὺς ἐπέρασε διὰ μέσου τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τοὺς ἔβγαλε ἀσφαλῶς μέσα ἀπὸ βαθιὰ νερά.
- 19
τοὺς δὲ ἐχθροὺς αὐτῶν κατέκλυσε καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς.
Τοὺς δὲ ἐχθρούς των ἔπνιξε διὰ κατακλυσμοῦ καὶ ἀπὸ τὸ βάθος τῆς θαλάσσης ἐξέβρασε τὰ πτώματά των εἰς τὴν ξηράν.
- 20
διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς καὶ ὕμνησαν, Κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου, τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν·
Διότι δὲ ἐξεβράσθησαν τὰ πτώματά των εἰς τὴν ξηράν, δι’ αὐτὸ καὶ οἱ δίκαιοι καὶ ἀφιερωμένοι εἰς τὸν Θεὸν Ἰσραηλῖται ἐλαφυραγώγησαν τοὺς ἀσεβεῖς τούτους καὶ ἀνέπεμψαν εὐχαριστήριον ᾠδὴν εἰς τὸ ἅγιον Ὄνομά Σου, Κύριε, καὶ ὅλοι μαζὶ ἐδοξολόγησαν τὴν προστατευτικὴν χεῖρα σου, ἡ ὁποία τοὺς ὑπερήσπισε καὶ ἐπολέμησεν ὑπὲρ αὐτῶν.
- 21
ὅτι ἡ σοφία ἤνοιξε στόμα κωφῶν καὶ γλώσσας νηπίων ἔθηκε τρανάς.
Καὶ σὲ ἐδοξολόγησαν ὅλοι μαζί, διότι ἡ Σοφία ἤνοιξε καὶ στόματα κωφαλάλων καὶ βραδυγλώσσων, ὅπως τοῦ Μωϋσέως, καθὼς κατέστησεν εὐγλώττους καὶ τρανὰς καὶ γλώσσας νηπίων, ποὺ φυσικῶς ἀδυνατοῦν νὰ ἀρθρώσουν καὶ μίαν λέξιν.
