Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΡΟΥΘ

Ρουθ, κεφάλαιο 1

22 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (4)
  1. 1

    ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς ᾿Ιούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτοῦ.

    Καὶ συνέβη κατὰ τοὺς χρόνους, κατὰ τοὺς ὁποίους οἱ Κριταὶ ἔκριναν τὰς ὑποθέσεις τοῦ Ἰσραήλ, καὶ ἐπέπεσε πεῖνα εἰς τὴν ἐντεῦθεν του Ἰορδάνου χώραν. Καὶ ἕνεκεν αὐτῆς ἀνεχώρησε κάποιος ἄνθρωπος ἀπὸ τὴν Βηθλεὲμ τῆς φυλῆς τοῦ Ἰούδα διὰ νὰ κατοικήσῃ ὡς ξένος εἰς τοὺς ἀγροὺς τῆς Μωάβ, αὐτὸς καὶ ἡ γυναῖκα του καὶ τὰ δύο παιδιά του.

  2. 2

    καὶ ὄνομα τῷ ἀνδρὶ ᾿Ελιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νεωμίν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ Χελαιών, ᾿Εφραθαῖοι ἐκ Βηθλεὲμ τῆς ᾿Ιούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ καὶ ἦσαν ἐκεῖ.

    Καὶ ὁ ἄνθρωπος αὐτὸς ὠνομάζετο Ἐλιμέλεχ καὶ ἡ γυναῖκα του ἐκαλεῖτο Νωεμὶν καὶ τὰ ὀνόματα, ποὺ εἶχαν τὰ δύο παιδιά του, ἦσαν Μααλὼν καὶ Χελαιών. Ὅλοι ἦσαν Ἐφραθαῖοι, ἀπὸ τὴν Βηθλεὲμ τῆς φυλῆς τοῦ Ἰούδα (ποὺ ἐκαλεῖτο καὶ Ἐφραθᾶ), καὶ ἦλθαν εἰς τοὺς ἀγροὺς τῆς Μωὰβ καὶ ἔμεναν ἐκεῖ.

  3. 3

    και ἀπέθανεν ᾿Ελιμέλεχ ὁ ἀνὴρ τῆς Νεωμίν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς.

    Καὶ ἀπέθανεν ὁ Ἐλιμέλεχ, ὁ σύζυγος τῆς Νωεμίν,καὶ ἔμεινεν αὐτὴ χήρα μόνη μὲ τὰ δύο παιδιά της.

  4. 4

    καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ ᾿Ορφά, καὶ ὄνομα τῇ δευτέρᾳ Ρούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.

    Καὶ ἔλαβον ὡς συζύγους των γυναῖκας Μωαβίτιδας. Καὶ ἡ μὲν μία εἶχε τὸ ὄνομα Ὂρφὰ καὶ ἡ δευτέρα ὠνομάζετο Ροὺθ καὶ κατῴκησαν ἐκεῖ περίπου δέκα ἔτη.

  5. 5

    καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλὼν καὶ Χελαιών, καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.

    Καὶ ἀπέθανον ὡσαύτως καὶ οἱ δύο, ὁ Μααλὼν δηλαδὴ καὶ ὁ Χελαιών, καὶ ἀπέμεινεν ἡ γυναῖκα μόνη, ἔρημος καὶ ἀπὸ τὸν ἄνδρα της καὶ ἀπὸ τὰ δύο παιδιά της.

  6. 6

    καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσεν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους,

    Καὶ ἐτοιμάσθη ἡ Νωεμὶν καὶ αἱ δύο νύμφαι της καὶ ἐγύρισαν ὀπίσω φεύγουσαι ἀπὸ τοὺς ἀγροὺς τῆς Μωάβ, διότι ἤκουσεν ἡ Νωεμὶν εἰς τοὺς ἀγροὺς τῆς Μωάβ, ὅτι ὁ Κύριος εἶχεν ἐπισκεφθῇ ἐν εὐμενείᾳι τὸν λαὸν του διὰ νὰ δώσῃ εἰς αὐτὸν ἄρτους.

  7. 7

    καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου, οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾿ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν ᾿Ιούδα.

    Καὶ ἐβγῆκεν ἀπὸ τὸν τόπον, ὅπου διέμενε, καὶ μαζί της ἀνεχώρησαν καὶ αἱ δύο νύμφαι της. Καὶ ἐβάδιζαν εἰς τὸν δρόμον, ποὺ θὰ τὰς ὡδήγει διὰ νὰ ἐπιστρέψουν εἰς τὴν χώραν τοῦ Ἰούδα.

  8. 8

    καὶ εἶπε Νωεμὶν ταῖς δυσὶ νύμφαις αὐτῆς· πορεύεσθαι δή, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι Κύριος μετ᾿ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκόταν καὶ μετ᾿ ἐμοῦ·

    Καὶ εἶπεν ἡ Νωεμὶν εἰς τὰς δύο νύμφας της: «Πηγαίνετε πλέον, γυρίσατε πίσω ἡ κάθε μία σας εἰς τὸ σπίτι τῆς μητέρας της. Εἴθε ὁ Κύριος νὰ δείξῃ τὴν εὐσπλαγχνίαν του καὶ τὸ ἔλεός του πρὸς σᾶς, ὅπως καὶ σεῖς ἐδείξατε καλωσύνην καὶ ἀγάπην καὶ εἰς τοὺς πεθαμένους υἱούς μου καὶ εἰς ἐμέ.

  9. 9

    δῴη Κύριος ὑμῖν κα'Ι εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς· καὶ κατεφίλησεν αὐτάς, καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.

    Εἴθε ὁ Κύριος νὰ σᾶς δώσῃ, ὅπως εὕρητε ἡ καθεμία σας ἀνάπαυσιν εἰς τὸ σπίτι τοῦ ἀνδρός, τὸν ὁποῖον θὰ λάβῃ ὡς δεύτερον σύζυγον». Καὶ τὰς ἐφίλησε μὲ πόθον καὶ στοργήν. Καὶ ἔβγαλαν διαπεραστικὴν καὶ σπαρακτικὴν φωνὴν καὶ αἱ τρεῖς καὶ ἔκλαυσαν.

  10. 10

    καὶ εἶπαν αὐτῇ· μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου.

    Καὶ εἶπαν αἱ δύο νύμφαι πρὸς αὐτήν: «Μαζί σου θά ἐπιστρέψωμεν εἰς τὸν λαόν σου, ἀπαρνούμεναι τοὺς συμπατριώτας μας».

  11. 11

    καὶ εἶπε Νωεμίν· ἐπιστράφητε δή, θυγατέρες μου· καὶ ἱνατί πορεύεσθε μετ᾿ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας;

    Καὶ ἀπεκρίθη ἡ Νωεμίν: «Γυρίσατε πίσω, κόρες μου. Καὶ γιὰ ποιὸ λόγο ἔρχεσθε μαζί μου; Μήπως ὑπάρχουν εἰς τὴν κοιλίαν μου καὶ ἄλλα παιδιὰ ἀκόμη, διὰ νὰ γίνουν ἄνδρες σας;

  12. 12

    ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα, ὅτι ἔστι μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς,

    Γυρίσατε λοιπὸν πίσω, κόρες μου, διότι ἔχω γηράσει, ὥστε νὰ μὴ εἶναι δυνατὸν νὰ ὑπανδρευθῶ. Ἀλλ’ ἔστω, ὅτι εἶπα, ὅτι ὑπάρχει καὶ δι’ἐμὲ βάσις καὶ ἐλπίς νὰ ὑπανδρευθῶ καὶ ὅτι θὰ γεννήσω παιδιά.

  13. 13

    μὴ αὐτοὺς προσδέξεσθαι ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δή, θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.

    Μήπως θὰ περιμένετε τὰ παιδιὰ αὐτά, ἕως ὅτου γίνουν ἄνδρες καὶ ἀποκτήσουν ἡλικίαν γάμου; Ἢ δι' αὐτοὺς θὰ μείνετε κατασχεμένες διὰ νὰ μὴ ὑπανδρευθῆτε; Μή, λοιπόν, κόρες μου, μὴ ἐπιμείνητε νὰ μὲ ἀκολουθήσητε, διότι ἐδόθη εἰς ἑμὲ πικρία καὶ θλῖψις μεγαλυτέρα ἀπὸ ὅ,τι ἐδόθη εἰς σᾶς. Διότι ἔπεσεν ἐπάνω μου τιμωρὸς ἡ χεὶρ τοῦ Κυρίου»·

  14. 14

    καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν ᾿Ορφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ροὺθ δὲ ἠκολούθησεν αὐτῇ.

    Καὶ ὕψωσαν ἐκ νέου καὶ αἱ τρεῖς τὴν φωνήν των καὶ ἔκλαυσαν καὶ πάλιν· καὶ μὲ πόθον καὶ σπαραγμὸν ἐφίλησεν ἡ Ὀρφὴ τὴν πενθεράν της καὶ ἐγύρισε πάλιν εἰς τοὺς συμπατριώτας καὶ συγγενεῖς της. Ἡ Ροὺθ ὅμως ἠκολούθησε τὴν Νωεμίν.

  15. 15

    καὶ εἶπε Νωεμὶν πρὸς Ρούθ· ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.

    Καὶ εἶπεν ἡ Νωεμὶν εἰς τὴν Ρούθ: «Ἰδοὺ ἡ συννυφάδα σου ἐγύρισε πίσω εἰς τὸν λαόν της καὶ εἰς τοὺς θεούς της. Γύρισε, λοιπόν, καὶ σὺ ἀκολουθοῦσα ὀπίσω ἀπὸ τὴν συννυφάδα σου».

  16. 16

    εἶπε δὲ Ρούθ· μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ Θεός σου Θεός μου·

    Εἶπε δὲ ἡ Ρουθ: «Μὴ μοῦ εἴπῃς πλέον νὰ σὲ ἐγκαταλείψω ἢ νὰ γυρίσω ὀπίσω καὶ νὰ μὴ ἀκολουθήσω ὀπίσω σου· διότι ὅπου καὶ ἂν ὑπάγῃς σύ, θὰ ὑπάγω καὶ ἐγώ, καὶ ὅπου θὰ κατοικήσῃς καὶ θὰ διανυκτερεύσῃς σύ, θὰ κατοικήσω καὶ θὰ διανυκτερεύσω καὶ ἐγώ· ὁ λαός σου θὰ εἶναι καὶ ἰδικός μου λαὸς καὶ ὁ Θεός σου θὰ εἶναι καὶ ἰδικός μου Θεός. Ἀπαρνοῦμαι ἀπὸ τὴν στιγμὴν αὐτὴν καὶ τοὺς συγγενεῖς καὶ συμπατριώτας μου, καὶ τοὺς θεοὺς τῶν πατέρων μου.

  17. 17

    καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος καὶ τάδε προσθείῃ, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ.

    Καὶ ὁπουδήποτε καὶ ἂν ἀποθάνῃς, θὰ ἀποθάνω καὶ ἐγὼ καὶ ἐκεῖ θὰ ταφῶ. Ὁ Κύριος εἴθε νὰ κάμῃ εἰς ἐμὲ αὐτὰ καὶ ἂς προσθέσῃ ἀκόμη περισσότερα τιμωρῶν με, ἐὰν ἀθετήσω τὴν ὑπόσχεσίν μου. Διότι μόνος ὁ θάνατος θὰ κάμῃ τὸν χωρισμὸν μεταξύ σου καὶ ἐμοῦ».

  18. 18

    ἰδοῦσα δὲ Νωεμὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾿ αὐτῆς, ἐκόπασε τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.

    Ὅταν δὲ εἶδεν ἡ Νωεμίν, ὅτι ἦτο αὐτὴ στερεὰ ἀποφασισμένη νὰ ὑπάγῃ μαζί της, ἔπαυσε πλέον νὰ ὁμιλῇ πρὸς αὐτὴν καὶ νὰ τὴν προτρέπη, ὅπως ἐπιστρέψῃ.

  19. 19

    ἐπορεύθησαν δὲ ἀμφότεραι, ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βηθλεέμ. καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτάς εἰς Βηθλεέμ, καὶ ἤχησε πᾶσα ἡ πόλις ἐπ᾿ αὐταῖς καὶ εἶπον· εἰ αὕτη ἐστὶ Νωεμίν;

    Ἐβάδισαν δὲ καὶ αἱ δύο πεζή, ἕως ὅτου ἔφθασαν αὐταὶ εἰς τὴν Βηθλεέμ. Καὶ συνέβη, ὅταν ἦλθαν αυταὶ εἰς τὴν πόλιν, ἡ φήμη τῆς ἀφίξεώς των διεδόθη εἰς ὅλην τὴν πόλιν, καὶ εἶπαν αἱ γυναῖκες τῆς Βηθλεέμ: «Ἄραγε αὐτὴ ἡ καταβεβλημένη καὶ ξεπεσμένη εἶναι ἡ Νωεμίν;»

  20. 20

    καὶ εἶπε πρὸς αὐτάς· μὴ δὴ καλεῖτέ με Νωεμίν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα·

    Καὶ εἶπεν ἡ Νωεμὶν πρὸς αὐτάς: «Μὴ μὲ καλεῖτε πλέον Νωεμίν (=εὐάρεστον), ἄλλα καλέσατέ με πίκραν. Διότι ὁ παντοδύναμος Κύριος μὲ ἐπότισε πικρίαν.

  21. 21

    ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέ με ὁ Κύριος· καὶ ἱνατί καλεῖτέ με Νωεμίν; καὶ Κύριος ἐταπείνωσέ με, καὶ ὁ ἱκανὸς ἐκάκωσέ με.

    Ἐγὼ ἔφυγα ἀπὸ ἐδῶ καὶ ἐπῆγα εἰς τὴν Μωὰβ γεμάτη, μὲ τὸν ἄνδρα μου καὶ τὰ δύο παιδιά μου, καὶ ὁ Κύριος μὲ ἐγύρισε ἐδῶ ἀδειανήν, χωρὶς σύζυγον καὶ χωρὶς παιδιά. Καὶ διατὶ μὲ ὀνομάζετε Νωεμίν; Καὶ ὁ Κύριος μὲ ἐταπείνωσε καὶ ὁ Παντοδύναμός μου ἔστειλε μεγάλην κακοπάθειαν».

  22. 22

    καὶ ἐπέστρεψε Νωεμὶν καὶ Ροὺθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσαι ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.

    Τοιουτοτρόπως ἐγύρισε πίσω εἰς Βηθλεὲμ ἡ Νωεμὶν καὶ ἡ Ροὺθ ἡ Μωαβίτισσα, ἡ νύμφη της, ἐπιστρέφουσαι ἀπὸ τοὺς ἀγροὺς τῆς Μωάβ. Ἦλθαν δὲ αὖται εἰς Βηθλεὲμ κατὰ τὴν ἀρχὴν τοῦ θερισμοῦ τῆς κριθῆς.