Ρουθ, κεφάλαιο 4
- 1
ΚΑΙ Βοὸζ ἀνέβη ἐπὶ τὴν πύλην, καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ὁ ἀγχιστεὺς παρεπορεύετο, ὃν ἐλάλησε Βοόζ. καὶ εἶπε πρὸς αὐτὸν Βοόζ· ἐκκλίνας κάθισον ὧδε, κρύφιε. καὶ ἐξέκλινε καὶ ἐκάθισε.
Καὶ ὁ Βοὸζ ἀνέβη εἰς τὴν πύλην τῆς Βηθλεὲμ καὶ ἐκάθισεν ἐκεῖ. Καὶ ἰδοὺ ὁ συγγενὴς ὁ στενότερος ἐπέρνα ἀπ’ ἐκεῖ, τὸν ὁποῖον ἐφώναξεν ὁ Βοὸζ καὶ εἶπε πρὸς αὐτὸν ὁ Βοόζ: «Στρίψε καὶ κάθισε ἐδῶ, κύριε». Καὶ ἔστριψε πρὸς τὰ ἐκεῖ καὶ ἐκάθισε.
- 2
καὶ ἔλαβε Βοὸζ δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπε· καθίσατε ὧδε· καὶ ἐκάθισαν.
Καὶ προσεκάλεσεν ὁ Βοὸζ δέκα ἄνδρας ἀπὸ τοὺς προεστοὺς καὶ ἐξέχοντας τῆς πόλεως Βηθλεὲμ καὶ εἶπε: «Καθίσατε καὶ σεῖς ἐδῶ». Καὶ ἐκάθισαν.
- 3
καὶ εἶπε Βοὸζ τῷ ἀγχιστεῖ· τὴν μερίδα τοῦ ἀγροῦ, ἥ ἐστι τοῦ ἀδελφοῦ ἡμῶν τοῦ ᾿Ελιμέλεχ, ἣ δέδοται Νωεμὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωάβ,
Καὶ εἶπεν ὁ Βοὸζ εἰς τὸν συγγενῆ: «Ὁ ἀγρὸς ποὺ ὡς μερίδιον κληρωθὲν εἰς αὐτὸν ἀνήκει εἰς τὸν συγγενῆ μας τὸν Ἐλιμέλεχ, καὶ ὁ ὁποῖος ἐδόθη εἰς τὴν Νωεμίν, ἡ ὁποία ἐπέστρεψεν ἀπὸ τοὺς ἀγροὺς Μωάβ, πρόκειται νὰ πωληθῇ.
- 4
κἀγὼ εἶπα· ἀποκαλύψω τὸ οὖς σου λέγων· κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι καὶ γνώσομαι· ὅτι οὐκ ἔστι πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σέ. ὁ δὲ εἶπεν· ἐγώ εἰμι, ἀγχιστεύσω.
Καὶ ἐγὼ εἶπα: Θὰ σοῦ καταστήσω ἀκουστὴν εἰς τὸ οὖς σου τὴν εἴδησιν αὐτὴν λέγοντας· λαβὲ ὡς ἰδιοκτησίαν σου καὶ δήλωσε τοῦτο ἔμπροσθεν τῶν προεστώτων τοῦ λαοῦ τῆς πόλεως Βηθλεέμ, εἰς τὸν ὁποῖον ἀνήκω καὶ ἐγώ. Ἐὰν ἀγοράζῃς τὸ κτῆμα ὡς συγγενὴς ἀναλαμβάνων καὶ τὰς ἄλλας συγγενικὰς ὑποχρεώσεις, ποὺ ἐπιβάλλει ὁ νόμος, ἀγόρασέ το. Ἐὰν ὅμως δὲν ἀγοράζῃς αὐτὸ μὲ τὰς βαρυνούσας αὐτὸ συγγενικὰς ὑποχρεώσεις, πληροφόρησέ με καὶ θὰ λάβω τοῦτον ἐπίσημον ἐνώπιόν τοῦ δικαστηρίου τούτου γνῶσιν· διότι δὲν ὑπάρχει ἐκτὸς σοῦ ἄλλος στενότερος συγγενὴς διὰ νὰ τὸ ἀγοράσῃ· καὶ ἐγὼ εἶμαι ὕστερα ἀπὸ σὲ στενὸς συγγενής». Αὐτὸς δὲ εἶπεν: «Ἐγὼ εἶμαι ὁ πλησιέστερος συγγενὴς καὶ θὰ ἐξαγοράσω ἐγὼ τὸ κτῆμα»,
- 5
καὶ εἶπε Βοόζ· ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμὶν καὶ παρὰ Ροὺθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.
Καὶ εἶπεν ὁ Βοόζ: «Κατὰ τὴν ἡμέραν, κατὰ τὴν ὁποίαν πρόκειται νὰ λάβῃς ὡς κτῆμα τὸν ἀγρὸν ἀπὸ τὴν χεῖρα τῆς Νωεμὶν καὶ ἀπὸ τὴν Ροὺθ τὴν Μωαβίτισσαν, τὴν γυναῖκα τοῦ ἀποθαμένου, πρέπει καὶ αὐτὴν νὰ τὴν ἀποκτήσῃς γυναῖκα, ὥστε νὰ ἀναστήσῃς τὸ ὄνομα τοῦ ἀποθαμένου ἐπὶ τῆς κληρονομίας του διὰ τοῦ τέκνου, τὸ ὁποῖον θὰ ἀποκτήσης δι' αὐτῆς καὶ τὸ ὁποῖον θὰ φέρῃ τὸ ὄνομα τοῦ ἀαθᾳνόντος».
- 6
καὶ εἶπεν ὁ ἀγχιστεύς· οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μή ποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.
Καὶ εἶπεν ὁ συγγενής: «Δὲν θὰ ἠμπορέσω νὰ ἐξαγοράσω διὰ λογαριασμόν μου τὸ κτῆμα μὲ τὴν ὑποχρέωσιν αὐτὴν τῆς συγγενείας, διὰ νὰ μὴ σβήσω καὶ καταστρέφω τοὺς ἰδικούς μου κληρονόμους. Ἑξαγόρασε σὺ διὰ λογαριασμόν σου τὸ δικαίωμά μου τοῦτο ἐπὶ τῆς συγγενικῆς κληρονομίας, διότι ἐγὼ δὲν θὰ ἠμπορέσω νὰ τὸ ἑξαγοράσω».
- 7
καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ ᾿Ισραὴλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πάντα λόγον, καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ, καὶ τοῦτο ἦν μαρτύριον ἐν ᾿Ισραήλ.
Καὶ τοῦτο ἴσχυε κατὰ παλαιὰν συνήθειαν μεταξὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἐν σχέσει πρὸς τὸ δικαίωμα, ὅπερ ἐκ τῆς συγγενείας προέκυπτεν εἰς κτῆμα τι καὶ ἐν σχέσει πρὸς τὴν ἀνταλλαγὴν τῶν κτητόρων τοῦ κτήματος, ἤρκει δὲ τοῦτο, ἵνα σταθῇ καὶ λάβῃ κῦρος πᾶσα διὰ λόγου συμφωνία· ἔλυε δηλαδὴ ὁ ἄνθρωπος, ποὺ παρῃτεῖτο τοῦ δικαιώματός του, τὸ ὑπόδημά του καὶ τὸ ἔδιδεν εἰς τὸν πλησίον τουῦ, ποὺ ἐξηγόραζε τὸ ἐκ τῆς συγγενείας κτῆμα μετὰ τῶν ὑποχρεώσεων, τὰς ὁποίας ἡ συγγένεια τοῦ ἐπέβαλλε. Καὶ ἡ συμβολικὴ αὐτὴ πράξις ἦτο ἐπίσημος μαρτυρία περὶ τῆς παραχωρήσεως καὶ μεταβιβάσεως, ἔχουσα κῦρος μεταξὺ τῶν Ἰσραηλιτῶν.
- 8
καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ Βοόζ· κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ.
Καὶ εἶπεν ὁ συγγενὴς ὁ στενότερος εἰς τὸν Βοόζ: «Ἐξαγόρασε σὺ διὰ λογαριασμόν σου τὸ κτῆμα, ἐπὶ τοῦ ὁποίου λόγω τῆς συγγενείας ἔχω δικαιώματα καὶ ὑποχρεώσεις ἐγώ». Καὶ ἔλυσε τὸ ὑπόδημά του καὶ τὸ ἔδωκεν εἰς αὐτόν.
- 9
καὶ εἶπε Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ· μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ ᾿Ελιμέλεχ καὶ πάντα, ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλὼν ἐκ χειρὸς Νωεμίν·
Καὶ εἶπεν ὁ Βοὸζ πρὸς τοὺς προεστοὺς καὶ εἰς ὅλον τὸν λαόν, ὁ ὁποῖος εἶχεν ἒν τῷ μεταξὺ συναχθῇ: «Σεῖς εἶσθε σήμερον μάρτυρες, ὅτι ἔγινα κύριος εἰς ὅλα ὅσα ἀνήκουν εἰς τὸν Ἐλιμέλεχ, καὶ εἰς ὅλα ὅσα ὑπάρχουν εἰς τὸν Χελαιὼν καὶ τὸν Μααλών, ἑξαγοράσας αὐτὰ ἀπὸ τὴν χεῖρα τῆς Νωεμίν.
- 10
καί γε Ροὺθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολοθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον.
Καὶ ὡσαύτως τὴν Ρούθ, ποὺ εἶναι Μωαβίτισσα καὶ ὑπῆρξε γυναῖκα τοῦ Μααλών, τὴν ἀποκτῶ σύζυγόν μου διὰ να ἀναστήσω τὸ ὄνομα τοῦ ἀποθαμένου ἐπὶ τῆς κληρονομίας τοῦυ· καὶ οὕτω διὰ τοῦ τέκνου, ποὺ θὰ γεννηθῇ ἐκ τῆς Ροὺθ καὶ θὰ εἶναι κληρονόμος τοῦ Μααλών, δὲν θὰ χαθῇ καὶ δὲν θὰ ἑξαλειφθῇ τὸ ὄνομα τοῦ ἀποθαμένου ἀπὸ τοὺς ἀδελφούς του καὶ ἀπὸ τὴν φυλὴν τοῦ λαοῦ του. Μάρτυρες τῶν ὑποσχέσεών μου αὐτῶν καὶ τῶν ὑποχρεώσεων, τὰς ὁποίας ἀναλαμβάνω, εἶσθε σεῖς σήμερον».
- 11
καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ· μάρτυρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν· δῴη Κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ραχὴλ καὶ ὡς Λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεροι τὸν οἶκον τοῦ ᾿Ισραὴλ καὶ ἐποίησαν δύναμιν ἐν ᾿Εφραθά, καὶ ἔσται ὄνομα ἐν Βηθλεέμ·
Καὶ εἶπαν ὅλος ὁ λαός, ποὺ εἶχε συναχθῇ εἰς τὴν πύλην: «Εἴμεθα μάρτυρες τῶν βεβαιώσεών σου». Καὶ οἱ προεστοὶ εἶπαν: «Εἴθε ὁ Κύριος νὰ καταστήσῃ τὴν γυναῖκα σου, ποὺ ἐμβαίνει εἰς τὸ σπίτι σου, σὰν τὴν Ραχὴλ καὶ τὴν Λείαν, αἱ ὁποῖαι διὰ τῶν τέκνων ποὺ ἐγέννησαν ἔκτισαν τὴν οἰκογένειαν τοῦ Ἰσραὴλ καὶ ἐποίησαν γένος ἰσχυρὸν καὶ δυνατὸν ἐν τῇ Ἐφραθᾷ καὶ θὰ εἶναι ἑξακουστὸν τὸ ὄνομά των ἐν τῇ Βηθλεέμ.
- 12
καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος Φαρές, ὃν ἔτεκε Θάμαρ τῷ ᾿Ιούδᾳ, ἐκ τοῦ σπέρματος οὗ δώσει Κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης.
Καὶ εἴθε νὰ γίνῃ ὁ οἶκος σου πολυπληθὴς σὰν τὸν οἶκον τοῦ προπάτορος μας Φαρές, τὸν ὁποῖον ἐγέννησεν εἰς τὸν Ἰούδαν ἡ Θάμαρ, ἀπὸ τοὺς ἀπογόνους, τοὺς ὁποίους θὰ σοῦ δώσῃ ὁ Κύριος ἀπὸ τὴν νέαν αὐτήν».
- 13
καὶ ἔλαβε Βοὸζ τὴν Ρούθ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἔδωκεν αὐτῇ Κύριος κύησιν, καὶ ἔτεκεν υἱόν.
Καὶ ἔλαβεν ὁ Βοὸζ εἰς τὴν οἰκίαν του τὴν Ροὺθ καὶ ἔγινε σύζυγός του καὶ συνῆλθε μετ' αὐτῆς καὶ ἔδωκεν εἰς αὐτὴν ὁ Κύριος ἐγκυμοσύνην καὶ ἐγέννησεν υἱόν.
- 14
καὶ εἶπαν αἱγυναῖκες πρὸς Νωεμίν· εὐλογητὸς Κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν ᾿Ισραήλ,
Καὶ εἶπαν αἱ γυναῖκες πρὸς τὴν Νωεμὶν εὐχαριστημέναι καὶ αὐταὶ διὰ τὴν χαράν της: «Ἂς εἶναι δοξασμένος ὁ Κύριος, ὁ ὁποῖος σήμερον δὲν ἐπέτρεψε νὰ στερηθῇς τὸν συγγενῆ σου, ποὺ ἐξηγόρασε τὴν κληρονομίαν τοῦ πεθαμένου παιδιοῦ σου καὶ ηὐδόκησε νὰ μὴ σβησθῇ, ἀλλὰ νὰ καλῆται τὸ ὄνομα τοῦ υἱοῦ σου ἐν μέσῳ τῶν Ἰσραηλιτῶν.
- 15
καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι ἡ νύμφη ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν, ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς.
Καὶ θὰ εἶναι διὰ σὲ τὸ παιδίον, ποὺ ἐγεννήθη, παρηγορία καὶ ἀνακούφισις τῆς ψυχῆς σου καὶ διὰ νὰ σὲ διατρέφῃ εἰς τὰ προχωρημένα γηρατεῖα σου, διότι ἐγέννησεν αὐτὸν ἡ νύμφη, ποὺ σὲ ἠγάπησε καὶ ἡ ὁποία εἶναι διὰ σὲ πολὺ καλλίτερα ἀπὸ πολλοὺς υἱούς».
- 16
καὶ ἔλαβε Νωεμὶν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.
Καὶ ἐπῆρεν ἡ Νωεμὶν τὸ παιδίον εἰς τὰ χέρια καὶ τὸ ἔβαλεν εἰς τὸν κόλπον της ἐκδηλώνουσα τὴν ἀγάπην της πρὸς αὐτὸ καὶ ἔγινε τροφὸς καὶ παραμάννα του.
- 17
καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι· ἐτέχθη υἱὸς τῇ Νωεμίν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ ᾿Ωβήδ· οὗτος πατὴρ ᾿Ιεσσαὶ πατρὸς Δαυίδ.
Καὶ μὲ τὴν ἄδειαν τοῦ Βοὸζ ἔβαλαν τὸ ὄνομά του αἱ γειτόνισσαι, λέγουσαι γεμᾶται χαράν: «Ἐγεννήθη υἱὸς εἰς τὴν Νωεμίν». Καὶ ἐκάλεσαν τὸ ὄνομά του Ὠβήδ. Αὐτὸς εἶναι πατὴρ τοῦ Ἰεσσαί, ὁ ὁποῖος πάλιν ὑπῆρξε πατὴρ τοῦ Δαβίδ.
- 18
καὶ αὗται αἱ γενέσεις Φαρές· Φαρὲς ἐγέννησε τὸν ᾿Εσρώμ,
Καὶ αὐταί, ποὺ ἀπαριθμοῦνται κατωτέρω, εἶναι αἱ γενεαὶ τοῦ Φαρές· ὁ Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ.
- 19
᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράν, καὶ ᾿Αρὰν ἐγέννησε τὸν ᾿Αμιναδάβ,
Ὁ Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράν· καὶ ὁ Ἀρὰν ἐγέννησε τὸν Ἀμιναδάβ.
- 20
καὶ ᾿Αμιναδὰβ ἐγέννησε τὸν Ναασσών, καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμάν,
Καὶ ὁ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών, καὶ ὁ Ναασσὼν ἐγέννησε τὸν Σαλμών.
- 21
καὶ Σαλμὰν ἐγέννησε τὸν Βοόζ, καὶ Βοὸζ ἐγέννησε τὸν ᾿Ωβήδ,
Καὶ ὁ Σαλμὼν ἐγέννησε τὸν Βοόζ· καὶ ὁ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ.
- 22
καὶ ᾿Ωβὴδ ἐγέννησε τὸν ᾿Ιεσσαί, καὶ ᾿Ιεσσαὶ ἐγέννησε τὸν Δαυίδ.
Καὶ ὁ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαὶ καὶ ὁ Ἰεσσαὶ ἐγέννησε τὸν Δαβίδ.
